← 伪阿波罗多洛斯

书库

§3.15.1-3.15.5

厄瑞克透斯的统治与其诸女的命运

潘狄翁死后,厄瑞克透斯继承王位;本段叙述了他的诸位女儿的遭遇(如普罗克里斯之死与俄瑞堤亚被掠)、与厄乌摩尔波斯的战争及其女儿的献祭,以及雅典王位的后续传承。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.15.1

Πανδίονος δὲ ἀποθανόντος οἱ παῖδες τὰ πατρῷα ἐμερίσαντο, καὶ τὴν μὲν βασιλείαν Ἐρεχθεὺς λαμβάνει, τὴν δὲ ἱερωσύνην τῆς Ἀθηνᾶς καὶ τοῦ Ποσειδῶνος τοῦ Ἐρεχθέως1 Βούτης. γήμας δὲ Ἐρεχθεὺς Πραξιθέαν τὴν Φρασίμου καὶ Διογενείας τῆς Κηφισοῦ, ἔσχε παῖδας Κέκροπα Πάνδωρον Μητίονα, θυγατέρας δὲ Πρόκριν Κρέουσαν Χθονίαν Ὠρείθυιαν, ἣν ἥρπασε Βορέας. Χθονίαν μὲν οὖν ἔγημε Βούτης, Κρέουσαν δὲ Ξοῦθος, Πρόκριν δὲ Κέφαλος ὁ Δηιόνος. ἡ δὲ λαβοῦσα χρυσοῦν στέφανον Πτελέοντι συνευνάζεται, καὶ φωραθεῖσα ὑπὸ Κεφάλου πρὸς Μίνωα φεύγει. ὁ δὲ αὐτῆς ἐρᾷ καὶ πείθει συνελθεῖν. εἰ δὲ συνέλθοι γυνὴ Μίνωι, ἀδύνατον ἦν αὐτὴν σωθῆναι·2 Πασιφάη γάρ, ἐπειδὴ πολλαῖς Μίνως συνηυνάζετο γυναιξίν, ἐφαρμάκευσεν αὐτόν, καὶ ὁπότε ἄλλῃ συνηυνάζετο, εἰς τὰ ἄρθρα ἀφίει θηρία, καὶ οὕτως ἀπώλλυντο. ἔχοντος οὖν αὐτοῦ κύνα ταχὺν καὶ ἀκόντιον ἰθυβόλον, ἐπὶ τούτοις3 Πρόκρις, δοῦσα τὴν Κιρκαίαν πιεῖν ῥίζαν πρὸς τὸ μηδὲν βλάψαι, συνευνάζεται. δείσασα δὲ αὖθις τὴν Μίνωος γυναῖκα ἧκεν εἰς Ἀθήνας, καὶ διαλλαγεῖσα Κεφάλῳ μετὰ τούτου παραγίνεται ἐπὶ θήραν· ἦν γὰρ θηρευτική. διωκούσης δὲ αὐτῆς ἐν τῇ λόχμῃ ἀγνοήσας Κέφαλος ἀκοντίζει, καὶ τυχὼν ἀποκτείνει Πρόκριν. καὶ κριθεὶς ἐν Ἀρείῳ πάγῳ φυγὴν ἀίδιον καταδικάζεται.

