- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.6.1-3.6.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节叙述了波吕涅刻斯与厄忒俄克勒斯的争权导致阿德剌斯托斯发起七雄攻忒拜的远征、大军在涅墨亚因婴儿之死而创办竞技会,以及堤丢斯单身出使并击溃忒拜伏兵的经过。
Ἐτεοκλῆς δὲ καὶ Πολυνείκης περὶ τῆς βασιλείας συντίθενται πρὸς ἀλλήλους, καὶ αὐτοῖς δοκεῖ τὸν ἕτερον παρʼ ἐνιαυτὸν1 ἄρχειν. τινὲς μὲν οὖν λέγουσι πρῶτον ἄρξαντα Πολυνείκη παραδοῦναι μετʼ ἐνιαυτὸν τὴν βασιλείαν Ἐτεοκλεῖ, τινὲς δὲ πρῶτον Ἐτεοκλέα ἄρξαντα μὴ βούλεσθαι παραδοῦναι τὴν βασιλείαν. φυγαδευθεὶς οὖν Πολυνείκης ἐκ Θηβῶν ἧκεν εἰς Ἄργος, τόν τε ὅρμον καὶ τὸν πέπλον ἔχων. ἐβασίλευε δὲ Ἄργους Ἄδραστος ὁ Ταλαοῦ· καὶ τοῖς τούτου βασιλείοις νύκτωρ προσπελάζει, καὶ συνάπτει μάχην Τυδεῖ τῷ Οἰνέως φεύγοντι Καλυδῶνα. γενομένης δὲ ἐξαίφνης βοῆς ἐπιφανεὶς Ἄδραστος διέλυσεν αὐτούς, καὶ μάντεώς τινος ὑπομνησθεὶς λέγοντος αὐτῷ κάπρῳ καὶ λέοντι συζεῦξαι τὰς θυγατέρας, ἀμφοτέρους εἵλετο νυμφίους· εἶχον γὰρ ἐπὶ τῶν ἀσπίδων ὁ μὲν κάπρου προτομὴν ὁ δὲ λέοντος. γαμεῖ δὲ Δηιπύλην μὲν Τυδεὺς Ἀργείην δὲ Πολυνείκης, καὶ αὐτοὺς Ἄδραστος ἀμφοτέρους εἰς τὰς πατρίδας ὑπέσχετο κατάξειν. καὶ πρῶτον ἐπὶ Θήβας ἔσπευδε στρατεύεσθαι, καὶ τοὺς ἀριστέας συνήθροιζεν.
厄忒俄克勒斯与波吕涅刻斯就王位彼此立下盟约,他们决定双方隔年轮流执政。有人说波吕涅刻斯先执政,一年后将王位交给了厄忒俄克勒斯;另有人则说厄忒俄克勒斯先执政,却不肯交出王权。波吕涅刻斯因而被驱逐出忒拜,携带着那条项链与长袍来到了阿耳戈斯。当时统治阿耳戈斯的是塔拉俄斯之子阿德剌斯托斯;波吕涅刻斯在夜间接近其王宫,并与逃离卡吕冬的俄纽斯之子堤丢斯交手搏斗。突然爆发的呼喊声惊动了阿德剌斯托斯,他赶来将两人拉开;又想起曾有预言者告诫他要将女儿们嫁给一头野猪和一只雄狮,便选定他们两人为女婿,因为在他们的盾牌上,一人饰有野猪的前躯,另一人饰有雄狮的前躯。堤丢斯娶了得伊皮勒,波吕涅刻斯娶了阿耳革亚,阿德剌斯托斯答应将他们两人都送回各自的故国。他首先急于进军攻打忒拜,便召集了各路豪杰。
Ἀμφιάραος δὲ ὁ Ὀικλέους, μάντις ὢν καὶ προειδὼς ὅτι δεῖ πάντας τοὺς στρατευσαμένους χωρὶς Ἀδράστου τελευτῆσαι, αὐτός τε ὤκνει στρατεύεσθαι καὶ τοὺς λοιποὺς ἀπέτρεπε. Πολυνείκης δὲ ἀφικόμενος πρὸς Ἶφιν τὸν Ἀλέκτορος ἠξίου μαθεῖν πῶς ἂν Ἀμφιάραος ἀναγκασθείη στρατεύεσθαι· ὁ δὲ εἶπεν εἰ λάβοι τὸν ὅρμον Ἐριφύλη. Ἀμφιάραος μὲν οὖν ἀπεῖπεν Ἐριφύλῃ παρὰ Πολυνείκους δῶρα λαμβάνειν, Πολυνείκης δὲ δοὺς αὐτῇ τὸν ὅρμον ἠξίου τὸν Ἀμφιάραον πεῖσαι στρατεύειν. ἦν γὰρ ἐπὶ ταύτῃ·2 γενομένης γὰρ †αὐτῆς πρὸς Ἄδραστον, διαλυσάμενος ὤμοσε, περὶ ὧν ἂν Ἀδράστῳ διαφέρηται,3 διακρίνειν Ἐριφύλῃ συγχωρῆσαι. ὅτε οὖν ἐπὶ Θήβας ἔδει στρατεύειν, Ἀδράστου μὲν παρακαλοῦντος Ἀμφιαράου δὲ ἀποτρέποντος, Ἐριφύλη τὸν ὅρμον λαβοῦσα ἔπεισεν αὐτὸν σὺν Ἀδράστῳ στρατεύειν. Ἀμφιάραος δὲ ἀνάγκην ἔχων στρατεύεσθαι τοῖς παισὶν ἐντολὰς ἔδωκε τελειωθεῖσι τήν τε μητέρα κτείνειν καὶ ἐπὶ Θήβας στρατεύειν.
