← 伪阿波罗多洛斯

书库

§3.4.1-3.4.2

卡德摩斯建立忒拜与迎娶哈耳摩尼亚

卡德摩斯在神谕指引下到达忒拜之地,诛杀了泉水边的毒龙,借助从龙牙中生出的地生人幸存者建立城邦,并在赎罪服役之后迎娶哈耳摩尼亚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4.1

Κάδμος δὲ ἀποθανοῦσαν θάψας Τηλέφασσαν, ὑπὸ Θρακῶν ξενισθείς, ἦλθεν εἰς Δελφοὺς περὶ τῆς Εὐρώπης πυνθανόμενος. ὁ δὲ θεὸς εἶπε περὶ μὲν Εὐρώπης μὴ πολυπραγμονεῖν, χρῆσθαι δὲ καθοδηγῷ βοΐ, καὶ πόλιν κτίζειν ἔνθα ἂν αὕτη πέσῃ καμοῦσα. τοιοῦτον λαβὼν χρησμὸν διὰ Φωκέων ἐπορεύετο, εἶτα βοῒ συντυχὼν ἐν τοῖς Πελάγοντος βουκολίοις ταύτῃ κατόπισθεν εἵπετο. ἡ δὲ διεξιοῦσα Βοιωτίαν ἐκλίθη, πόλις ἔνθα νῦν εἰσι Θῆβαι. βουλόμενος δὲ Ἀθηνᾷ καταθῦσαι τὴν βοῦν, πέμπει τινὰς τῶν μεθʼ ἑαυτοῦ ληψομένους ἀπὸ τῆς Ἀρείας κρήνης ὕδωρ· φρουρῶν δὲ τὴν κρήνην δράκων, ὃν ἐξ Ἄρεος εἶπόν τινες γεγονέναι, τοὺς πλείονας τῶν πεμφθέντων διέφθειρεν. ἀγανακτήσας δὲ Κάδμος κτείνει τὸν δράκοντα, καὶ τῆς Ἀθηνᾶς ὑποθεμένης τοὺς ὀδόντας αὐτοῦ σπείρει. τούτων δὲ σπαρέντων ἀνέτειλαν ἐκ γῆς ἄνδρες ἔνοπλοι, οὓς ἐκάλεσαν Σπαρτούς. οὗτοι δὲ ἀπέκτειναν ἀλλήλους, οἱ μὲν εἰς ἔριν ἀκούσιον ἐλθόντες, οἱ δὲ ἀγνοοῦντες. Φερεκύδης δέ φησιν ὅτι Κάδμος, ἰδὼν ἐκ γῆς ἀναφυομένους ἄνδρας ἐνόπλους, ἐπʼ αὐτοὺς ἔβαλε λίθους, οἱ δὲ ὑπʼ ἀλλήλων νομίζοντες βάλλεσθαι εἰς μάχην κατέστησαν. περιεσώθησαν δὲ πέντε, Ἐχίων Οὐδαῖος Χθονίος Ὑπερήνωρ Πέλωρος.

卡德摩斯安葬了去世的忒勒法莎,并受到色雷斯人的款待后,便前往德尔斐询问关于欧罗巴的下落。然而神告诫他不要再去探寻欧罗巴,而要用一头牝牛作为向导,在这头牛精疲力竭卧倒之处建立城邦。得到这般神谕后,他穿过福客斯地区,随后在珀拉工的牛群中遇到一头牝牛,便紧随其后。那头牛穿过玻俄提亚,卧倒在如今忒拜城所在的地方。由于卡德摩斯想要将这头牛献祭给雅典娜,便派身边随从中的一些人去阿瑞斯的泉水处取水;但守卫泉水的一条巨龙——有人说它是阿瑞斯的后代——杀害了绝大多数被派去的人。卡德摩斯大怒,诛杀了巨龙,并在雅典娜的授意下播下了龙的牙齿。这些牙齿播种之后,全副武装的勇士从地里长了出来,人们称他们为“地生人”。他们自相残杀,有的陷入了非自愿的争斗,有的则是不明就里。但费瑞居德斯说,卡德摩斯见全副武装的勇士从土里长出,便向他们投掷石块,而他们以为是彼此在投石袭击,便互相交战起来。最终有五人幸存下来:厄客翁、乌代奥斯、克托尼奥斯、许珀瑞诺尔和珀罗洛斯。

