- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.15.6-3.15.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了埃勾斯统治雅典及在特罗曾使埃特拉受孕怀上忒修斯,随后因安德洛革俄斯之死引发米诺斯攻占墨伽拉并向雅典勒索童男童女进贡,以及迷宫建造者代达罗斯的逃亡始末。
μετὰ δὲ τὴν Πανδίονος τελευτὴν οἱ παῖδες αὐτοῦ στρατεύσαντες ἐπʼ Ἀθήνας ἐξέβαλον τοὺς Μητιονίδας καὶ τὴν ἀρχὴν τετραχῇ διεῖλον· εἶχε δὲ τὸ πᾶν κράτος Αἰγεύς. γαμεῖ δὲ πρώτην μὲν Μήταν τὴν Ὁπλῆτος, δευτέραν δὲ Χαλκιόπην τὴν Ῥηξήνορος. ὡς δὲ οὐκ ἐγένετο παῖς αὐτῷ, δεδοικὼς τοὺς ἀδελφοὺς εἰς Πυθίαν ἦλθε καὶ περὶ παίδων γονῆς ἐμαντεύετο. ὁ δὲ θεὸς ἔχρησεν αὐτῷ· "ἀσκοῦ τὸν προύχοντα ποδάονα,1 φέρτατε λαῶν, μὴ λύσῃς, πρὶν ἐς ἄκρον Ἀθηναίων ἀφίκηαι." ἀπορῶν δὲ τὸν χρησμὸν ἀνῄει πάλιν εἰς Ἀθήνας.
潘狄翁死后,他的儿子们进军雅典,驱逐了墨提翁的后裔,并将统治权分成四份;但埃勾斯掌握了全部大权。他先娶了霍普勒斯之女梅塔,后娶了勒克塞诺尔之女卡尔喀俄佩。但由于未能得子,他畏惧兄弟们,便前往皮托,求问关于繁衍子嗣的神谕。神告示他: “众人中最出众的人啊,在到达雅典人的高地之前, 切莫解开皮囊那突出的足。” 埃勾斯对这道神谕百思不解,便启程返回雅典。
καὶ Τροιζῆνα διοδεύων ἐπιξενοῦται Πιτθεῖ τῷ Πέλοπος, ὃς τὸν χρησμὸν συνείς, μεθύσας αὐτὸν τῇ θυγατρὶ συγκατέκλινεν Αἴθρᾳ. τῇ δὲ αὐτῇ νυκτὶ καὶ Ποσειδῶν ἐπλησίασεν αὐτῇ. Αἰγεὺς δὲ ἐντειλάμενος Αἴθρᾳ, ἐὰν ἄρρενα γεννήσῃ, τρέφειν, τίνος ἐστὶ μὴ λέγουσαν, ἀπέλιπεν ὑπό τινα πέτραν μάχαιραν καὶ πέδιλα, εἰπών, ὅταν ὁ παῖς δύνηται τὴν πέτραν ἀποκυλίσας ἀνελέσθαι ταῦτα, τότε μετʼ αὐτῶν αὐτὸν ἀποπέμπειν. αὐτὸς δὲ ἧκεν εἰς Ἀθήνας, καὶ τὸν τῶν Παναθηναίων ἀγῶνα ἐπετέλει, ἐν ᾧ ὁ Μίνωος παῖς Ἀνδρόγεως ἐνίκησε πάντας. τοῦτον Αἰγεὺς ἐπὶ τὸν Μαραθώνιον ἔπεμψε ταῦρον, ὑφʼ οὗ διεφθάρη. ἔνιοι δὲ αὐτὸν λέγουσι πορευόμενον εἰς Θήβας ἐπὶ τὸν Λαΐου ἀγῶνα πρὸς τῶν ἀγωνιστῶν ἐνεδρευθέντα διὰ φθόνον ἀπολέσθαι. Μίνως δέ, ἀγγελθέντος αὐτῷ τοῦ θανάτου, θύων ἐν Πάρῳ ταῖς χάρισι, τὸν μὲν στέφανον ἀπὸ τῆς κεφαλῆς ἔρριψε καὶ τὸν αὐλὸν κατέσχε, τὴν δὲ θυσίαν οὐδὲν ἧττον ἐπετέλεσεν· ὅθεν ἔτι καὶ δεῦρο χωρὶς αὐλῶν καὶ στεφάνων ἐν Πάρῳ θύουσι ταῖς χάρισι.
