← 伪阿波罗多洛斯

书库

§3.5.7-3.5.9

俄狄浦斯的悲剧命运与斯芬克斯之谜

记述了俄狄浦斯的出生、躲避神谕的出逃、途中误杀生父拉伊俄斯、破解斯芬克斯之谜并登基为忒拜王,以及真相大白后的破灭、流亡与在科罗诺斯的去世。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5.7

μετὰ δὲ τὴν Ἀμφίονος τελευτὴν Λάιος τὴν βασιλείαν παρέλαβε. καὶ γήμας θυγατέρα Μενοικέως, ἣν ἔνιοι μὲν Ἰοκάστην ἔνιοι δὲ Ἐπικάστην λέγουσι, χρήσαντος τοῦ θεοῦ μὴ γεννᾶν (τὸν γεννηθέντα γὰρ πατροκτόνον ἔσεσθαι) ὁ δὲ οἰνωθεὶς συνῆλθε τῇ γυναικί.1 καὶ τὸ γεννηθὲν ἐκθεῖναι δίδωσι νομεῖ, περόναις διατρήσας τὰ σφυρά. ἀλλʼ οὗτος μὲν ἐξέθηκεν εἰς Κιθαιρῶνα, Πολύβου δὲ βουκόλοι, τοῦ Κορινθίων βασιλέως, τὸ βρέφος εὑρόντες πρὸς τὴν αὐτοῦ γυναῖκα Περίβοιαν ἤνεγκαν. ἡ δὲ ἀνελοῦσα ὑποβάλλεται, καὶ θεραπεύσασα τὰ σφυρὰ Οἰδίπουν καλεῖ, τοῦτο θεμένη τὸ ὄνομα διὰ τὸ τοὺς πόδας ἀνοιδῆσαι. τελειωθεὶς δὲ ὁ παῖς, καὶ διαφέρων τῶν ἡλίκων ῥώμῃ, διὰ φθόνον ὠνειδίζετο ὑπόβλητος. ὁ δὲ πυνθανόμενος παρὰ τῆς Περιβοίας μαθεῖν οὐκ ἠδύνατο· ἀφικόμενος δὲ εἰς Δελφοὺς περὶ τῶν ἰδίων ἐπυνθάνετο γονέων. ὁ δὲ θεὸς εἶπεν αὐτῷ εἰς τὴν πατρίδα μὴ πορεύεσθαι· τὸν μὲν γὰρ πατέρα φονεύσειν, τῇ μητρὶ δὲ μιγήσεσθαι. τοῦτο ἀκούσας, καὶ νομίζων ἐξ ὧν ἐλέγετο γεγεννῆσθαι,2 Κόρινθον μὲν ἀπέλιπεν, ἐφʼ ἅρματος δὲ διὰ τῆς Φωκίδος φερόμενος συντυγχάνει κατά τινα στενὴν ὁδὸν ἐφʼ ἅρματος ὀχουμένῳ Λαΐῳ. καὶ Πολυφόντου (κῆρυξ δὲ οὗτος ἦν Λαΐου) κελεύοντος ἐκχωρεῖν καὶ διʼ ἀπείθειαν καὶ ἀναβολὴν κτείναντος τῶν ἵππων τὸν ἕτερον, ἀγανακτήσας Οἰδίπους καὶ Πολυφόντην καὶ Λάιον ἀπέκτεινε, καὶ παρεγένετο εἰς Θήβας.

在安菲翁去世之后,拉伊俄斯继承了王位。他娶了墨诺扣斯的女儿——有人称她为约卡斯忒,有人则称她为厄庇卡斯忒——尽管神谕曾告诫不可生育后代(因为所生之子必成弑父者),他却在醉酒之后与妻子结合。他用饰针刺穿婴儿的踝骨,将其交给牧人抛弃。牧人将其抛弃在基泰戎山中,而科林斯人的国王波吕玻斯的牛群牧人发现了这个弃婴,将其带给国王的妻子珀里波亚。珀里波亚抱回婴儿冒充己出,并在调治好他的踝骨后,因其双脚肿胀而为他起名为俄狄浦斯。这孩子长大成人后,因在体力上胜过同龄人,出于嫉妒被人讥嘲为冒名顶替的螟蛉子。他虽向珀里波亚探问,却未能得知实情;于是他来到德尔斐探询自己的亲生父母。神谕告诫他不要返回故土,因为他将杀死生父,并与生母交合。他听到这话,以为自己确为传闻所说的那两人所生,便离开了科林斯;乘着战车穿过福基斯时,他在一条狭窄的道路上与乘着战车的拉伊俄斯相遇。当波吕丰忒斯(此人是拉伊俄斯的传令官)命令他让路,并因其违抗与拖延而杀死了他的一匹马时,俄狄浦斯大怒,将波吕丰忒斯与拉伊俄斯一并杀死,随后抵达了忒拜。

