- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.14.6-3.14.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安菲克堤翁驱逐克拉纳奥斯后,由赫淮斯托斯之精所生的厄里克托尼俄斯继承雅典王位,随后潘狄翁继立。在潘狄翁统治时期,发生了德墨忒尔与狄俄倪索斯的降临、伊卡里俄斯之死,以及忒柔斯与普罗克涅、菲洛墨拉姐妹的悲剧。
Κραναὸν δὲ ἐκβαλὼν Ἀμφικτύων ἐβασίλευσε· τοῦτον ἔνιοι μὲν Δευκαλίωνος, ἔνιοι δὲ αὐτόχθονα λέγουσι. βασιλεύσαντα δὲ αὐτὸν ἔτη δώδεκα Ἐριχθόνιος ἐκβάλλει. τοῦτον οἱ μὲν Ἡφαίστου καὶ τῆς Κραναοῦ θυγατρὸς Ἀτθίδος εἶναι λέγουσιν, οἱ δὲ Ἡφαίστου καὶ Ἀθηνᾶς, οὕτως· Ἀθηνᾶ παρεγένετο πρὸς Ἥφαιστον, ὅπλα κατασκευάσαι θέλουσα. ὁ δὲ ἐγκαταλελειμμένος ὑπὸ Ἀφροδίτης εἰς ἐπιθυμίαν ὤλισθε τῆς Ἀθηνᾶς, καὶ διώκειν αὐτὴν ἤρξατο· ἡ δὲ ἔφευγεν. ὡς δὲ ἐγγὺς αὐτῆς ἐγένετο πολλῇ ἀνάγκῃ1 (ἦν γὰρ χωλός), ἐπειρᾶτο συνελθεῖν. ἡ δὲ ὡς σώφρων καὶ παρθένος οὖσα οὐκ ἠνέσχετο· ὁ δὲ ἀπεσπέρμηνεν εἰς τὸ σκέλος τῆς θεᾶς. ἐκείνη δὲ μυσαχθεῖσα ἐρίῳ ἀπομάξασα τὸν γόνον εἰς γῆν ἔρριψε. φευγούσης δὲ αὐτῆς καὶ τῆς γονῆς εἰς γῆν πεσούσης Ἐριχθόνιος γίνεται. τοῦτον Ἀθηνᾶ κρύφα τῶν ἄλλων θεῶν ἔτρεφεν, ἀθάνατον θέλουσα ποιῆσαι· καὶ καταθεῖσα αὐτὸν εἰς κίστην Πανδρόσῳ τῇ Κέκροπος παρακατέθετο, ἀπειποῦσα τὴν κίστην ἀνοίγειν.2 αἱ δὲ ἀδελφαὶ τῆς Πανδρόσου ἀνοίγουσιν ὑπὸ περιεργίας, καὶ θεῶνται τῷ βρέφει παρεσπειραμένον δράκοντα· καὶ ὡς μὲν ἔνιοι λέγουσιν, ὑπʼ αὐτοῦ διεφθάρησαν τοῦ δράκοντος, ὡς δὲ ἔνιοι, διʼ ὀργὴν Ἀθηνᾶς ἐμμανεῖς γενόμεναι κατὰ τῆς ἀκροπόλεως αὑτὰς ἔρριψαν. ἐν δὲ τῷ τεμένει τραφεὶς Ἐριχθόνιος ὑπʼ αὐτῆς Ἀθηνᾶς, ἐκβαλὼν Ἀμφικτύονα ἐβασίλευσεν Ἀθηνῶν, καὶ τὸ ἐν ἀκροπόλει ξόανον τῆς Ἀθηνᾶς ἱδρύσατο, καὶ τῶν Παναθηναίων τὴν ἑορτὴν συνεστήσατο, καὶ Πραξιθέαν νηίδα νύμφην ἔγημεν, ἐξ ἧς αὐτῷ παῖς Πανδίων ἐγεννήθη.