在路经特罗曾时,他受到珀罗普斯之子庇透斯的款待;庇透斯领悟了神谕的含义,灌醉了他,并让他与自己的女儿埃特拉同榻。但在同一个夜晚,波塞冬也与她结合。埃勾斯嘱咐埃特拉,如果生下男孩,就将他抚养成人,切勿透露父亲是谁;埃勾斯将一把短剑和一双凉鞋留在了一块岩石下面,说等到男孩能够推开岩石并取出这些物品时,就在那时将他连同这些物品一起送走。 埃勾斯自己回到了雅典,主持了泛雅典娜节的赛会,在那次赛会上米诺斯之子安德洛革俄斯击败了所有人。埃勾斯派他去对付马拉松公牛,他被公牛所害。但也有人说,他在前往底比斯参加拉伊奥斯赛会的途中,因同赛选手的嫉妒而遭到伏击杀害。当死讯传到米诺斯那里时,他正在帕罗斯岛向美惠三女神献祭;他从头上摘下花冠,制止了长笛演奏,但依然完成了祭祀;因此直到今日,在帕罗斯岛向美惠三女神献祭时仍不用长笛也不戴花冠。
μετʼ οὐ πολὺ δὲ θαλασσοκρατῶν ἐπολέμησε στόλῳ τὰς Ἀθήνας, καὶ Μέγαρα εἷλε Νίσου βασιλεύοντος τοῦ Πανδίονος, καὶ Μεγαρέα τὸν Ἱππομένους ἐξ Ὀγχηστοῦ Νίσῳ βοηθὸν ἐλθόντα ἀπέκτεινεν. ἀπέθανε δὲ καὶ Νῖσος διὰ θυγατρὸς προδοσίαν. ἔχοντι γὰρ αὐτῷ πορφυρέαν ἐν μέσῃ τῇ κεφαλῇ τρίχα ταύτης ἀφαιρεθείσης ἦν χρησμὸς τελευτῆσαι·2 ἡ δὲ θυγάτηρ αὐτοῦ Σκύλλα ἐρασθεῖσα Μίνωος ἐξεῖλε τὴν τρίχα. Μίνως δὲ Μεγάρων κρατήσας καὶ τὴν κόρην τῆς πρύμνης τῶν ποδῶν ἐκδήσας ὑποβρύχιον ἐποίησε.3 χρονιζομένου δὲ τοῦ πολέμου, μὴ δυνάμενος ἑλεῖν Ἀθήνας εὔχεται Διὶ παρʼ Ἀθηναίων λαβεῖν δίκας. γενομένου δὲ τῇ πόλει λιμοῦ τε καὶ λοιμοῦ.4 τὸ μὲν πρῶτον κατὰ λόγιον Ἀθηναῖοι παλαιὸν τὰς Ὑακίνθου κόρας, Ἀνθηίδα Αἰγληίδα Λυταίαν Ὀρθαίαν, ἐπὶ τὸν Γεραίστου τοῦ Κύκλωπος τάφον κατέσφαξαν· τούτων δὲ ὁ πατὴρ Ὑάκινθος ἐλθὼν ἐκ Λακεδαίμονος Ἀθήνας κατῴκει. ὡς δὲ οὐδὲν ὄφελος ἦν τοῦτο, ἐχρῶντο περὶ ἀπαλλαγῆς. ὁ δὲ θεὸς ἀνεῖλεν αὐτοῖς Μίνωι διδόναι δίκας ἃς ἂν αὐτὸς αἱροῖτο. πέμψαντες οὖν πρὸς Μίνωα ἐπέτρεπον αἰτεῖν δίκας. Μίνως δὲ ἐκέλευσεν αὐτοῖς κόρους ἑπτὰ καὶ κόρας τὰς ἴσας χωρὶς ὅπλων πέμπειν τῷ Μινωταύρῳ βοράν. ἦν δὲ οὗτος ἐν λαβυρίνθῳ καθειργμένος, ἐν ᾧ τὸν εἰσελθόντα ἀδύνατον ἦν ἐξιέναι· πολυπλόκοις γὰρ καμπαῖς τὴν ἀγνοουμένην ἔξοδον ἀπέκλειε. κατεσκευάκει δὲ αὐτὸν Δαίδαλος ὁ Εὐπαλάμου παῖς τοῦ Μητίονος καὶ Ἀλκίππης. ἦν γὰρ ἀρχιτέκτων ἄριστος καὶ πρῶτος ἀγαλμάτων εὑρετής. οὗτος ἐξ Ἀθηνῶν ἔφυγεν, ἀπὸ τῆς ἀκροπόλεως βαλὼν τὸν τῆς ἀδελφῆς υἱὸν Τάλω, μαθητὴν ὄντα, δείσας μὴ διὰ τὴν εὐφυΐαν αὐτὸν ὑπερβάλῃ· σιαγόνα γὰρ ὄφεως εὑρὼν ξύλον λεπτὸν ἔπρισε. φωραθέντος δὲ τοῦ νεκροῦ κριθεὶς ἐν Ἀρείῳ πάγῳ καὶ καταδικασθεὶς πρὸς Μίνωα ἔφυγε..
