← 伪阿波罗多洛斯

书库

§3.5.1-3.5.4

狄奥尼索斯的漫游与卡德摩斯化蛇

狄奥尼索斯身陷疯癫漫游各地,先后以疯狂惩罚了色雷斯的吕库尔戈斯、忒拜的彭透斯、阿尔戈斯的蔑视者及第勒尼安海盗,彰显神威后将母亲接往天庭;与此同时,卡德摩斯与哈耳摩尼亚离开忒拜平定伊利里亚,最终化为巨蛇被送往至福乐土。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5.1

Διόνυσος δὲ εὑρετὴς ἀμπέλου γενόμενος, Ἥρας μανίαν αὐτῷ ἐμβαλούσης περιπλανᾶται Αἴγυπτόν τε καὶ Συρίαν. καὶ τὸ μὲν πρῶτον Πρωτεὺς αὐτὸν ὑποδέχεται βασιλεὺς Αἰγυπτίων, αὖθις δὲ εἰς Κύβελα τῆς Φρυγίας ἀφικνεῖται, κἀκεῖ καθαρθεὶς ὑπὸ Ῥέας καὶ τὰς τελετὰς ἐκμαθών, καὶ λαβὼν παρʼ ἐκείνης τὴν στολήν, διὰ τῆς Θράκης ἠπείγετο. Λυκοῦργος δὲ παῖς Δρύαντος, Ἠδωνῶν βασιλεύων, οἳ Στρυμόνα ποταμὸν παροικοῦσι, πρῶτος ὑβρίσας ἐξέβαλεν αὐτόν. καὶ Διόνυσος μὲν εἰς θάλασσαν πρὸς Θέτιν τὴν Νηρέως κατέφυγε, Βάκχαι δὲ ἐγένοντο αἰχμάλωτοι καὶ τὸ συνεπόμενον Σατύρων πλῆθος αὐτῷ. αὖθις δὲ αἱ Βάκχαι ἐλύθησαν ἐξαίφνης, Λυκούργῳ δὲ μανίαν ἐνεποίησε Διόνυσος. ὁ δὲ μεμηνὼς Δρύαντα τὸν παῖδα, ἀμπέλου νομίζων κλῆμα κόπτειν, πελέκει πλήξας ἀπέκτεινε, καὶ ἀκρωτηριάσας αὐτὸν ἐσωφρόνησε.1 τῆς δὲ γῆς ἀκάρπου μενούσης, ἔχρησεν ὁ θεὸς καρποφορήσειν αὐτήν, ἂν θανατωθῇ Λυκοῦργος. Ἠδωνοὶ δὲ ἀκούσαντες εἰς τὸ Παγγαῖον αὐτὸν ἀπαγαγόντες ὄρος ἔδησαν, κἀκεῖ κατὰ Διονύσου βούλησιν ὑπὸ ἵππων διαφθαρεὶς ἀπέθανε.

狄奥尼索斯发现了葡萄树,但赫拉向他降下疯癫,他便在埃及和叙利亚流浪。起初,埃及人的国王普罗透斯接待了他,后来他来到弗律癸亚的库贝拉;他在那里接受了瑞亚的净化,学会了密仪,并从她那里得到了长袍,随后穿行色雷斯急速前进。然而,居住在斯特律蒙河畔的埃多尼人的国王、德律阿斯之子吕库尔戈斯率先侮辱并驱逐了他。狄奥尼索斯逃入海中投奔涅柔斯之女忒提斯,巴克科斯女信徒们以及随行的一众萨堤洛斯则沦为俘虏。然而随后巴克科斯女信徒们突然获释,狄奥尼索斯使吕库尔戈斯陷入疯狂。他神智狂乱,以为自己在砍伐葡萄藤的嫩枝,遂用斧子砍死了自己的儿子德律阿斯,并在残伤其肢体后才恢复了清醒。由于土地依然寸草不生,神降下神谕说,唯有将吕库尔戈斯处死,土地才会重新丰产。埃多尼人听闻此言,便将他押解到潘盖翁山捆绑起来,在那里,他按照狄奥尼索斯的意志被群马分尸而死。

§3.5.2

διελθὼν δὲ Θρᾴκην ἧκεν εἰς Θήβας, καὶ τὰς γυναῖκας ἠνάγκασε καταλιπούσας τὰς οἰκίας βακχεύειν ἐν τῷ Κιθαιρῶνι. Πενθεὺς δὲ γεννηθεὶς ἐξ Ἀγαυῆς Ἐχίονι, παρὰ Κάδμου εἰληφὼς τὴν βασιλείαν, διεκώλυε ταῦτα γίνεσθαι, καὶ παραγενόμενος εἰς Κιθαιρῶνα τῶν Βακχῶν κατάσκοπος ὑπὸ τῆς μητρὸς Ἀγαυῆς κατὰ μανίαν ἐμελίσθη· ἐνόμισε γὰρ αὐτὸν θηρίον εἶναι. δείξας δὲ Θηβαίοις ὅτι θεός ἐστιν, ἧκεν εἰς Ἄργος, κἀκεῖ πάλιν οὐ τιμώντων αὐτὸν2 ἐξέμηνε τὰς γυναῖκας. αἱ δὲ ἐν τοῖς ὄρεσι τοὺς ἐπιμαστιδίους ἔχουσαι παῖδας τὰς σάρκας αὐτῶν ἐσιτοῦντο.

