← 伪阿波罗多洛斯

书库

§3.3.1-3.3.2

格劳科斯之死与波吕伊多斯的复活之术

记述了丢卡利翁的后裔,以及预言者波吕伊多斯借助蛇所采之草药使米诺斯早夭之子格劳科斯复生的经过,并以此结束欧罗巴后裔的记述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3.1

Δευκαλίωνι δὲ ἐγένοντο Ἰδομενεύς τε καὶ Κρήτη καὶ νόθος Μόλος. Γλαῦκος δὲ ἔτι νήπιος ὑπάρχων, μῦν διώκων εἰς μέλιτος πίθον πεσὼν ἀπέθανεν. ἀφανοῦς δὲ ὄντος αὐτοῦ Μίνως πολλὴν ζήτησιν ποιούμενος περὶ τῆς εὑρέσεως ἐμαντεύετο. Κούρητες δὲ εἶπον αὐτῷ τριχρώματον ἐν ταῖς ἀγέλαις ἔχειν βοῦν, τὸν δὲ τὴν ταύτης χρόαν ἄριστα εἰκάσαι δυνηθέντα καὶ ζῶντα τὸν παῖδα ἀποδώσειν.1 συγκληθέντων δὲ τῶν μάντεων Πολύιδος ὁ Κοιρανοῦ τὴν χρόαν τῆς βοὸς εἴκασε βάτου καρπῷ, καὶ ζητεῖν τὸν παῖδα ἀναγκασθεὶς διά τινος μαντείας ἀνεῦρε. λέγοντος δὲ Μίνωος ὅτι δεῖ καὶ ζῶντα ἀπολαβεῖν αὐτόν, ἀπεκλείσθη σὺν τῷ νεκρῷ. ἐν ἀμηχανίᾳ δὲ πολλῇ τυγχάνων εἶδε δράκοντα ἐπὶ τὸν νεκρὸν ἰόντα· τοῦτον βαλὼν λίθῳ ἀπέκτεινε, δείσας μὴ κἂν αὐτὸς τελευτήσῃ, εἴ τι τὸ σῶμα πάθοι.2 ἔρχεται δὲ ἕτερος δράκων, καὶ θεασάμενος νεκρὸν τὸν πρότερον ἄπεισιν, εἶτα ὑποστρέφει πόαν κομίζων, καὶ ταύτην ἐπιτίθησιν ἐπὶ πᾶν τὸ τοῦ ἑτέρου σῶμα· ἐπιτεθείσης δὲ τῆς πόας ἀνέστη. θεασάμενος δὲ Πολύιδος καὶ θαυμάσας, τὴν αὐτὴν πόαν προσενεγκὼν τῷ τοῦ Γλαύκου σώματι ἀνέστησεν.

丢卡利翁生下了伊多墨纽斯和克里特,以及私生子莫洛斯。而格劳科斯尚在幼年之时,因追逐一只老鼠跌入蜜罐中溺死。在他失踪后,米诺斯四处搜寻,并就寻获他一事向神请示。库瑞忒斯们告诉他,他的牛群中有一头具三种颜色的牝牛,凡能将这头牛的毛色比拟得最为贴切之人,也能将孩子活着带回。在召集众预言者之后,科伊拉诺斯之子波吕伊多斯将牝牛的颜色比作黑莓的果实;在被迫去寻找那孩子后,他通过某种占卜找到了他。但米诺斯说也必须将他活着领回,于是波吕伊多斯与尸体一同被关押起来。在陷入绝大困境之际,他看到一条蛇正爬向尸体;他害怕若尸体遭遇不测自己也会送命,便用石头砸死了这条蛇。但另一条蛇爬来,见前一条蛇已死便离去,随后衔着一株草药返回,将其敷在那条蛇的全身;草药敷上后,蛇便复活了。目睹此景并深感惊奇的波吕伊多斯,将同样的草药敷在格劳科斯的尸体上,使其复生。

§3.3.2

ἀπολαβὼν δὲ Μίνως τὸν παῖδα οὐδʼ οὕτως εἰς Ἄργος ἀπιέναι τὸν Πολύιδον εἴα, πρὶν ἢ τὴν μαντείαν διδάξαι τὸν Γλαῦκον·3 ἀναγκασθεὶς δὲ Πολύιδος διδάσκει. καὶ ἐπειδὴ ἀπέπλει, κελεύει τὸν Γλαῦκον εἰς τὸ στόμα ἐμπτύσαι· καὶ τοῦτο ποιήσας Γλαῦκος τῆς μαντείας ἐπελάθετο. τὰ μὲν οὖν περὶ τῶν τῆς Εὐρώπης ἀπογόνων μέχρι τοῦδέ μοι λελέχθω.4

米诺斯迎回了孩子,但即便如此,在波吕伊多斯教会格劳科斯预言之术以前,也不准他返回阿耳戈斯;波吕伊多斯被迫传授了他。而在扬帆起航之际,他让格劳科斯朝自己的嘴里吐一口唾沫;格劳科斯照做后,便将预言之术彻底忘却。关于欧罗巴的后裔,至此便由我讲述完毕。

语法注4 条
  1. 3.3.1τὸν δὲ τὴν ταύτης χρόαν ἄριστα εἰκάσαι δυνηθέντα καὶ ζῶντα τὸν παῖδα ἀποδώσειν

    间接引语中由 εἶπον 引出的宾格不定式结构。实质化分词 τὸν ... δυνηθέντα 作将来时不定式 ἀποδώσειν 的逻辑主语(宾格),意为“凡能将此牛毛色比拟得最贴切之人,也将把孩子活着送回”。ζῶντα 前的 καί 起副词作用(“亦/且”)。

  2. 3.3.1δείσας μὴ κἂν αὐτὸς τελευτήσῃ, εἴ τι τὸ σῶμα πάθοι

    由表示担忧的动词分词(δείσας)引出的 μή 从句。κἂν 为 καὶ ἄν 之缩合,与虚拟式 τελευτήσῃ 结合,受条件从句 εἴ τι τὸ σῶμα πάθοι(历史时态从属中的祈愿式)修饰,赋予主句以潜在语气(“害怕若尸体遭遇任何变故,自己恐亦丧命”)。

  3. 3.3.2πρὶν ἢ τὴν μαντείαν διδάξαι τὸν Γλαῦκον

    否定主句(οὐδʼ οὕτως ... εἴα)后接的 πρὶν ἤ + 不定式结构。动词 διδάσκω 支配双宾格,故施教对象(τὸν Γλαῦκον)与教授内容(τὴν μαντείαν)皆为宾格。

  4. 3.3.2τὰ μὲν οὖν περὶ τῶν τῆς Εὐρώπης ἀπογόνων μέχρι τοῦδέ μοι λελέχθω

    标志着章节论述告一段落的惯用句式。λελέχθω 是 λέγω 的完成时被动命令式第三人称单数(“愿已被讲述”),带施动者与格 μοι(“由我”),意为“关于欧罗巴的后代,至此且由我讲述完毕”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.3.1-3.3.2