- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.2.1-3.2.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿尔泰墨涅斯为避开弑父神谕逃往罗得岛,却因猜忌杀死妹妹;多年后年迈的卡特柔斯前来传位,被阿尔泰墨涅斯误当海盗而惨遭杀害。
Κατρέως δὲ τοῦ Μίνωος Ἀερόπη καὶ Κλυμένη καὶ Ἀπημοσύνη καὶ Ἀλθαιμένης υἱὸς γίνονται. χρωμένῳ δὲ Κατρεῖ περὶ καταστροφῆς τοῦ βίου ὁ θεὸς ἔφη ὑπὸ ἑνὸς τῶν τέκνων τεθνήξεσθαι.1 Κατρεὺς μὲν οὖν ἀπεκρύβετο τοὺς χρησμούς, Ἀλθαιμένης δὲ ἀκούσας, καὶ δείσας μὴ φονεὺς γένηται τοῦ πατρός, ἄρας ἐκ Κρήτης μετὰ τῆς ἀδελφῆς Ἀπημοσύνης προσίσχει τινὶ τόπῳ τῆς Ῥόδου, καὶ κατασχὼν Κρητινίαν ὠνόμασεν. ἀναβὰς δὲ ἐπὶ τὸ Ἀταβύριον καλούμενον ὄρος ἐθεάσατο τὰς πέριξ νήσους, κατιδὼν δὲ καὶ Κρήτην, καὶ τῶν πατρῴων ὑπομνησθεὶς θεῶν, ἱδρύετο βωμὸν Ἀταβυρίου Διός. μετʼ οὐ πολὺ δὲ τῆς ἀδελφῆς αὐτόχειρ ἐγένετο. Ἑρμῆς γὰρ αὐτῆς ἐρασθείς, ὡς φεύγουσαν αὐτὴν καταλαβεῖν οὐκ ἠδύνατο (περιῆν γὰρ αὐτοῦ τῷ τάχει τῶν ποδῶν), κατὰ τῆς ὁδοῦ βύρσας ὑπέστρωσε νεοδάρτους, ἐφʼ αἷς ὀλισθοῦσα, ἡνίκα ἀπὸ τῆς κρήνης ἐπανῄει, φθείρεται. καὶ τῷ ἀδελφῷ μηνύει τὸ γεγονός· ὁ δὲ σκῆψιν νομίσας εἶναι τὸν θεόν,2 λὰξ ἐνθορὼν ἀπέκτεινεν.
米诺斯之子卡特柔斯生有阿厄洛珀、克吕墨涅、阿佩摩绪涅,以及儿子阿尔泰墨涅斯。卡特柔斯就自己一生的结局向神请示时,神说他将被自己的一个孩子所杀。于是卡特柔斯将这些神谕隐匿起来;但阿尔泰墨涅斯听到后,害怕自己会成为弑父者,便带着妹妹阿佩摩绪涅起程离开克里特,停靠在罗得岛的某处,占有该地并将其命名为克里提尼亚。他登上名为阿塔比里翁的山峰,眺望周边的岛屿;当他也望见克里特并忆及祖先的神祇时,便建立了一座阿塔比里俄斯的宙斯祭坛。不久之后,他成了残害亲妹之人。原来赫尔墨斯爱上了她,因无法追赶上逃跑的她(因为她在脚力的迅速上胜过了他),便在路上铺设了新剥的生兽皮;当她从泉边返回时在其上滑倒,被夺去了贞操。她把所发生的事告知了哥哥;但他以为神祇只是一个借口,便用脚飞踢猛踩,将她击杀。
Ἀερόπην δὲ καὶ Κλυμένην Κατρεὺς Ναυπλίῳ δίδωσιν εἰς ἀλλοδαπὰς ἠπείρους ἀπεμπολῆσαι. τούτων Ἀερόπην μὲν ἔγημε Πλεισθένης καὶ παῖδας Ἀγαμέμνονα καὶ Μενέλαον ἐτέκνωσε, Κλυμένην δὲ γαμεῖ Ναύπλιος, καὶ τέκνων πατὴρ γίνεται Οἴακος καὶ Παλαμήδους. Κατρεὺς δὲ ὕστερον γήρᾳ κατεχόμενος ἐπόθει τὴν βασιλείαν Ἀλθαιμένει τῷ παιδὶ παραδοῦναι, καὶ διὰ τοῦτο ἦλθεν εἰς Ῥόδον. ἀποβὰς δὲ τῆς νεὼς σὺν τοῖς ἥρωσι κατά τινα τῆς νήσου τόπον ἔρημον ἠλαύνετο ὑπὸ τῶν βουκόλων, λῃστὰς ἐμβεβληκέναι δοκούντων καὶ μὴ δυναμένων ἀκοῦσαι λέγοντος αὐτοῦ τὴν ἀλήθειαν διὰ τὴν κραυγὴν τῶν κυνῶν, ἀλλὰ βαλλόντων κἀκείνων,3 παραγενόμενος Ἀλθαιμένης ἀκοντίσας ἀπέκτεινεν ἀγνοῶν Κατρέα. μαθὼν δὲ ὕστερον τὸ γεγονός, εὐξάμενος ὑπὸ χάσματος ἐκρύβη.
卡特柔斯将阿厄洛珀和克吕墨涅交给瑙普利俄斯,让他出卖到异邦大陆。在这两人中,普勒斯忒涅斯娶了阿厄洛珀,生下儿子阿伽门农与墨涅拉俄斯;而瑙普利俄斯娶了克吕墨涅,成为孩子们俄阿克斯与帕拉墨得斯的父亲。后来,卡特柔斯年事已高,渴望将王位交托给儿子阿尔泰墨涅斯,为此他来到了罗得岛。他与随行的英雄们在岛上某个荒僻之地弃船登岸,却遭到牧牛人们的追打,因他们以为海盗来犯,且由于群犬的狂吠而无法听清他说出的真相;正当牛群守护者们投掷石块之际,赶来的阿尔泰墨涅斯掷出标枪,在毫不知情的情况下杀死了卡特柔斯。事后得知真相的阿尔泰墨涅斯,祈祷后便被地裂隐匿而去。
- 3.2.1τεθνήξεσθαι
动词 θνῄσκω 的将来完成时中被动态不定式,意指“将(处于已死的境地)丧命”。不定式的逻辑主语指代前面与格的 χρωμένῳ ... Κατρεῖ(间接引语中省略了宾格代词主语 αὐτόν)。
- 3.2.1σκῆψιν νομίσας εἶναι τὸν θεόν
包含双重宾格的宾格不定式结构。不定式 εἶναι 的宾格主语是 τὸν θεόν(以神明为名),而述语宾格为 σκῆψιν(托词、借口),意为“认为把神说成当事者只是个借口”。
- 3.2.2ἀλλὰ βαλλόντων κἀκείνων
紧接在连词 ἀλλά 后的属格独立结构。此前以 ὑπὸ τῶν βουκόλων 引入动作主体,并带有分词 δοκούντων 和 δυναμένων;此处用 κἀκείνων(他们那些牛倌也)作为 βαλλόντων 的属格主语,烘托出混乱投石的场面,引出后文阿尔泰墨涅斯的现身与掷矛。
