- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.1.1-3.1.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了阿革诺耳后裔的世系、欧罗巴被掳与众兄弟的搜寻,以及其子米诺斯、萨耳珀冬和拉达曼提斯的命运。随后叙述了米诺斯夺取王位及违背誓言、帕西法厄的异恋、弥诺陶洛斯的诞生与迷宫的建造。
ἐπεὶ δὲ τὸ Ἰνάχειον διερχόμενοι γένος τοὺς ἀπὸ Βήλου μέχρι τῶν Ἡρακλειδῶν δεδηλώκαμεν, ἐχομένως1 λέγωμεν καὶ τὰ περὶ Ἀγήνορος. ὡς γὰρ ἡμῖν λέλεκται, δύο Λιβύη ἐγέννησε παῖδας ἐκ Ποσειδῶνος, Βῆλον καὶ Ἀγήνορα. Βῆλος μὲν οὖν βασιλεύων Αἰγυπτίων τοὺς προειρημένους ἐγέννησεν, Ἀγήνωρ δὲ παραγενόμενος εἰς τὴν Φοινίκην γαμεῖ Τηλέφασσαν καὶ τεκνοῖ θυγατέρα μὲν Εὐρώπην, παῖδας δὲ Κάδμον καὶ Φοίνικα καὶ Κίλικα. τινὲς δὲ Εὐρώπην οὐκ Ἀγήνορος ἀλλὰ Φοίνικος λέγουσι. ταύτης Ζεὺς ἐρασθείς, †ῥόδου ἀποπλέων,2 ταῦρος χειροήθης γενόμενος, ἐπιβιβασθεῖσαν διὰ τῆς θαλάσσης ἐκόμισεν εἰς Κρήτην. ἡ δέ, ἐκεῖ συνευνασθέντος αὐτῇ Διός, ἐγέννησε Μίνωα Σαρπηδόνα Ῥαδάμανθυν· καθʼ Ὅμηρον δὲ Σαρπηδὼν ἐκ Διὸς καὶ Λαοδαμείας τῆς Βελλεροφόντου. ἀφανοῦς δὲ Εὐρώπης γενομένης ὁ πατὴρ αὐτῆς Ἀγήνωρ ἐπὶ ζήτησιν ἐξέπεμψε τοὺς παῖδας, εἰπὼν μὴ πρότερον ἀναστρέφειν πρὶν ἂν ἐξεύρωσιν3 Εὐρώπην. συνεξῆλθε δὲ ἐπὶ τὴν ζήτησιν αὐτῆς Τηλέφασσα ἡ μήτηρ καὶ Θάσος ὁ Ποσειδῶνος, ὡς δὲ Φερεκύδης φησὶ Κίλικος. ὡς δὲ πᾶσαν ποιούμενοι ζήτησιν εὑρεῖν ἦσαν Εὐρώπην ἀδύνατοι, τὴν εἰς οἶκον ἀνακομιδὴν ἀπογνόντες ἄλλος ἀλλαχοῦ κατῴκησαν, Φοῖνιξ μὲν ἐν Φοινίκῃ, Κίλιξ δὲ Φοινίκης πλησίον, καὶ πᾶσαν τὴν ὑφʼ ἑαυτοῦ κειμένην χώραν ποταμῷ σύνεγγυς Πυράμῳ Κιλικίαν ἐκάλεσε· Κάδμος δὲ καὶ Τηλέφασσα ἐν Θρᾴκῃ κατῴκησαν. ὁμοίως δὲ καὶ Θάσος ἐν Θρᾴκῃ κτίσας πόλιν Θάσον κατῴκησεν.