§3.5.8

Λάιον μὲν οὖν θάπτει βασιλεὺς Πλαταιέων Δαμασίστρατος, τὴν δὲ βασιλείαν Κρέων ὁ Μενοικέως παραλαμβάνει. τούτου δὲ βασιλεύοντος οὐ μικρὰ συμφορὰ κατέσχε Θήβας. ἔπεμψε γὰρ Ἥρα Σφίγγα, ἣ μητρὸς μὲν Ἐχίδνης ἦν πατρὸς δὲ Τυφῶνος, εἶχε δὲ πρόσωπον μὲν γυναικός, στῆθος δὲ καὶ βάσιν καὶ οὐρὰν λέοντος καὶ πτέρυγας ὄρνιθος. μαθοῦσα δὲ αἴνιγμα παρὰ μουσῶν ἐπὶ τὸ Φίκιον ὄρος ἐκαθέζετο, καὶ τοῦτο προύτεινε Θηβαίοις. ἦν δὲ τὸ αἴνιγμα· τί ἐστιν ὃ μίαν ἔχον φωνὴν τετράπουν καὶ δίπουν καὶ τρίπουν γίνεται· χρησμοῦ δὲ Θηβαίοις ὑπάρχοντος τηνικαῦτα ἀπαλλαγήσεσθαι τῆς Σφιγγὸς ἡνίκα ἂν τὸ αἴνιγμα λύσωσι, συνιόντες εἰς ταὐτὸ πολλάκις ἐζήτουν τί τὸ λεγόμενόν ἐστιν, ἐπεὶ δὲ μὴ εὕρισκον, ἁρπάσασα ἕνα κατεβίβρωσκε. πολλῶν δὲ ἀπολομένων, καὶ τὸ τελευταῖον Αἵμονος τοῦ Κρέοντος, κηρύσσει Κρέων τῷ τὸ αἴνιγμα λύσοντι καὶ τὴν βασιλείαν καὶ τὴν Λαΐου δώσειν γυναῖκα. Οἰδίπους δὲ ἀκούσας ἔλυσεν, εἰπὼν τὸ αἴνιγμα τὸ ὑπὸ τῆς Σφιγγὸς λεγόμενον ἄνθρωπον εἶναι· γίνεσθαι γὰρ τετράπουν βρέφος ὄντα τοῖς τέτταρσιν ὀχούμενον κώλοις, τελειούμενον δὲ δίπουν, γηρῶντα δὲ τρίτην προσλαμβάνειν βάσιν τὸ βάκτρον.3 ἡ μὲν οὖν Σφὶγξ ἀπὸ τῆς ἀκροπόλεως ἑαυτὴν ἔρριψεν, Οἰδίπους δὲ καὶ τὴν βασιλείαν παρέλαβε καὶ τὴν μητέρα ἔγημεν ἀγνοῶν, καὶ παῖδας ἐτέκνωσεν ἐξ αὐτῆς Πολυνείκη καὶ Ἐτεοκλέα, θυγατέρας δὲ Ἰσμήνην καὶ Ἀντιγόνην. εἰσὶ δὲ οἳ γεννηθῆναι τὰ τέκνα φασὶν ἐξ Εὐρυγανείας αὐτῷ τῆς Ὑπέρφαντος.

