- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.14.1-3.14.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿提卡第一任国王刻克洛普斯统治期间,波塞冬与雅典娜争夺该地的归属权,最终经十二神审判判定归雅典娜所有。随后叙述了刻克洛普斯的后裔、阿瑞斯在阿雷奥帕戈斯的受审、阿多尼斯的诞生与死难谱系,并记述了继任者克拉纳奥斯的统治。
Κέκροψ αὐτόχθων, συμφυὲς ἔχων σῶμα ἀνδρὸς καὶ δράκοντος, τῆς Ἀττικῆς ἐβασίλευσε πρῶτος, καὶ τὴν γῆν πρότερον λεγομένην Ἀκτὴν ἀφʼ ἑαυτοῦ Κεκροπίαν ὠνόμασεν. ἐπὶ τούτου, φασίν, ἔδοξε τοῖς θεοῖς πόλεις καταλαβέσθαι, ἐν αἷς ἔμελλον ἔχειν τιμὰς ἰδίας ἕκαστος. ἧκεν οὖν πρῶτος Ποσειδῶν ἐπὶ τὴν Ἀττικήν, καὶ πλήξας τῇ τριαίνῃ κατὰ μέσην τὴν ἀκρόπολιν ἀπέφηνε θάλασσαν, ἣν νῦν Ἐρεχθηίδα καλοῦσι. μετὰ δὲ τοῦτον ἧκεν Ἀθηνᾶ, καὶ ποιησαμένη τῆς καταλήψεως Κέκροπα μάρτυρα1 ἐφύτευσεν ἐλαίαν, ἣ νῦν ἐν τῷ Πανδροσείῳ δείκνυται. γενομένης δὲ ἔριδος ἀμφοῖν περὶ τῆς χώρας, διαλύσας Ζεὺς κριτὰς ἔδωκεν, οὐχ ὡς εἶπόν τινες, Κέκροπα καὶ Κραναόν, οὐδὲ Ἐρυσίχθονα, θεοὺς δὲ τοὺς δώδεκα. καὶ τούτων δικαζόντων ἡ χώρα τῆς Ἀθηνᾶς ἐκρίθη, Κέκροπος μαρτυρήσαντος ὅτι πρώτη τὴν ἐλαίαν ἐφύτευσεν. Ἀθηνᾶ μὲν οὖν ἀφʼ ἑαυτῆς τὴν πόλιν ἐκάλεσεν Ἀθήνας, Ποσειδῶν δὲ θυμῷ ὀργισθεὶς τὸ Θριάσιον πεδίον ἐπέκλυσε καὶ τὴν Ἀττικὴν ὕφαλον ἐποίησε.
土生的刻克洛普斯具有人与蛇结合的身躯,是阿提卡的第一个国王,并将先前被称为阿克忒的土地依自己的名字命名为刻克洛庇亚。据说在他的时代,诸神决意占取城邦,以使各自在其中享有特有的尊荣。于是波塞冬最先来到阿提卡,用三叉戟击打卫城中央,显现出一片海,如今人们称之为厄瑞克透斯之海。在他之后雅典娜到来,她以刻克洛普斯为占有之见证人,栽种了一株橄榄树,如今它仍在潘德洛塞翁中展示。当两人因这片土地发生争执时,宙斯予以调停,指派了裁判者,并非如某些人所说是刻克洛普斯与克拉纳奥斯,亦非厄律西克同,而是十二位神祇。在他们审断时,由于刻克洛普斯作证是她最先栽种了橄榄树,这片土地便判归雅典娜。于是雅典娜依自己的名字将该城命名为雅典;波塞冬则勃然大怒,淹没了特里亚西昂平原,将阿提卡置于水下。
Κέκροψ δὲ γήμας τὴν Ἀκταίου κόρην Ἄγραυλον παῖδα μὲν ἔσχεν Ἐρυσίχθονα, ὃς ἄτεκνος μετήλλαξε, θυγατέρας δὲ Ἄγραυλον Ἕρσην Πάνδροσον. Ἀγραύλου μὲν οὖν καὶ Ἄρεος Ἀλκίππη γίνεται. ταύτην βιαζόμενος Ἁλιρρόθιος, ὁ Ποσειδῶνος καὶ νύμφης Εὐρύτης, ὑπὸ Ἄρεος φωραθεὶς κτείνεται. Ποσειδῶνος δὲ εἰσάγοντος2 ἐν Ἀρείῳ πάγῳ κρίνεται δικαζόντων τῶν δώδεκα θεῶν Ἄρης καὶ ἀπολύεται.