俄伊克勒斯之子安菲阿剌俄斯是位预言者,预先知道除阿德剌斯托斯之外,所有出征者必将丧命,因此他自己迟疑不愿出征,并极力劝阻其余之人。波吕涅刻斯便去见阿勒克托耳之子伊菲斯,探询怎样才能迫使安菲阿剌俄斯出征;伊菲斯说,只要厄里菲勒得到那条项链便可。安菲阿剌俄斯本已严禁厄里菲勒接受波吕涅刻斯的礼物,但波吕涅刻斯把项链送给了她,求她劝说安菲阿剌俄斯出征。因为裁决之权全在她手中:安菲阿剌俄斯此前曾与阿德剌斯托斯发生争端,和解之后立下誓言,凡遇与阿德剌斯托斯意见相左之事,一概顺从厄里菲勒的裁决。因此,当应当出征忒拜之时,阿德剌斯托斯极力催促,安菲阿剌俄斯百般劝阻,厄里菲勒接受了项链,便说服他与阿德剌斯托斯一同出征。安菲阿剌俄斯被迫出征,临行前嘱咐儿子们,待其长大成人之后,务必杀死母亲,并进军攻打忒拜。
Ἄδραστος δὲ συναθροίσας στρατὸν σὺν ἡγεμόσιν ἑπτὰ πολεμεῖν ἔσπευδε Θήβας. οἱ δὲ ἡγεμόνες ἦσαν οἵδε· Ἄδραστος Ταλαοῦ, Ἀμφιάραος Ὀικλέους, Καπανεὺς Ἱππονόου, Ἱππομέδων Ἀριστομάχου, οἱ δὲ λέγουσι Ταλαοῦ. οὗτοι μὲν ἐξ Ἄργους, Πολυνείκης δὲ Οἰδίποδος ἐκ Θηβῶν, Τυδεὺς Οἰνέως Αἰτωλός, Παρθενοπαῖος Μελανίωνος Ἀρκάς. τινὲς δὲ Τυδέα μὲν καὶ Πολυνείκην οὐ καταριθμοῦσι, συγκαταλέγουσι δὲ τοῖς ἑπτὰ Ἐτέοκλον Ἴφιος καὶ Μηκιστέα.
阿德剌斯托斯集结了一支配有七位将领的大军,急欲征讨忒拜。这些统帅是:塔拉俄斯之子阿德剌斯托斯、俄伊克勒斯之子安菲阿剌俄斯、希波诺俄斯之子卡帕纽斯、阿里斯托马科斯之子(亦有人说是塔拉俄斯之子)希波墨冬——这几人来自阿耳戈斯;来自忒拜的俄狄浦斯之子波吕涅刻斯、埃托利亚人俄纽斯之子堤丢斯、阿卡迪亚人墨拉尼翁之子帕耳忒诺派俄斯。不过也有人不把堤丢斯与波吕涅刻斯计入在内,而将伊菲斯之子厄忒俄克罗斯与墨客斯透斯列入七人之数。
παραγενόμενοι δὲ εἰς Νεμέαν, ἧς ἐβασίλευε Λυκοῦργος, ἐζήτουν ὕδωρ. καὶ αὐτοῖς ἡγήσατο τῆς ἐπὶ κρήνην ὁδοῦ Ὑψιπύλη, νήπιον παῖδα Ὀφέλτην ἀπολιποῦσα, ὃν ἔτρεφεν Εὐρυδίκης ὄντα καὶ Λυκούργου. αἰσθόμεναι γὰρ αἱ Λήμνιαι ὕστερον Θόαντα σεσωσμένον ἐκεῖνον μὲν ἔκτειναν, τὴν δὲ Ὑψιπύλην ἀπημπόλησαν· διὸ πραθεῖσα ἐλάτρευε παρὰ Λυκούργῳ. δεικνυούσης δὲ τὴν κρήνην, ὁ παῖς ἀπολειφθεὶς ὑπὸ δράκοντος διαφθείρεται. τὸν μὲν οὖν δράκοντα ἐπιφανέντες οἱ μετὰ Ἀδράστου κτείνουσι, τὸν δὲ παῖδα θάπτουσιν. Ἀμφιάραος δὲ εἶπεν ἐκείνοις τὸ σημεῖον τὰ μέλλοντα προμαντεύεσθαι·4 τὸν δὲ παῖδα Ἀρχέμορον ἐκάλεσαν. οἱ δὲ ἔθεσαν ἐπʼ αὐτῷ τὸν τῶν Νεμέων ἀγῶνα, καὶ ἵππῳ μὲν ἐνίκησεν Ἄδραστος, σταδίῳ δὲ Ἐτέοκλος, πυγμῇ Τυδεύς, ἅλματι καὶ δίσκῳ Ἀμφιάραος, ἀκοντίῳ Λαόδοκος, πάλῃ Πολυνείκης, τόξῳ Παρθενοπαῖος.