普拉泰亚的国王达玛西斯特拉托斯埋葬了拉伊俄斯,墨诺扣斯之子克瑞翁接掌了王权。在他统治期间,忒拜遭遇了不小的灾难。原来赫拉派来了斯芬克斯,其母为厄喀德那,其父为堤丰;她长着女人的面孔,狮子的胸脯、脚掌和尾巴,以及鸟类的翅膀。她从缪斯那里学得一个谜语,便盘踞在斐基翁山上,将这谜语向忒拜人提出。谜语是:“何物发一种声音,却变作四足、二足与三足?”忒拜人得到过神谕,谓一旦猜中谜底便可摆脱斯芬克斯;于是他们常常聚集在一处探求谜语的含义,但因始终未能找出答案,她便抓走一人吞食。在许多人丧命、克瑞翁之子海蒙最终也遇难之后,克瑞翁宣告,谁若能解开这谜语,便将王位和拉伊俄斯的妻子赏给谁。俄狄浦斯听闻后解开了谜底,指出斯芬克斯所说的谜底乃是人:因为在婴儿时期是四足,依靠四肢爬行;长成之后是二足;年老之时则增添手杖作为第三条支柱。于是斯芬克斯从卫城上纵身跳下摔死;俄狄浦斯不仅继承了王权,而且在不知情下娶了自己的母亲,与她生下了儿子波吕涅刻斯和厄忒俄克勒斯,以及女儿伊斯墨涅和安提戈涅。但也有人说,他的子女是由许珀耳法斯之女欧律伽涅亚所生。

§3.5.9

φανέντων δὲ ὕστερον τῶν λανθανόντων, Ἰοκάστη μὲν ἐξ ἀγχόνης ἑαυτὴν ἀνήρτησεν, Οἰδίπους δὲ τὰς ὄψεις τυφλώσας ἐκ Θηβῶν ἠλαύνετο, ἀρὰς τοῖς παισὶ θέμενος, οἳ τῆς πόλεως αὐτὸν ἐκβαλλόμενον θεωροῦντες οὐκ ἐπήμυναν. παραγενόμενος δὲ σὺν Ἀντιγόνῃ τῆς Ἀττικῆς εἰς Κολωνόν, ἔνθα τὸ τῶν Εὐμενίδων ἐστὶ τέμενος, καθίζει ἱκέτης, προσδεχθεὶς ὑπὸ Θησέως, καὶ μετʼ οὐ πολὺν χρόνον ἀπέθανεν.

后来隐秘的真相大白,约卡斯忒悬梁自尽,俄狄浦斯刺瞎双眼,被驱逐出忒拜;他对眼见自己被驱逐出城却不加庇护的儿子们立下了诅咒。他同安提戈涅来到阿提卡的科罗诺斯——即欧墨尼得斯圣域所在之地,受到忒修斯的收留,作为祈求庇护者落座于此,不久之后便与世长辞。

语法注3 条
  1. 3.5.7καὶ γήμας θυγατέρα Μενοικέως, ἣν ἔνιοι μὲν Ἰοκάστην ἔνιοι δὲ Ἐπικάστην λέγουσι, χρήσαντος τοῦ θεοῦ μὴ γεννᾶν (τὸν γεννηθέντα γὰρ πατροκτόνον ἔσεσθαι) ὁ δὲ οἰνωθεὶς συνῆλθε τῇ γυναικί.

    破格构文(anacoluthon):开头的分词短语 καὶ γήμας... 之后插入了属格绝对结构 χρήσαντος τοῦ θεοῦ...,随后以指示代词加小辞 ὁ δὲ οἰνωθείς 重新引出主语,并接限定动词 συνῆλθε。句意上主语始终是拉伊俄斯。

  2. 3.5.7νομίζων ἐξ ὧν ἐλέγετο γεγεννῆσθαι

    先行词省略及介词短语紧缩:ἐξ ὧν ἐλέγετο 代替了 ἐκ τούτων ἐξ ὧν ἐλέγετο,意为“认为自己是由人们相传的那两个人(即波吕玻斯与珀里波亚)所生的”。

  3. 3.5.8γίνεσθαι γὰρ τετράπουν βρέφος ὄντα τοῖς τέτταρσιν ὀχούμενον κώλοις, τελειούμενον δὲ δίπουν, γηρῶντα δὲ τρίτην προσλαμβάνειν βάσιν τὸ βάκτρον.

    间接引语的不定式结构(γίνεσθαι 和 προσλαμβάνειν)。不定式的宾格主语 ἄνθρωπον 从前句(ἄνθρωπον εἶναι)延续而来,分词 βρέφος ὄντα、τελειούμενον 与 γηρῶντα 均与该宾格主语在性数格上保持一致(阳性单数宾格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.5.7-3.5.9