§3.4.2

Κάδμος δὲ ἀνθʼ ὧν ἔκτεινεν1 ἀίδιον ἐνιαυτὸν ἐθήτευσεν Ἄρει· ἦν δὲ ὁ ἐνιαυτὸς τότε ὀκτὼ ἔτη. μετὰ δὲ τὴν θητείαν Ἀθηνᾶ αὐτῷ τὴν βασιλείαν κατεσκεύασε, Ζεὺς δὲ ἔδωκεν αὐτῷ γυναῖκα Ἁρμονίαν, Ἀφροδίτης καὶ Ἄρεος θυγατέρα. καὶ πάντες θεοὶ καταλιπόντες τὸν οὐρανόν, ἐν τῇ Καδμείᾳ τὸν γάμον εὐωχούμενοι καθύμνησαν. ἔδωκε δὲ αὐτῇ Κάδμος πέπλον καὶ τὸν ἡφαιστότευκτον ὅρμον, ὃν ὑπὸ Ἡφαίστου λέγουσί τινες δοθῆναι Κάδμῳ, Φερεκύδης δὲ ὑπὸ Εὐρώπης· ὃν παρὰ Διὸς αὐτὴν λαβεῖν.2 γίνονται δὲ Κάδμῳ θυγατέρες μὲν Αὐτονόη Ἰνὼ Σεμέλη Ἀγαυή, παῖς δὲ Πολύδωρος. Ἰνὼ μὲν οὖν Ἀθάμας ἔγημεν, Αὐτονόην δὲ Ἀρισταῖος, Ἀγαυὴν δὲ Ἐχίων.

卡德摩斯为了抵偿杀害〔巨龙〕之罪,给阿瑞斯服了“永久的一年”的役;当时的一年即相当于八年。 服役期满之后,雅典娜为他建立了王权,宙斯则将阿佛洛狄忒与阿瑞斯之女哈耳摩尼亚许配给他为妻。所有的神祇都离开天界,在卡德摩斯卫城设宴欢聚,齐声颂歌赞美这桩婚礼。卡德摩斯赠予她一件长袍和赫淮斯托斯打造的项链;关于这条项链,有人说是赫淮斯托斯赠给卡德摩斯的,而费瑞居德斯则说是欧罗巴所赠,她是自宙斯处得到了它。卡德摩斯生有数女:奥托诺厄、伊诺、塞墨勒、阿高厄,以及一个儿子波吕多洛斯。后来,阿塔玛斯娶了伊诺,阿里斯泰俄斯娶了奥托诺厄,厄客翁娶了阿高厄。

语法注2 条
  1. 3.4.2ἀνθʼ ὧν ἔκτεινεν

    此为 ἀντὶ τούτων οὕς(作为杀死那些人的代偿)的吸引构式(关系代词受介词 ἀντί 支配而变为属格 ὧν),或相当于连词化的 ἀντὶ τούτου ὅτι(作为其杀戮行为的代偿)。该介词短语充当状语,表示卡德摩斯为杀龙之举承担抵偿与赎罪的义务。

  2. 3.4.2ὃν παρὰ Διὸς αὐτὴν λαβεῖν

    关系从句中的宾格加不定式构式(Accusativus cum Infinitivo)。前文间接引语的统辖力(Φερεκύδης δὲ [λέγει])延伸至由关系代词 ὃν(项链)所引导的从句内部,因而该从句未用限定动词,而是由逻辑主语的宾格 αὐτήν 与不定式 λαβεῖν 构成。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.4.1-3.4.2