他们来到吕库耳戈斯所统治的涅墨亚寻找水源。许普西皮勒为他们引路前往泉水处,撇下了她所抚育的乳儿俄斐尔忒斯——此子乃欧律狄刻与吕库耳戈斯所生。原来利姆诺斯岛的妇女后来发觉索阿斯幸免于难,便杀死了他,并将许普西皮勒卖掉;因此她被卖到吕库耳戈斯处为仆。正当她引路指出泉水之时,被撇下的婴儿被巨蟒所害。阿德剌斯托斯一行赶来杀死了巨蟒,埋葬了婴儿。安菲阿剌俄斯告诉他们,这一征兆预示着未来的命运;他们便将这婴儿称为阿尔刻摩罗斯。他们为纪念他而设立了涅墨亚竞技会;阿德剌斯托斯在赛马中获胜,厄忒俄克罗斯在短跑中获胜,堤丢斯在拳击中获胜,安菲阿剌俄斯在跳远与铁饼中获胜,劳多科斯在标枪中获胜,波吕涅刻斯在摔跤中获胜,帕耳忒诺派俄斯在射箭中获胜。
ὡς δὲ ἦλθον εἰς τὸν Κιθαιρῶνα, πέμπουσι Τυδέα προεροῦντα Ἐτεοκλεῖ τῆς βασιλείας παραχωρεῖν Πολυνείκει, καθὰ συνέθεντο. μὴ προσέχοντος δὲ Ἐτεοκλέους, διάπειραν τῶν Θηβαίων Τυδεὺς ποιούμενος, καθʼ ἕνα προκαλούμενος πάντων περιεγένετο. οἱ δὲ πεντήκοντα ἄνδρας ὁπλίσαντες ἀπιόντα ἐνήδρευσαν αὐτόν· πάντας δὲ αὐτοὺς χωρὶς Μαίονος ἀπέκτεινε, κἄπειτα ἐπὶ τὸ στρατόπεδον ἦλθεν.
当他们行至基泰戎山时,派遣堤丢斯前去预先通知厄忒俄克勒斯,依照他们此前的约定将王位让给波吕涅刻斯。因厄忒俄克勒斯不予理睬,堤丢斯意图试探忒拜人,便逐一向他们挑战,并将所有人悉数击败。忒拜人于是武装了五十人,在他离去时设伏偷袭;堤丢斯除迈翁外将他们尽数杀死,随后返回了营地。
- 3.6.1παρʼ ἐνιαυτὸν
由介词 παρά 与表示时间跨度的宾格名词 ἐνιαυτόν 构成的习语,意为“隔年”“轮流一年”,修饰以宾格 τὸν ἕτερον 为主语的不定式 ἄρχειν。
- 3.6.2ἦν γὰρ ἐπὶ ταύτῃ
介词 ἐπί 接与格的习惯用法,表示“取决于……”或“在……掌管/决定之下”。主语指代前文关于是否出征的决断权,ταύτῃ 指代厄里菲勒。
- 3.6.2περὶ ὧν ἂν Ἀδράστῳ διαφέρηται
关系代词 ὧν 受省略的先行词 τούτων 的格位吸引而作属格(原结构为 περὶ τούτων ἃ ἂν...)。动词 διαφέρομαι 接人称与格(Ἀδράστῳ),意为“与……发生争执/意见相左”,由 ἄν 加虚拟机构成泛指条件关系从句。
- 3.6.4τὸ σημεῖον τὰ μέλλοντα προμαντεύεσθαι
受动词 εἶπεν 支配的宾格不定式结构。宾格 τὸ σημεῖον 作不定式 προμαντεύεσθαι 的逻辑主语,中性复数宾格 τὰ μέλλοντα 作其直接宾语;前面的与格 ἐκείνοις 则是动词 εἶπεν 的间接宾语。