不久之后,米诺斯凭借制海权率舰队攻打雅典,并在潘狄翁之子尼索斯任国王期间攻占了墨伽拉,杀死了从翁刻斯托斯赶来支援尼索斯的希波墨涅斯之子墨伽柔斯。尼索斯也因女儿的背叛而身亡。因为在他头颅正中长有一根紫色头发,曾有神谕说,如果这根头发被拔掉,他就会死去;他的女儿斯库拉爱上了米诺斯,便拔掉了那根头发。米诺斯攻占墨伽拉后,将少女的双足绑在船尾,将她浸没在水中溺死。 由于战事拖延,米诺斯无法攻陷雅典,便祈求宙斯向雅典人施加报应。当雅典城遭受饥荒与瘟疫时,雅典人起初按照古老的神谕,在独眼巨人盖赖斯托斯的墓前献祭了许阿金托斯的女儿们:安特伊斯、埃格勒伊斯、吕泰亚和俄耳泰亚;她们的父亲许阿金托斯来自拉刻代蒙,当时客居雅典。但由于这毫无成效,他们便求问神谕以求免除灾难。神指示他们,米诺斯自己选择怎样的惩罚,他们就必须承受。于是他们派使者前往米诺斯那里,任由他提出惩罚条件。米诺斯命令他们交出七名少男和同等数量的少女,不带武器送去作为米诺陶洛斯的食物。这个怪物被关在迷宫之中,进入迷宫的人绝不可能走出来;因为曲折复杂的转角封闭了那难以辨认的出口。建造这座迷宫的是墨提翁与阿尔喀佩之子欧帕拉摩斯的儿子代达罗斯。他是一位杰出的建筑家,也是最早制作雕像的发明者。他之所以逃离雅典,是因为他担心自己身为学徒的外甥塔洛斯(其姐妹之子)凭借才华会超越自己,于是从卫城将塔洛斯推落;因为塔洛斯发现了一条蛇的下颌骨,并以此锯开了一块薄木片。尸体被发现后,代达罗斯在战神山受审并被定罪,随后逃往米诺斯那里。
- 3.15.6ἀσκοῦ τὸν προύχοντα ποδάονα
德尔斐神谕(六音步诗行)中的隐喻表达。皮囊(ἀσκός)“突出的足”(ποδάων 为史诗/爱奥尼亚方言形式)指皮囊的注水颈口,同时双关男性的生殖器。随后的 πρὶν ἐς ἄκρον Ἀθηναίων ἀφίκηαι 承接否定命令句 μὴ λύσῃς,使用虚拟式(-ηαι 为古式/史诗第二人称单数词尾)表时间终点。
- 3.15.8ἔχοντι γὰρ αὐτῷ πορφυρέαν ἐν μέσῃ τῇ κεφαλῇ τρίχα ταύτης ἀφαιρεθείσης ἦν χρησμὸς τελευτῆσαι
句法上,ἔχοντι αὐτῷ 是附属于 ἦν χρησμός(曾有神谕)的领属/关系与格(“对于拥有……的他而言”)。短语 ταύτης ἀφαιρεθείσης 为属格绝对独立结构,在此起到条件从句的作用(“如果这根头发被拔掉”),不定式 τελευτῆσαι 则作 χρησμός 的同位/说明成分,交代神谕的具体内容。
- 3.15.8τῆς πρύμνης τῶν ποδῶν ἐκδήσας ὑποβρύχιον ἐποίησε
包含两个连续属格的句式:τῆς πρύμνης 表示悬挂的起点(从船尾),τῶν ποδῶν 表示身体绑缚部位的局部属格(绑住双足)。二者均修饰分词 ἐκδήσας(绑缚);述补宾格形容词 ὑποβρύχιον(水下的)则表示结果(“使之没入水中”)。
- 3.15.8γενομένου δὲ τῇ πόλει λιμοῦ τε καὶ λοιμοῦ
置于句首的属格绝对独立结构,用以交代整体背景状况。它未直接受后文主句的谓语动词统摄,而是作为前置的背景从属结构,引出后文的主句行动(雅典人起初献祭少女)。