既然我们在叙述伊那科斯世系时,已经阐明了从柏罗斯直至赫拉克勒斯后裔的诸人,接下来我们也讲讲关于阿革诺耳的事情。正如我们所说,利比亚为波塞冬生下了两个儿子,柏罗斯与阿革诺耳。柏罗斯统治埃及人,生下了前述的后代;而阿革诺耳前往腓尼基,娶特勒法莎为妻,生下女儿欧罗巴,以及儿子卡德摩斯、福尼克斯和基利克斯。不过有些人说欧罗巴不是阿革诺耳的女儿,而是福尼克斯的女儿。宙斯爱上了她,化作一头驯服的公牛,让她骑在背上,渡过大海带到了克里特。她在那里与宙斯同寝,生下了米诺斯、萨耳珀冬和拉达曼提斯;但依荷马所言,萨耳珀冬是宙斯与柏勒洛丰之女拉俄达弥亚所生。欧罗巴失踪后,她的父亲阿革诺耳派出儿子们去搜寻,吩咐他们在找到欧罗巴之前绝不可返回。她的母亲特勒法莎,以及波塞冬之子萨索斯(依斐瑞居德斯之说则是基利克斯之子)也一同前去搜寻。然而,尽管他们进行了全面的搜寻,却无法找到欧罗巴,于是放弃了回家的希望,各自在不同的地方定居下来:福尼克斯留在腓尼基;基利克斯留在腓尼基附近,将皮剌摩斯河附近归他管辖的全部土地命名为基利基亚;卡德摩斯和特勒法莎定居在色雷斯;同样,萨索斯也在色雷斯建立萨索斯城并定居在那里。
Εὐρώπην δὲ γήμας Ἀστέριος ὁ Κρητῶν δυνάστης τοὺς ἐκ ταύτης παῖδας ἔτρεφεν. οἱ δὲ ὡς ἐτελειώθησαν, πρὸς ἀλλήλους ἐστασίασαν· ἴσχουσι γὰρ ἔρωτα παιδὸς ὃς ἐκαλεῖτο Μίλητος, Ἀπόλλωνος δὲ ἦν καὶ Ἀρείας τῆς Κλεόχου. τοῦ δὲ παιδὸς πρὸς Σαρπηδόνα μᾶλλον οἰκείως ἔχοντος πολεμήσας Μίνως ἐπροτέρησεν. οἱ δὲ φεύγουσι, καὶ Μίλητος μὲν Καρίᾳ προσσχὼν ἐκεῖ πόλιν ἀφʼ ἑαυτοῦ ἔκτισε Μίλητον, Σαρπηδὼν δὲ συμμαχήσας Κίλικι πρὸς Λυκίους ἔχοντι πόλεμον, ἐπὶ μέρει τῆς χώρας,4 Λυκίας ἐβασίλευσε. καὶ αὐτῷ δίδωσι Ζεὺς ἐπὶ τρεῖς γενεὰς ζῆν. ἔνιοι δὲ αὐτοὺς ἐρασθῆναι λέγουσιν Ἀτυμνίου τοῦ Διὸς καὶ Κασσιεπείας, καὶ διὰ τοῦτον στασιάσαι. Ῥαδάμανθυς δὲ τοῖς νησιώταις νομοθετῶν, αὖθις φυγὼν εἰς Βοιωτίαν Ἀλκμήνην γαμεῖ, καὶ μεταλλάξας ἐν Ἅιδου μετὰ Μίνωος δικάζει. Μίνως δὲ Κρήτην κατοικῶν ἔγραψε νόμους, καὶ γήμας Πασιφάην τὴν Ἡλίου καὶ Περσηίδος, ὡς δὲ Ἀσκληπιάδης φησί, Κρήτην τὴν Ἀστερίου θυγατέρα, παῖδας μὲν ἐτέκνωσε Κατρέα Δευκαλίωνα Γλαῦκον Ἀνδρόγεων, θυγατέρας δὲ Ἀκάλλην Ξενοδίκην Ἀριάδνην Φαίδραν, ἐκ Παρείας δὲ νύμφης Εὐρυμέδοντα Νηφαλίωνα Χούσην Φιλόλαον, ἐκ δὲ Δεξιθέας Εὐξάνθιον.
