- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.5.5-3.5.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记叙了忒拜王系中拉布达科斯之死与吕科斯的篡权,安提俄珀之子仄托斯与安菲翁的复仇及修建忒拜城墙,以及安菲翁之妻尼俄伯因触怒勒托而导致诸子被射杀的始末。
Πολύδωρος δὲ Θηβῶν βασιλεὺς γενόμενος Νυκτηίδα γαμεῖ, Νυκτέως τοῦ Χθονίου θυγατέρα, καὶ γεννᾷ Λάβδακον. οὗτος ἀπώλετο, μετὰ Πενθέα ἐκείνῳ φρονῶν παραπλήσια.1 καταλιπόντος δὲ Λαβδάκου παῖδα ἐνιαυσιαῖον Λάιον, τὴν ἀρχὴν ἀφείλετο Λύκος, ἕως οὗτος ἦν παῖς, ἀδελφὸς ὢν Νυκτέως. ἀμφότεροι δὲ φυγόντες, ἐπεὶ Φλεγύαν ἀπέκτειναν τὸν Ἄρεος καὶ Δωτίδος τῆς Βοιωτίδος, Ὑρίαν κατῴκουν, καὶ διὰ τὴν πρὸς Πενθέα οἰκειότητα ἐγεγόνεσαν πολῖται. αἱρεθεὶς οὖν Λύκος πολέμαρχος ὑπὸ Θηβαίων ἐπέθετο τῇ δυναστείᾳ, καὶ βασιλεύσας ἔτη εἴκοσι, φονευθεὶς ὑπὸ Ζήθου καὶ Ἀμφίονος θνήσκει διʼ αἰτίαν τήνδε. Ἀντιόπη θυγάτηρ ἦν Νυκτέως· ταύτῃ Ζεὺς συνῆλθεν. ἡ δὲ ὡς ἔγκυος ἐγένετο, τοῦ πατρὸς ἀπειλοῦντος εἰς Σικυῶνα ἀποδιδράσκει πρὸς Ἐπωπέα καὶ τούτῳ γαμεῖται. Νυκτεὺς δὲ ἀθυμήσας ἑαυτὸν φονεύει, δοὺς ἐντολὰς Λύκῳ παρὰ Ἐπωπέως καὶ παρὰ Ἀντιόπης λαβεῖν δίκας. ὁ δὲ στρατευσάμενος Σικυῶνα χειροῦται, καὶ τὸν μὲν Ἐπωπέα κτείνει, τὴν δὲ Ἀντιόπην ἤγαγεν αἰχμάλωτον. ἡ δὲ ἀγομένη δύο γεννᾷ παῖδας ἐν Ἐλευθεραῖς τῆς Βοιωτίας, οὓς ἐκκειμένους εὑρὼν βουκόλος ἀνατρέφει, καὶ τὸν μὲν καλεῖ Ζῆθον τὸν δὲ Ἀμφίονα. Ζῆθος μὲν οὖν ἐπεμελεῖτο βουφορβίων, Ἀμφίων δὲ κιθαρῳδίαν ἤσκει, δόντος αὐτῷ λύραν Ἑρμοῦ. Ἀντιόπην δὲ ᾐκίζετο Λύκος καθείρξας καὶ ἡ τούτου γυνὴ Δίρκη· λαθοῦσα δέ ποτε, τῶν δεσμῶν αὐτομάτως λυθέντων, ἧκεν ἐπὶ τὴν τῶν παίδων ἔπαυλιν, δεχθῆναι πρὸς αὐτῶν θέλουσα. οἱ δὲ ἀναγνωρισάμενοι τὴν μητέρα, τὸν μὲν Λύκον κτείνουσι, τὴν δὲ Δίρκην δήσαντες ἐκ ταύρου2 ῥίπτουσι θανοῦσαν εἰς κρήνην τὴν ἀπʼ ἐκείνης καλουμένην Δίρκην. παραλαβόντες δὲ τὴν δυναστείαν τὴν μὲν πόλιν ἐτείχισαν, ἐπακολουθησάντων τῇ Ἀμφίονος λύρᾳ τῶν λίθων, Λάιον δὲ ἐξέβαλον. ὁ δὲ ἐν Πελοποννήσῳ διατελῶν ἐπιξενοῦται Πέλοπι, καὶ τούτου παῖδα Χρύσιππον ἁρματοδρομεῖν διδάσκων ἐρασθεὶς ἀναρπάζει.
