← 伪阿波罗多洛斯

书库

§3.4.3-3.4.4

狄奥尼索斯的诞生与阿克泰翁之死

记述了宙斯与塞墨勒结合所诞下的狄奥尼索斯及其经历、伊诺一家的发狂与毁灭,以及阿克泰翁被自己的猎犬撕食的始末与不同传说记载。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4.3

Σεμέλης δὲ Ζεὺς ἐρασθεὶς Ἥρας κρύφα συνευνάζεται. ἡ δὲ ἐξαπατηθεῖσα ὑπὸ Ἥρας, κατανεύσαντος αὐτῇ Διὸς πᾶν τὸ αἰτηθὲν ποιήσειν,1 αἰτεῖται τοιοῦτον αὐτὸν ἐλθεῖν οἷος ἦλθε μνηστευόμενος Ἥραν. Ζεὺς δὲ μὴ δυνάμενος ἀνανεῦσαι παραγίνεται εἰς τὸν θάλαμον αὐτῆς ἐφʼ ἅρματος ἀστραπαῖς ὁμοῦ καὶ βρονταῖς, καὶ κεραυνὸν ἵησιν. Σεμέλης δὲ διὰ τὸν φόβον ἐκλιπούσης, ἑξαμηνιαῖον τὸ βρέφος ἐξαμβλωθὲν ἐκ τοῦ πυρὸς ἁρπάσας ἐνέρραψε τῷ μηρῷ. ἀποθανούσης δὲ Σεμέλης, αἱ λοιπαὶ Κάδμου θυγατέρες διήνεγκαν λόγον, συνηυνῆσθαι θνητῷ τινι Σεμέλην καὶ καταψεύσασθαι Διός, καὶ ὅτι διὰ τοῦτο ἐκεραυνώθη.2 κατὰ δὲ τὸν χρόνον τὸν καθήκοντα Διόνυσον γεννᾷ Ζεὺς λύσας τὰ ῥάμματα, καὶ δίδωσιν Ἑρμῇ. ὁ δὲ κομίζει πρὸς Ἰνὼ καὶ Ἀθάμαντα καὶ πείθει τρέφειν ὡς κόρην. ἀγανακτήσασα δὲ Ἥρα μανίαν αὐτοῖς ἐνέβαλε, καὶ Ἀθάμας μὲν τὸν πρεσβύτερον παῖδα Λέαρχον ὡς ἔλαφον θηρεύσας ἀπέκτεινεν, Ἰνὼ δὲ τὸν Μελικέρτην εἰς πεπυρωμένον λέβητα ῥίψασα, εἶτα βαστάσασα μετὰ νεκροῦ τοῦ παιδὸς ἥλατο κατὰ βυθοῦ. καὶ Λευκοθέα μὲν αὐτὴ καλεῖται, Παλαίμων δὲ ὁ παῖς, οὕτως ὀνομασθέντες ὑπὸ τῶν πλεόντων· τοῖς χειμαζομένοις γὰρ βοηθοῦσιν. ἐτέθη δὲ ἐπὶ Μελικέρτῃ ὁ ἀγὼν τῶν Ἰσθμίων, Σισύφου θέντος. Διόνυσον δὲ Ζεὺς εἰς ἔριφον ἀλλάξας τὸν Ἥρας θυμὸν ἔκλεψε,3 καὶ λαβὼν αὐτὸν Ἑρμῆς πρὸς νύμφας ἐκόμισεν ἐν Νύσῃ κατοικούσας τῆς Ἀσίας, ἃς ὕστερον Ζεὺς καταστερίσας ὠνόμασεν Ὑάδας.

宙斯爱上了塞墨勒,背着赫拉与她同寝。但塞墨勒受到赫拉的欺骗,在宙斯向她允诺凡所祈求皆予照办之后,请求宙斯以向赫拉求婚时所显现的同样形象来到她身边。宙斯无法回绝,便驾着战车伴随着电闪雷鸣来到她的卧房,并投下霹雳。塞墨勒因恐惧而气绝身亡,宙斯从烈火中夺出六个月大的流产胎儿,缝进了自己的大腿中。塞墨勒死后,卡德摩斯其余的女儿们散布流言,称塞墨勒与某个凡人私通却诬称是宙斯,正因如此她才遭雷击而亡。在适当时期,宙斯拆开缝线生下了狄奥尼索斯,并把他交给了赫耳墨斯。赫耳墨斯将他带给伊诺和阿塔玛斯,说服他们将其当作女孩抚养。但赫拉大为恼怒,向他们降下疯癫:阿塔玛斯将长子勒阿耳科斯当作鹿狩猎并杀死,伊诺则把墨利客耳忒斯扔进沸腾的大锅,随后抱起死去的孩子跳入了深海。她本人被称为勒科忒亚,孩子被称为帕莱蒙,航海者们如此称呼他们,因为他们会救助遭遇风暴的人。此外,科林斯地峡运动会也是西绪福斯为纪念墨利客耳忒斯而创设的。宙斯将狄奥尼索斯变成一头小山羊,躲避了赫拉的愤怒,赫耳墨斯抱起他,送到了居住在亚洲尼萨的宁芙仙女那里;后来宙斯将她们化作星辰,命名为许阿得斯。