克里特人的统治者阿斯忒里俄斯娶了欧罗巴,抚养她所生的孩子们。他们长大成人后,彼此起了内讧,因为他们都倾心于一个名叫米勒托斯的少年,他是阿波罗与克勒俄科斯之女阿瑞亚的儿子。由于这少年对萨耳珀冬更为亲近,米诺斯便发动战争并占了上风。他们逃亡,米勒托斯在卡里亚靠岸,并在那里以自己的名字建立了米勒托斯城;而萨耳珀冬与正同吕基亚人交战的基利克斯结盟,以分得部分土地为条件,统治了吕基亚。宙斯赐予他活过三代人的寿命。但有些人说,他们爱上的是宙斯与卡西埃珀亚之子阿廷尼俄斯,并因他而起内讧。拉达曼提斯为岛民立下法律,后来逃到玻俄提亚,娶阿尔克墨涅为妻,死后与米诺斯一同在冥府担任审判官。米诺斯居住在克里特,制定了法律,娶了赫利俄斯与珀耳塞伊斯之女帕西法厄——按阿斯克勒庇阿得斯的说法则是阿斯忒里俄斯之女克里特——生下儿子卡特柔斯、丢卡利翁、格劳科斯和安德洛革俄斯,女儿阿卡勒、克塞诺狄刻、阿里阿德涅和淮德拉;又与仙女帕瑞亚生下欧律墨冬、内法利翁、库塞斯和菲洛拉俄斯;与狄克西忒亚生下欧克桑提俄斯。
Ἀστερίου δὲ ἄπαιδος ἀποθανόντος Μίνως βασιλεύειν θέλων Κρήτης ἐκωλύετο. φήσας δὲ παρὰ θεῶν τὴν βασιλείαν εἰληφέναι, τοῦ πιστευθῆναι χάριν ἔφη, ὅ τι ἂν εὔξηται, γενέσθαι.5 καὶ Ποσειδῶνι θύων ηὔξατο ταῦρον ἀναφανῆναι ἐκ τῶν βυθῶν, καταθύσειν ὑποσχόμενος τὸν φανέντα. τοῦ δὲ Ποσειδῶνος ταῦρον ἀνέντος αὐτῷ διαπρεπῆ τὴν βασιλείαν παρέλαβε, τὸν δὲ ταῦρον εἰς τὰ βουκόλια πέμψας ἔθυσεν ἕτερον..
阿斯忒里俄斯无嗣而亡后,米诺斯想要统治克里特,却受到阻挠。他声称自己从诸神那里获得了王权,为了使人信服,他说凡是他所祈求的都会实现。他在向波塞冬献祭时,祈求一头公牛从深渊中浮现,并许诺将浮现之牛献祭。当波塞冬为他送出一头神采奕奕的公牛时,他取得了王位,却把这头公牛送入了牛群,另献祭了别的牛。
ὀργισθεὶς δὲ αὐτῷ Ποσειδῶν ὅτι μὴ κατέθυσε τὸν ταῦρον, τοῦτον μὲν ἐξηγρίωσε, Πασιφάην δὲ ἐλθεῖν εἰς ἐπιθυμίαν αὐτοῦ παρεσκεύασεν. ἡ δὲ ἐρασθεῖσα τοῦ ταύρου συνεργὸν λαμβάνει Δαίδαλον, ὃς ἦν ἀρχιτέκτων, πεφευγὼς ἐξ Ἀθηνῶν ἐπὶ φόνῳ. οὗτος ξυλίνην βοῦν ἐπὶ τροχῶν κατασκευάσας, καὶ ταύτην λαβὼν καὶ κοιλάνας ἔνδοθεν, ἐκδείρας τε βοῦν τὴν δορὰν περιέρραψε, καὶ θεὶς ἐν ᾧπερ εἴθιστο ὁ ταῦρος λειμῶνι βόσκεσθαι, τὴν Πασιφάην ἐνεβίβασεν. ἐλθὼν δὲ ὁ ταῦρος ὡς ἀληθινῇ βοῒ συνῆλθεν. ἡ δὲ Ἀστέριον ἐγέννησε τὸν κληθέντα Μινώταυρον. οὗτος εἶχε ταύρου πρόσωπον, τὰ δὲ λοιπὰ ἀνδρός· Μίνως δὲ ἐν τῷ λαβυρίνθῳ κατά τινας χρησμοὺς κατακλείσας αὐτὸν ἐφύλαττεν. ἦν δὲ ὁ λαβύρινθος, ὃν Δαίδαλος κατεσκεύασεν, οἴκημα καμπαῖς πολυπλόκοις πλανῶν τὴν ἔξοδον.6 τὰ μὲν οὖν περὶ Μινωταύρου καὶ Ἀνδρόγεω καὶ Φαίδρας καὶ Ἀριάδνης ἐν τοῖς περὶ Θησέως ὕστερον ἐροῦμεν.