潘狄翁死后,他的儿子们分割了父亲的遗产:厄瑞克透斯继承了王位,布忒斯则获得了雅典娜以及厄瑞克透斯的波塞冬的祭司职位。厄瑞克透斯娶了弗拉西摩斯与凯菲索斯之女狄俄革涅亚的女儿普拉克西忒亚,生下儿子刻克洛普斯、潘多洛斯、墨提翁,以及女儿普罗克里斯、克瑞乌萨、克托尼娅和被玻瑞阿斯掠走的俄瑞堤亚。 于是布忒斯娶了克托尼娅,克苏托斯娶了克瑞乌萨,戴俄纽斯之子刻法罗斯娶了普罗克里斯。但她收受了金冠,与普忒勒翁同榻;事情被刻法罗斯发觉后,她逃往米诺斯那里。米诺斯爱上了她,劝诱她与自己交合。然而任何女子与米诺斯交合,都不可能保全性命;因为帕西法厄见米诺斯与许多女人同床,便对他施了毒咒:每当他与别的女人同床,他就会向女人的体内排泄出毒虫野兽,女人们便因此丧命。因此,由于米诺斯拥有一只迅捷的猎犬和一柄百发百中的投枪,普罗克里斯以此为条件,给他饮下喀耳刻的草药以免造成任何伤害,随后与他同寝。但她随后又畏惧米诺斯的妻子,回到了雅典,与刻法罗斯和解后随他去狩猎;因为她酷爱打猎。当她在树丛中追逐猎物时,刻法罗斯因未察觉是她而投出了标枪,击中并杀死了普罗克里斯。刻法罗斯在战神山受审,被判处终身流放。

§3.15.2

Ὠρείθυιαν δὲ παίζουσαν ἐπὶ Ἰλισσοῦ ποταμοῦ ἁρπάσας Βορέας συνῆλθεν· ἡ δὲ γεννᾷ θυγατέρας μὲν Κλεοπάτραν καὶ Χιόνην, υἱοὺς δὲ Ζήτην καὶ Κάλαϊν πτερωτούς, οἳ πλέοντες σὺν Ἰάσονι καὶ τὰς ἁρπυίας διώκοντες ἀπέθανον, ὡς δὲ Ἀκουσίλαος λέγει, περὶ Τῆνον ὑφʼ Ἡρακλέους ἀπώλοντο.

玻瑞阿斯掠走了在伊利索斯河畔玩耍的俄瑞堤亚并与她结合;她生下女儿克勒奥帕特拉和基俄涅,以及长有翅膀的儿子泽忒斯和卡拉伊斯。儿子们在随伊阿宋航海追逐哈耳庇厄时死去;但正如阿库西拉奥斯所说,他们是在忒诺斯岛附近死于赫拉克勒斯之手。

§3.15.3

Κλεοπάτραν δὲ ἔγημε Φινεύς, ᾧ γίνονται παῖδες ἐξ αὐτῆς Πλήξιππος καὶ Πανδίων. ἔχων δὲ τούτους ἐκ Κλεοπάτρας παῖδας Ἰδαίαν ἐγάμει τὴν Δαρδάνου. κἀκείνη τῶν προγόνων πρὸς Φινέα φθορὰν καταψεύδεται,4 καὶ πιστεύσας Φινεὺς ἀμφοτέρους τυφλοῖ. παραπλέοντες δὲ οἱ Ἀργοναῦται σὺν Βορέᾳ κολάζονται αὐτόν.

克勒奥帕特拉嫁给了菲纽斯,由她为菲纽斯生下了儿子普勒克西波斯和潘狄翁。菲纽斯虽由克勒奥帕特拉生得这些儿子,却又娶了达耳达诺斯之女伊代亚。伊代亚向菲纽斯诬告前妻之子有诱奸之行,菲纽斯信以为真,弄瞎了两个儿子的眼睛。阿耳戈英雄们与玻瑞阿斯乘船路过时惩罚了他。