波吕多洛斯成为忒拜国王后,娶了刻托尼俄斯之子纽克透斯的女儿纽克忒伊斯,并生下了拉布达科斯。这拉布达科斯步彭透斯后尘,因持有与彭透斯相似的主张而灭亡。拉布达科斯留下只有一岁的幼子拉伊俄斯去世后,纽克透斯的兄弟吕科斯便在此子尚幼之时篡夺了政权。他们兄弟二人在杀死了阿瑞斯与波俄提亚女子多提斯之子弗勒古阿斯之后出逃,定居于许里亚,并因与彭透斯的亲族关系而获得了公民身份。因此吕科斯被忒拜人选为军事统领后便篡夺了政权,在统治了二十年之后,被仄托斯与安菲翁所杀,其死因如下。安提俄珀是纽克透斯的女儿,宙斯曾与她结合。当她怀孕后,由于父亲的威吓,她逃往西库翁投奔厄波剖斯并嫁给了他。纽克透斯心灰意冷而自尽,遗命吕科斯向厄波剖斯和安提俄珀讨还公道。吕科斯遂发兵征讨西库翁并将其制伏,杀死了厄波剖斯,将安提俄珀押解为俘虏。安提俄珀在被押解途中,于波俄提亚的厄琉忒赖生下了两个男孩;一位牧牛人发现了被抛弃的孩子并抚养了他们,将一个起名为仄托斯,另一个起名为安菲翁。仄托斯照管牛群,而安菲翁则练习伴琴歌唱,因赫耳墨斯赠与了他一把七弦琴。吕科斯及其妻子狄耳刻囚禁并虐待安提俄珀;但有一次,绳索自行脱落,她趁机潜逃,来到儿子们的农庄,希望得到他们的收留。儿子们认出了生母,便杀死了吕科斯,又把狄耳刻绑在公牛上,在她死后将她抛入以她命名的狄耳刻泉中。他们夺取了政权后,在石头跟随着安菲翁的七弦琴的情况下修筑了城墙,并将拉伊俄斯驱逐出境。拉伊俄斯流寓于伯罗奔尼撒,受到珀罗普斯的款待;在教授珀罗普斯之子克律西波斯驾驭战车时,拉伊俄斯爱上了他并将他劫走。
γαμεῖ δὲ Ζῆθος μὲν Θήβην, ἀφʼ ἧς ἡ πόλις Θῆβαι, Ἀμφίων δὲ Νιόβην τὴν Ταντάλου, ἣ γεννᾷ παῖδας μὲν ἑπτά, Σίπυλον Εὐπίνυτον Ἰσμηνὸν Δαμασίχθονα Ἀγήνορα Φαίδιμον Τάνταλον, θυγατέρας δὲ τὰς ἴσας, Ἐθοδαΐαν (ἢ ὥς τινες Νέαιραν) Κλεόδοξαν Ἀστυόχην Φθίαν Πελοπίαν Ἀστυκράτειαν Ὠγυγίαν. Ἡσίοδος δὲ δέκα μὲν υἱοὺς δέκα δὲ θυγατέρας, Ἡρόδωρος δὲ δύο μὲν ἄρρενας τρεῖς δὲ θηλείας, Ὅμηρος δὲ ἓξ μὲν υἱοὺς ἓξ δὲ θυγατέρας φησὶ γενέσθαι. εὔτεκνος δὲ οὖσα Νιόβη τῆς Λητοῦς εὐτεκνοτέρα εἶπεν ὑπάρχειν· Λητὼ δὲ ἀγανακτήσασα τήν τε Ἄρτεμιν καὶ τὸν Ἀπόλλωνα κατʼ αὐτῶν παρώξυνε, καὶ τὰς μὲν θηλείας ἐπὶ τῆς οἰκίας κατετόξευσεν Ἄρτεμις, τοὺς δὲ ἄρρενας κοινῇ πάντας ἐν Κιθαιρῶνι Ἀπόλλων κυνηγετοῦντας ἀπέκτεινεν. ἐσώθη δὲ τῶν μὲν ἀρρένων Ἀμφίων, τῶν δὲ θηλειῶν Χλωρὶς ἡ πρεσβυτέρα, ᾗ Νηλεὺς συνῴκησε. κατὰ δὲ Τελέσιλλαν ἐσώθησαν Ἀμύκλας καὶ Μελίβοια, ἐτοξεύθη δὲ ὑπʼ αὐτῶν καὶ Ἀμφίων, αὐτὴ δὲ Νιόβη Θήβας ἀπολιποῦσα πρὸς τὸν πατέρα Τάνταλον ἧκεν εἰς Σίπυλον, κἀκεῖ Διὶ εὐξαμένη τὴν μορφὴν εἰς λίθον μετέβαλε, καὶ χεῖται δάκρυα νύκτωρ καὶ μεθʼ ἡμέραν τοῦ λίθου.3
仄托斯娶了忒拜,城邑因她而得名忒拜;安菲翁娶了坦塔洛斯之女尼俄伯。尼俄伯生了七个儿子,即西普洛斯、欧皮纽托斯、伊斯墨诺斯、达玛西克同、阿格诺尔、斐狄摩斯、坦塔洛斯;并生有同样数目的女儿,即厄托达亚(或依某些人的说法是涅埃拉)、克勒俄多克萨、阿斯堤俄刻、珀提亚、珀罗皮亚、阿斯堤克剌忒亚、俄古吉亚。然而赫西俄德说生了十个儿子和十个女儿,希罗多洛斯说是两个男孩和三个女孩,荷马则说是六个儿子和六个女儿。尼俄伯因多子嗣,便声称自己比勒托更富于子嗣;勒托被激怒,唆使阿耳忒弥斯和阿波罗去对付他们。阿耳忒弥斯在屋中射杀了女儿们,阿波罗则在基泰戎山中杀死了聚在一起打猎的所有儿子。儿子中仅有安菲翁幸免于难,女儿中则只有长女克罗里斯生还,涅琉斯曾与她成婚。但依照忒勒西拉的说法,阿密克拉斯和墨利波亚生还,安菲翁亦被二神射杀。尼俄伯自己则离开了忒拜,前往西普洛斯投奔父亲坦塔洛斯,并在那里向宙斯祈祷,形体化作了石头,至今那石头日夜都在淌着眼泪。
- 3.5.5ἐκείνῳ φρονῶν παραπλήσια
与格 ἐκείνῳ 受 παραπλήσια(与之相似的事物)支配,意为“心怀与彼相似之念”,指拉布达科斯如同彭透斯一样抗拒并反对狄奥尼索斯崇拜。
- 3.5.5δήσαντες ἐκ ταύρου
介词 ἐκ 搭配属格 ταύρου 表示依附或系缚的基点(“缚于公牛之上”),指将受刑者绑在公牛身上拖拽致死的行刑方式。
- 3.5.6τοῦ λίθου
依附于动词 χεῖται(流淌)的离格性属格(ablatival genitive),不加介词而直接表示起点,意为“从那石头中(淌出眼泪)”。