安菲克堤翁驱逐了克拉纳奥斯后成为国王;有人说他是丢卡利翁之子,有人则说他是土生者。在他统治了十二年后,厄里克托尼俄斯将他驱逐。关于此人,有人说是赫淮斯托斯与克拉纳奥斯之女阿提斯之子,有人则说是赫淮斯托斯与雅典娜之子,其经过如下:雅典娜来到赫淮斯托斯那里,想要制造武器。但赫淮斯托斯被阿佛洛狄忒遗弃,遂对雅典娜生出情欲,开始追赶她;女神则转身奔逃。当他费了很大力气来到她身边时(因为他是跛足),便试图与她结合。但女神作为纯洁的处女绝不忍受,他便射精在女神的腿上。女神感到厌恶,用羊毛擦去精液扔在地上。当她奔逃、精液落入大地之中时,厄里克托尼俄斯便诞生了。雅典娜瞒着其他神祇抚养他,想要使他长生不死;她将他放入箱中,托付给刻克洛普斯之女潘德洛索斯,并严禁打开箱子。但潘德洛索斯的姐妹们出于好奇打开了箱子,看见一条蛇盘卷在婴儿身旁;正如有人所说,她们被那条蛇所害;而另有人说,她们因雅典娜的愤怒发了疯,从卫城纵身跳下。厄里克托尼俄斯在圣域中由雅典娜亲自抚养长大,他驱逐了安菲克堤翁并统治雅典,在卫城安置了雅典娜的木雕神像,创设了泛雅典娜节,并娶了泉水宁芙普拉克西忒亚,从她生得一子潘狄翁。
Ἐριχθονίου δὲ ἀποθανόντος καὶ ταφέντος ἐν τῷ αὐτῷ τεμένει τῆς Ἀθηνᾶς Πανδίων ἐβασίλευσεν, ἐφʼ οὗ Δημήτηρ καὶ Διόνυσος εἰς τὴν Ἀττικὴν ἦλθον. ἀλλὰ Δήμητρα μὲν Κελεὸς ὑπεδέξατο, Διόνυσον δὲ Ἰκάριος· ὃς λαμβάνει παρʼ αὐτοῦ κλῆμα ἀμπέλου καὶ τὰ περὶ τὴν οἰνοποιίαν μανθάνει. καὶ τὰς τοῦ θεοῦ δωρήσασθαι θέλων χάριτας ἀνθρώποις, ἀφικνεῖται πρός τινας ποιμένας, οἳ γευσάμενοι τοῦ ποτοῦ καὶ χωρὶς ὕδατος διʼ ἡδονὴν ἀφειδῶς ἑλκύσαντες, πεφαρμάχθαι νομίζοντες ἀπέκτειναν αὐτόν. μεθʼ ἡμέραν δὲ νοήσαντες ἔθαψαν αὐτόν. Ἠριγόνῃ δὲ τῇ θυγατρὶ τὸν πατέρα μαστευούσῃ κύων συνήθης ὄνομα Μαῖρα, ἣ τῷ Ἰκαρίῳ συνείπετο, τὸν νεκρὸν ἐμήνυσε· κἀκείνη κατοδυραμένη τὸν πατέρα ἑαυτὴν ἀνήρτησε.