§3.15.4

Χιόνη δὲ Ποσειδῶνι μίγνυται. ἡ δὲ κρύφα τοῦ πατρὸς Εὔμολπον τεκοῦσα, ἵνα μὴ γένηται καταφανής, εἰς τὸν βυθὸν ῥίπτει τὸ παιδίον. Ποσειδῶν δὲ ἀνελόμενος εἰς Αἰθιοπίαν κομίζει καὶ δίδωσι Βενθεσικύμῃ τρέφειν, αὐτοῦ θυγατρὶ καὶ Ἀμφιτρίτης. ὡς δὲ ἐτελειώθη, ὁ Βενθεσικύμης ἀνὴρ τὴν ἑτέραν αὐτῷ τῶν θυγατέρων δίδωσιν. ὁ δὲ καὶ τὴν ἀδελφὴν τῆς γαμηθείσης ἐπεχείρησε βιάζεσθαι, καὶ διὰ τοῦτο φυγαδευθεὶς μετὰ Ἰσμάρου τοῦ παιδὸς πρὸς Τεγύριον ἧκε, Θρᾳκῶν βασιλέα, ὃς αὐτοῦ τῷ παιδὶ τὴν θυγατέρα συνῴκισεν. ἐπιβουλεύων δὲ ὕστερον Τεγυρίῳ καταφανὴς γίνεται, καὶ πρὸς Ἐλευσινίους φεύγει καὶ φιλίαν ποιεῖται πρὸς αὐτούς. αὖθις δὲ Ἰσμάρου τελευτήσαντος μεταπεμφθεὶς ὑπὸ Τεγυρίου παραγίνεται, καὶ τὴν πρὸ τοῦ μάχην διαλυσάμενος τὴν βασιλείαν παρέλαβε. καὶ πολέμου ἐνστάντος πρὸς Ἀθηναίους τοῖς Ἐλευσινίοις, ἐπικληθεὶς ὑπὸ Ἐλευσινίων μετὰ πολλῆς συνεμάχει Θρᾳκῶν δυνάμεως. Ἐρεχθεῖ δὲ ὑπὲρ Ἀθηναίων νίκης χρωμένῳ ἔχρησεν ὁ θεὸς κατορθώσειν τὸν πόλεμον, ἐὰν μίαν τῶν θυγατέρων σφάξῃ. καὶ σφάξαντος αὐτοῦ τὴν νεωτάτην καὶ αἱ λοιπαὶ ἑαυτὰς κατέσφαξαν· ἐπεποίηντο γάρ, ὡς ἔφασάν τινες, συνωμοσίαν ἀλλήλαις συναπολέσθαι. γενομένης δὲ μετὰ τὴν σφαγὴν τῆς μάχης Ἐρεχθεὺς μὲν ἀνεῖλεν Εὔμολπον, Ποσειδῶνος δὲ καὶ τὸν Ἐρεχθέα καὶ τὴν οἰκίαν αὐτοῦ καταλύσαντος, Κέκροψ ὁ πρεσβύτατος τῶν Ἐρεχθέως παίδων ἐβασίλευσεν, ὃς γήμας Μητιάδουσαν τὴν Εὐπαλάμου παῖδα ἐτέκνωσε Πανδίονα. οὗτος μετὰ Κέκροπα βασιλεύων ὑπὸ τῶν Μητίονος υἱῶν κατὰ στάσιν ἐξεβλήθη, καὶ παραγενόμενος εἰς Μέγαρα πρὸς Πύλαν τὴν ἐκείνου θυγατέρα Πυλίαν γαμεῖ. αὖθις δὲ καὶ τῆς πόλεως βασιλεὺς καθίσταται· κτείνας γὰρ Πύλας τὸν τοῦ πατρὸς ἀδελφὸν Βίαντα τὴν βασιλείαν δίδωσι Πανδίονι, αὐτὸς δὲ εἰς Πελοπόννησον σὺν λαῷ παραγενόμενος κτίζει πόλιν Πύλον. Πανδίονι δὲ ἐν Μεγάροις ὄντι παῖδες ἐγένοντο Αἰγεὺς Πάλλας Νῖσος Λύκος. ἔνιοι δὲ Αἰγέα Σκυρίου εἶναι λέγουσιν, ὑποβληθῆναι δὲ ὑπὸ Πανδίονος.5