§3.4.4

Αὐτονόης δὲ καὶ Ἀρισταίου παῖς Ἀκταίων ἐγένετο, ὃς τραφεὶς παρὰ Χείρωνι κυνηγὸς ἐδιδάχθη, καὶ ἔπειτα ὕστερον ἐν τῷ Κιθαιρῶνι κατεβρώθη ὑπὸ τῶν ἰδίων κυνῶν. καὶ τοῦτον ἐτελεύτησε τὸν τρόπον, ὡς μὲν Ἀκουσίλαος λέγει, μηνίσαντος τοῦ Διὸς ὅτι ἐμνηστεύσατο Σεμέλην,4 ὡς δὲ οἱ πλείονες, ὅτι τὴν Ἄρτεμιν λουομένην εἶδε. καί φασι τὴν θεὸν παραχρῆμα αὐτοῦ τὴν μορφὴν εἰς ἔλαφον ἀλλάξαι, καὶ τοῖς ἑπομένοις αὐτῷ πεντήκοντα κυσὶν ἐμβαλεῖν λύσσαν, ὑφʼ ὧν κατὰ ἄγνοιαν ἐβρώθη. ἀπολομένου δὲ Ἀκταίωνος οἱ κύνες ἐπιζητοῦντες τὸν δεσπότην κατωρύοντο, καὶ ζήτησιν ποιούμενοι παρεγένοντο ἐπὶ τὸ τοῦ Χείρωνος ἄντρον, ὃς εἴδωλον κατεσκεύασεν Ἀκταίωνος, ὃ καὶ τὴν λύπην αὐτῶν ἔπαυσε. "."

奥托诺厄与阿里斯泰俄斯生有一子阿克泰翁,他在客戎身边抚养长大,被训练成一名猎人,其后在基泰戎山上被自己的猎犬吃掉。他这样死去,如阿库西拉奥斯所说,是因为宙斯恼恨他曾向塞墨勒求婚;但大多数人则说,是因为他看见了正在沐浴的阿耳忒弥斯。人们说女神立刻将他的形貌变成了鹿,并将疯狂灌注进跟随他的五十条猎犬体内,猎犬在不知情中将他吞食。阿克泰翁死后,猎犬们四处嚎叫寻找主人,搜寻之中来到了客戎的洞穴;客戎制作了阿克泰翁的一尊雕像,这平息了它们的悲伤。

语法注4 条
  1. 3.4.3κατανεύσαντος αὐτῇ Διὸς πᾶν τὸ αἰτηθὲν ποιήσειν

    属格独立结构。未来时不定式 ποιήσειν 充当分词 κατανεύσαντος(点头允诺)的宾语成分,意为“在宙斯向她允诺凡所祈求皆予照办之后”。

  2. 3.4.3αἱ λοιπαὶ Κάδμου θυγατέρες διήνεγκαν λόγον, συνηυνῆσθαι θνητῷ τινι Σεμέλην καὶ καταψεύσασθαι Διός, καὶ ὅτι διὰ τοῦτο ἐκεραυνώθη

    在由 διήνεγκαν λόγον(散布传言)引出的间接引语中,并列连词 καὶ 连接了两种不同的语法结构:前为宾格不定式结构(συνηυνῆσθαι... καὶ καταψεύσασθαι),后接由 ὅτι 引导的直陈式从句(καὶ ὅτι... ἐκεραυνώθη),强调了被雷劈的原因。

  3. 3.4.3τὸν Ἥρας θυμὸν ἔκλεψε

    动词 κλέπτω 的引申用法,字面为“偷取”,在此意为“欺瞒躲过/逃避了(赫拉的怒气)”。结合上下文(将狄奥尼索斯变成小羊),表示通过欺骗手段避开追究。

  4. 3.4.4μηνίσαντος τοῦ Διὸς ὅτι ἐμνηστεύσατο Σεμέλην

    表原因的属格独立结构(“因宙斯发怒……”),与 ὡς μὲν Ἀκουσίλαος λέγει 连用,与后文 ὡς δὲ οἱ πλείονες, ὅτι... 构成关于阿克泰翁死因的两种不同学说的对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.4.3-3.4.4