- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.16.1-3.16.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
成年后的忒修斯取出父亲留下的信物前往雅典,途中诛杀了佩里菲忒斯和西尼斯两名恶徒,肃清了道路。
Θησεὺς δὲ γεννηθεὶς ἐξ Αἴθρας Αἰγεῖ1 παῖς, ὡς ἐγένετο τέλειος, ἀπωσάμενος τὴν πέτραν τὰ πέδιλα καὶ τὴν μάχαιραν ἀναιρεῖται, καὶ πεζὸς ἠπείγετο εἰς τὰς Ἀθήνας. φρουρουμένην δὲ ὑπὸ ἀνδρῶν κακούργων τὴν ὁδὸν ἡμέρωσε. πρῶτον μὲν γὰρ Περιφήτην τὸν Ἡφαίστου καὶ Ἀντικλείας, ὃς ἀπὸ τῆς κορύνης ἣν ἐφόρει κορυνήτης ἐπεκαλεῖτο, ἔκτεινεν ἐν Ἐπιδαύρῳ. πόδας δὲ ἀσθενεῖς ἔχων οὗτος ἐφόρει κορύνην σιδηρᾶν, διʼ ἧς τοὺς παριόντας ἔκτεινε. ταύτην ἀφελόμενος Θησεὺς ἐφόρει.
忒修斯是埃特拉为埃勾斯所生的儿子,在他成年后,推开岩石,取出了凉鞋和短剑,步行赶往雅典。他肃清了被恶人把守的道路。首先,他在埃皮达鲁斯杀死了赫淮斯托斯与安提克勒亚之子佩里菲忒斯;此人因携带着棍棒而被称为“执棒者”。由于双脚虚弱,他携带着一根铁棒,并用它杀死过路的人。忒修斯夺下了这根铁棒据为己用。
δεύτερον δὲ κτείνει Σίνιν τὸν Πολυπήμονος καὶ Συλέας τῆς Κορίνθου. οὗτος πιτυοκάμπτης ἐπεκαλεῖτο· οἰκῶν γὰρ τὸν Κορινθίων ἰσθμὸν ἠνάγκαζε τοὺς παριόντας πίτυς κάμπτοντας ἀνέχεσθαι·2 οἱ δὲ διὰ τὴν ἀσθένειαν οὐκ ἠδύναντο, καὶ ὑπὸ τῶν δένδρων ἀναρριπτούμενοι πανωλέθρως ἀπώλλυντο. τούτῳ τῷ τρόπῳ καὶ Θησεὺς Σίνιν ἀπέκτεινεν.
其次,他杀死了波吕珀蒙与科林斯之女叙勒亚的儿子西尼斯。此人被称为“压松者”;因为他居住在科林斯地峡,强迫过路的人弯下松树并将其支撑住;但过路者由于虚弱而无法支撑,被树弹飞到空中悲惨地丧命。忒修斯也以同样的方式杀死了西尼斯。
- 3.16.1Αἰγεῖ
关系与格,与分词 γεννηθεὶς 以及同位语 παῖς 结合,指示父子亲属关系的归属(“作为埃勾斯的儿子”)。
- 3.16.2πίτυς κάμπτοντας ἀνέχεσθαι
分词 κάμπτοντας 与 ἠνάγκαζε 的宾语 τοὺς παριόντας(宾格)在性数格上一致,中动不定词 ἀνέχεσθαι(“坚持、支撑、承受”)表示被迫执行的行为,意为“强迫过路者将松树弯曲并支撑承受其反弹之力”。