基俄涅与波塞冬结合。她瞒着父亲生下了厄乌摩尔波斯,为了不被人发现,便将婴儿扔进了大海深处。波塞冬将他捞起,带到埃塞俄比亚,交给由他与安菲特里忒所生的女儿本忒西库墨抚养。长大后,本忒西库墨的丈夫将自己的一个女儿许配给他。但他企图强暴妻子的姐妹,因此被逐;他带着儿子伊斯玛洛斯来到色雷斯国王忒古里俄斯那里,后者将自己的女儿嫁给他的儿子。但后来他图谋反叛忒古里俄斯的事情败露,便逃往厄琉息斯人那里,与他们结下盟谊。此后伊斯玛洛斯去世,他受忒古里俄斯召回,消除了先前的仇怨,继承了王位。当厄琉息斯人与雅典人爆发战争时,他应厄琉息斯人的召唤,率领大批色雷斯军队前去助战。厄瑞克透斯向神祈求雅典人的胜利,神宣谕道:只要他献祭自己的一名女儿,就能打赢这场战争。当他献祭了最小的女儿后,其余的女儿也纷纷自尽;正如有人所说,因为她们曾彼此立誓要同生共死。献祭之后交战展开,厄瑞克透斯斩杀了厄乌摩尔波斯。波塞冬毁灭了厄瑞克透斯及其家宅,于是厄瑞克透斯的长子刻克洛普斯继承了王位;他娶了欧帕拉摩斯之女墨提阿杜萨,生下一子潘狄翁。这位潘狄翁继刻克洛普斯之后执政,在一次内乱中被墨提翁的儿子们驱逐,来到墨伽拉的皮拉斯那里,娶了他的女儿皮利亚。后来他还成为了这座城市的国王;因为皮拉斯杀死了自己父亲的兄弟比亚斯,便将王位让给了潘狄翁,自己则率领民众前往伯罗奔尼撒,建立了皮洛斯城。 潘狄翁在墨伽拉期间,生下了儿子埃勾斯、帕拉斯、尼索斯和吕科斯。但有人说埃勾斯是斯库里俄斯之子,是由潘狄翁冒充为己子的。

语法注5 条
  1. 3.15.1τοῦ Ποσειδῶνος τοῦ Ἐρεχθέως

    该属格短语指阿提卡特有的结合神格“波塞冬·厄瑞克透斯”,反映了在卫城上波塞冬与厄瑞克透斯合一受奉的崇拜习俗,而非指“厄瑞克透斯所崇奉的波塞冬”或其子。

  2. 3.15.1εἰ δὲ συνέλθοι γυνὴ Μίνωι, ἀδύνατον ἦν αὐτὴν σωθῆναι

    条件从句使用祈愿语气(εἰ συνέλθοι),主句使用未完成过去直陈语气(ἀδύνατον ἦν),构成过去反复条件句(past general/iterative condition),表示过去习惯性或反复出现的规律:“每当有女人与米诺斯交合,她都不可能生还”。

  3. 3.15.1ἐπὶ τούτοις

    介词短语 ἐπὶ τούτοις 接中性复数与格,意为“在这些条件下”或“以此为报酬”,指代前文提到的神犬与百发百中的投枪。

  4. 3.15.3τῶν προγόνων πρὸς Φινέα φθορὰν καταψεύδεται

    此处 πρόγονοι 意为“前妻之子(继子们)”。动词 καταψεύδεται(诬告)同时支配表示被诬告者的属格(τῶν προγόνων)与表示所控罪名的宾格(φθοράν,“诱奸、玷污”)。

  5. 3.15.5ὑποβληθῆναι δὲ ὑπὸ Πανδίονος

    被动不定式 ὑποβληθῆναι(源自 ὑποβάλλω)在古希腊语中是表示“冒充为己子”或“调换、收养他人之子”的专业用法;此处指埃勾斯并非潘狄翁亲生,而是被潘狄翁冒名当作亲子收养。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.15.1-3.15.5