狄奥尼索斯穿过色雷斯后,来到了忒拜,迫使妇女们离开家园,在基泰戎山中狂欢祭神。阿高厄为厄喀翁所生的儿子彭透斯从卡德摩斯手中继承了王位,试图阻止这些事情发生;他作为窥探巴克科斯女信徒的密探来到基泰戎山,却在狂乱中被其母阿高厄撕成了碎片,因为她将他当成了一头野兽。狄奥尼索斯向忒拜人彰显了自己是神之后,又来到阿尔戈斯;在那里,因人们同样不敬奉他,他又使妇女们陷入狂乱。她们在山中抱着吃奶的婴儿,吞食其肉。

§3.5.3

βουλόμενος δὲ ἀπὸ τῆς Ἰκαρίας εἰς Νάξον διακομισθῆναι, Τυρρηνῶν λῃστρικὴν ἐμισθώσατο τριήρη. οἱ δὲ αὐτὸν ἐνθέμενοι Νάξον μὲν παρέπλεον, ἠπείγοντο δὲ εἰς τὴν Ἀσίαν ἀπεμπολήσοντες. ὁ δὲ τὸν μὲν ἱστὸν καὶ τὰς κώπας ἐποίησεν ὄφεις, τὸ δὲ σκάφος ἔπλησε κισσοῦ καὶ βοῆς αὐλῶν· οἱ δὲ ἐμμανεῖς γενόμενοι κατὰ τῆς θαλάττης ἔφυγον καὶ ἐγένοντο δελφῖνες. ὣς δὲ αὐτὸν θεὸν ἄνθρωποι ἐτίμων,3 ὁ δὲ ἀναγαγὼν ἐξ Ἅιδου τὴν μητέρα, καὶ προσαγορεύσας Θυώνην, μετʼ αὐτῆς εἰς οὐρανὸν ἀνῆλθεν.

他想从伊卡利亚前往纳克索斯,便租雇了一艘第勒尼安海盗的三列桨座战船。然而他们将他带上船后,却径直驶过了纳克索斯,急忙开往亚洲打算将他出卖为奴。狄奥尼索斯把桅杆和船桨变成了蛇,使船舱中充斥着常春藤和长笛之声;水手们陷入疯癫,纷纷投海,变成了海豚。如此人们便将他作为神明来敬奉,他从哈得斯领出了母亲,称她为堤俄涅,并与她一同升入了天空。

§3.5.4

ὁ δὲ Κάδμος μετὰ Ἁρμονίας Θήβας ἐκλιπὼν πρὸς Ἐγχελέας παραγίνεται. τούτοις δὲ ὑπὸ Ἰλλυριῶν πολεμουμένοις ὁ θεὸς ἔχρησεν Ἰλλυριῶν κρατήσειν, ἐὰν ἡγεμόνας Κάδμον καὶ Ἁρμονίαν ἔχωσιν. οἱ δὲ πεισθέντες ποιοῦνται κατὰ Ἰλλυριῶν ἡγεμόνας τούτους καὶ κρατοῦσι. καὶ βασιλεύει Κάδμος Ἰλλυριῶν, καὶ παῖς Ἰλλυριὸς αὐτῷ γίνεται. αὖθις δὲ μετὰ Ἁρμονίας εἰς δράκοντα μεταβαλὼν εἰς Ἠλύσιον πεδίον ὑπὸ Διὸς ἐξεπέμφθη.

卡德摩斯则带着哈耳摩尼亚离开忒拜,来到了恩刻勒斯人那里。恩刻勒斯人当时正遭到伊利里亚人的攻打,神降下神谕说,如果他们以卡德摩斯和哈耳摩尼亚为统领,便能战胜伊利里亚人。他们听信神谕,立二人为对抗伊利里亚人的领袖,并取得了胜利。卡德摩斯成为了伊利里亚人的国王,并生有一子伊利里俄斯。后来,他与哈耳摩尼亚化作巨蛇,被宙斯送往了至福乐土。

语法注3 条
  1. 3.5.1ἀκρωτηριάσας αὐτὸν ἐσωφρόνησε

    分词 ἀκρωτηριάσας 的宾语 αὐτόν 指代前文被斧头砍倒的儿子德律阿斯(Δρύαντα),意为“残伤他(儿子)的肢体后恢复了神智”。虽然某些神话异文记述吕库尔戈斯自残肢体,但在语法和语境上,αὐτόν 自然承接前述受害者儿子。

  2. 3.5.2οὐ τιμώντων αὐτὸν

    此为属格独立结构,其逻辑主语在句中并未明确出现,需从前文地名 Ἄργος(阿尔戈斯)推断出其居民(阿尔戈斯人),表原因:“因他们(阿尔戈斯人)不敬奉他”。

  3. 3.5.3ὣς δὲ αὐτὸν θεὸν ἄνθρωποι ἐτίμων

    带重音的 ὣς 可作指示副词 ὥς(“如此地”、“这样”),意为“人们便如此将他敬奉为神”;亦可看作时间连词 ὡς(“当……时”)的变体,引导从句修饰后续主句(ὁ δὲ ἀναγαγὼν...)。各语言在此统一理解为带有因果过渡的时间性从句(“人们如此将他作为神明来敬奉时/人们这样敬奉他为神之后”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.5.1-3.5.4