厄里克托尼俄斯死后被葬在雅典娜的同一圣域中,潘狄翁继位为王,在他统治期间德墨忒尔与狄俄倪索斯来到了阿提卡。刻勒俄斯接待了德墨忒尔,而伊卡里俄斯接待了狄俄倪索斯;后者从神那里得到了一根葡萄藤条,并学会了酿酒之术。他想要将神明的恩惠赐予世人,便来到一些牧羊人那里;这些人尝了这种饮品,因欢愉而毫不节制地未掺水痛饮,自以为中了毒,便将他杀害。次日天明,他们清醒过来,便将他安葬。他寻找父亲的女儿厄里戈涅,由常伴伊卡里俄斯的一只名叫迈拉的爱犬引路得知了尸身所在;她为父亲痛哭哀悼后自缢身亡。
Πανδίων δὲ γήμας Ζευξίππην τῆς μητρὸς τὴν ἀδελφὴν θυγατέρας μὲν ἐτέκνωσε Πρόκνην καὶ Φιλομήλαν, παῖδας δὲ διδύμους Ἐρεχθέα καὶ Βούτην. πολέμου δὲ ἐνστάντος πρὸς Λάβδακον περὶ γῆς ὅρων ἐπεκαλέσατο βοηθὸν ἐκ Θρᾴκης Τηρέα τὸν Ἄρεος, καὶ τὸν πόλεμον σὺν αὐτῷ κατορθώσας ἔδωκε Τηρεῖ πρὸς γάμον τὴν ἑαυτοῦ θυγατέρα Πρόκνην. ὁ δὲ ἐκ ταύτης γεννήσας παῖδα Ἴτυν, καὶ Φιλομήλας ἐρασθεὶς ἔφθειρε καὶ ταύτην, κρύπτων ἐπὶ τῶν χωρίων. καὶ τὴν γλῶσσαν ἐξέτεμεν αὐτῆς. ἡ δὲ ὑφήνασα ἐν πέπλῳ γράμματα διὰ τούτων ἐμήνυσε Πρόκνῃ τὰς ἰδίας συμφοράς. ἡ δὲ ἀναζητήσασα τὴν ἀδελφὴν κτείνει τὸν παῖδα Ἴτυν, καὶ καθεψήσασα Τηρεῖ δεῖπνον ἀγνοοῦντι παρατίθησι· καὶ μετὰ τῆς ἀδελφῆς διὰ τάχους ἔφυγε. Τηρεὺς δὲ αἰσθόμενος, ἁρπάσας πέλεκυν ἐδίωκεν. αἱ δὲ ἐν Δαυλίᾳ τῆς Φωκίδος γινόμεναι περικατάληπτοι3 θεοῖς εὔχονται ἀπορνεωθῆναι, καὶ Πρόκνη μὲν γίνεται ἀηδών, Φιλομήλα δὲ χελιδών· ἀπορνεοῦται δὲ καὶ Τηρεύς, καὶ γίνεται ἔποψ.
潘狄翁娶了母亲的姐妹宙克西佩,生下女儿普罗克涅与菲洛墨拉,以及双胞胎儿子厄瑞克透斯与布忒斯。当因土地边界与拉布达科斯爆发战争时,他从色雷斯召来阿瑞斯之子忒柔斯为援军,并与他一同胜仗告捷,将自己的女儿普罗克涅许配给忒柔斯为妻。忒柔斯与她生下一子伊堤斯后,又爱恋上菲洛墨拉并奸污了她,将她藏在乡间庄园,还割掉了她的舌头。菲洛墨拉在长袍上织出字样,借此向普罗克涅告知了自己的不幸遭遇。普罗克涅找到了妹妹,杀了儿子伊堤斯,煮熟后当作饭菜端给毫不知情的忒柔斯;随后便与妹妹急速奔逃。忒柔斯发觉真相后,抓起一把斧头追赶她们。她们在福基斯的达乌利斯即将被追上之际,向诸神祈求变成鸟类;于是普罗克涅变成了夜莺,菲洛墨拉变成了燕子;忒柔斯也被变成了鸟,成为戴胜。
- 3.14.6πολλῇ ἀνάγκῃ
方式或情态与格,意为“费了极大力气”或“艰难地”。紧接其后的插入句 ἦν γὰρ χωλός(“因为他是跛足”)说明了原因,表明此处的 ἀνάγκη 并非指客观的“必然性”,而是指跛足的赫淮斯托斯为了追上雅典娜所付出的极大体力消耗与艰难挣扎。
- 3.14.6ἀπειποῦσα τὴν κίστην ἀνοίγειν
表示禁止的动词 ἀπεῖπον(ἀπαγορεύω 的不定过去时)接不定式作补足语的句式。在古典希腊语中,阻碍或禁止类动词后常接带有赘加否定词 μή 的不定式(如 μὴ ἀνοίγειν),但此处直接接不带 μή 的简单不定式,表达“禁止打开箱子”之意。
- 3.14.8περικατάληπτοι
与 γινόμεναι 连用作表语的动词性形容词。具有被动态含义,表示“即将被追及/陷入被包围捕获”的紧迫状态。该用法与前一段落中的分词 περικαταλαμβανομένη 同义,在此与阴性复数主语(普罗克涅与菲洛墨拉)保持性数一致。