波塞冬因他未献祭那头公牛而发怒,不仅使那头公牛变得凶暴,还让帕西法厄对它产生了情欲。帕西法厄爱上了公牛,找来因杀人而从雅典逃亡的建筑匠代达罗斯作为帮凶。代达罗斯造了一头装有轮子的木母牛,将其取来掏空内部,剥下一头母牛的皮缝在外面,放置在公牛通常食草的草场上,让帕西法厄进入其中。公牛走上前来,如同对待真正的母牛一样与她交合。她生下了被称为弥诺陶洛斯的阿斯忒里俄斯。他有着公牛的面孔,其余部分则是人的模样;米诺斯遵从某些神谕,将他关在迷宫中看守起来。代达罗斯所造的迷宫,是一座以曲折回环令人迷失出口的建筑。关于弥诺陶洛斯、安德洛革俄斯、淮德拉和阿里阿德涅的事,我们将在后文关于忒修斯的叙述中交代。
- 3.1.1ἐχομένως
副词,意为“紧接着”、“按顺序”,承接前面的原因从句 ἐπεὶ... δεδηλώκαμεν(“既然我们阐明了……”),引出下一个叙述主题。
- 3.1.1†ῥόδου ἀποπλέων
文本在传抄中受损之处(以十字符号 †...† 标出)。在此语境下语法关系无法确切解释。各译本均依照整体叙事脉络(宙斯化作公牛背负欧罗巴渡海)处理,不对此处脱落或讹误的短语作强解。
- 3.1.1μὴ πρότερον ἀναστρέφειν πρὶν ἂν ἐξεύρωσιν
标准的时间从句结构:当主句含有否定词(此处为 μὴ πρότερον)时,πρίν 接 ἄν 和虚拟语气(ἐξεύρωσιν),表示“直到……才(可以返回)”的时间界限。
- 3.1.2ἐπὶ μέρει τῆς χώρας
介词 ἐπί 支配与格,表示条件或报酬(“以分得部分土地为条件”),说明了萨耳珀冬协助基利克斯所获得的补偿。
- 3.1.3τοῦ πιστευθῆναι χάριν ἔφη, ὅ τι ἂν εὔξηται, γενέσθαι
τοῦ πιστευθῆναι χάριν 是表示目的的冠词定式属格加 χάριν(“为了令人信服”)。它引出由 ἔφη 支配的间接引语不定式 γενέσθαι(“得以实现”),其主语是包含 ἄν 和虚拟语气的泛指关系分句 ὅ τι ἂν εὔξηται(“凡是他所祈求的”)。
- 3.1.4καμπαῖς πολυπλόκοις πλανῶν τὴν ἔξοδον
分词 πλανῶν(“使迷失”)修饰中性名词 οἴκημα(“建筑物”),是缩略动词 πλανάω 的规则现在主动分词中性单数主格形式(*πλανά-ον > πλανῶν),表示该迷宫建筑的特征:“以复杂曲折的弯道使人迷失出口”。