刻克洛普斯娶了阿克泰奥斯之女阿格劳洛斯,得子厄律西克同,此人无嗣而终;又得女儿阿格劳洛斯、赫耳塞与潘德洛索斯。阿格劳洛斯与阿瑞斯生下阿尔基佩。波塞冬与宁芙欧律忒之子哈利罗提俄斯企图强暴她,被阿瑞斯当场发觉并杀死。波塞冬提起诉讼,阿瑞斯在阿雷奥帕戈斯由十二位神祇审断,最终获判无罪。
Ἕρσης δὲ καὶ Ἑρμοῦ Κέφαλος, οὗ ἐρασθεῖσα Ἠὼς ἥρπασε καὶ μιγεῖσα ἐν Συρίᾳ παῖδα ἐγέννησε Τιθωνόν, οὗ παῖς ἐγένετο Φαέθων, τούτου δὲ Ἀστύνοος, τοῦ δὲ Σάνδοκος, ὃς ἐκ Συρίας ἐλθὼν εἰς Κιλικίαν, πόλιν ἔκτισε Κελένδεριν, καὶ γήμας Φαρνάκην τὴν Μεγασσάρου τοῦ Ὑριέων βασιλέως ἐγέννησε Κινύραν. οὗτος ἐν Κύπρῳ, παραγενόμενος σὺν λαῷ, ἔκτισε Πάφον, γήμας δὲ ἐκεῖ Μεθάρμην, κόρην Πυγμαλίωνος Κυπρίων βασιλέως, Ὀξύπορον ἐγέννησε καὶ Ἄδωνιν, πρὸς δὲ τούτοις θυγατέρας Ὀρσεδίκην καὶ Λαογόρην καὶ Βραισίαν. αὗται δὲ διὰ μῆνιν Ἀφροδίτης ἀλλοτρίοις ἀνδράσι συνευναζόμεναι τὸν βίον ἐν Αἰγύπτῳ μετήλλαξαν.
赫耳塞与赫耳墨斯生下刻法罗斯,厄俄斯爱恋他便将其掠走,在叙利亚与他结合生下一子提托诺斯;提托诺斯之子为法厄同,法厄同之子为阿斯图诺俄斯,其子为桑多科斯;桑多科斯自叙利亚来到基利家,建立了刻楞得里斯城,并娶许里亚人国王墨伽萨剌斯之女法耳纳刻,生下喀倪剌斯。此人率军来到塞浦路斯,建立了帕福斯;他在那里娶了塞浦路斯人国王庇格马利翁之女墨塔耳墨,生下俄克绪波罗斯与阿多尼斯,此外还生有女儿俄耳塞狄刻、拉奥戈瑞与布赖西娅。但这些女子因阿佛洛狄忒的愤怒而与异邦男子同寝,最终在埃及离世。
Ἄδωνις δὲ ἔτι παῖς ὢν Ἀρτέμιδος χόλῳ πληγεὶς ἐν θήρᾳ ὑπὸ συὸς ἀπέθανεν. Ἡσίοδος δὲ αὐτὸν Φοίνικος καὶ Ἀλφεσιβοίας λέγει, Πανύασις δέ φησι Θείαντος βασιλέως Ἀσσυρίων, ὃς ἔσχε θυγατέρα Σμύρναν. αὕτη κατὰ μῆνιν Ἀφροδίτης (οὐ γὰρ αὐτὴν ἐτίμα) ἴσχει τοῦ πατρὸς ἔρωτα, καὶ συνεργὸν λαβοῦσα τὴν τροφὸν ἀγνοοῦντι τῷ πατρὶ νύκτας δώδεκα συνευνάσθη. ὁ δὲ ὡς ᾔσθετο, σπασάμενος τὸ ξίφος ἐδίωκεν αὐτήν· ἡ δὲ περικαταλαμβανομένη θεοῖς ηὔξατο ἀφανὴς γενέσθαι. θεοὶ δὲ κατοικτείραντες αὐτὴν εἰς δένδρον μετήλλαξαν, ὃ καλοῦσι σμύρναν. δεκαμηνιαίῳ δὲ ὕστερον χρόνῳ τοῦ δένδρου ῥαγέντος γεννηθῆναι τὸν λεγόμενον Ἄδωνιν,3 ὃν Ἀφροδίτη διὰ κάλλος ἔτι νήπιον κρύφα θεῶν εἰς λάρνακα κρύψασα Περσεφόνῃ παρίστατο. ἐκείνη δὲ ὡς ἐθεάσατο, οὐκ ἀπεδίδου. κρίσεως δὲ ἐπὶ Διὸς γενομένης εἰς τρεῖς μοίρας διῃρέθη ὁ ἐνιαυτός, καὶ μίαν μὲν παρʼ ἑαυτῷ μένειν τὸν Ἄδωνιν,4 μίαν δὲ παρὰ Περσεφόνῃ προσέταξε, τὴν δὲ ἑτέραν παρʼ Ἀφροδίτῃ· ὁ δὲ Ἄδωνις ταύτῃ προσένειμε καὶ τὴν ἰδίαν μοῖραν. ὕστερον δὲ θηρεύων Ἄδωνις ὑπὸ συὸς πληγεὶς ἀπέθανε.
阿多尼斯在尚为少年时,因阿耳忒弥斯的愤怒而在狩猎中被野猪撞伤致死。但赫西俄德说他是福尼克斯与阿尔斐西波亚之子,帕纽阿西斯则说是亚述人国王忒亚斯之子;忒亚斯有一女名斯密尔娜。她因阿佛洛狄忒的愤怒(因她不敬奉女神)而对父亲产生情欲,并以乳母为帮凶,在父亲不知情的情况下与其同寝了十二夜。但父亲发觉后,拔剑追赶她;她在即将被追上之际,向诸神祈求隐去身形。诸神怜悯她,将她变成了一株被称为没药的树。十个月后树身破裂,生下了所谓的阿多尼斯。阿佛洛狄忒因其俊美,在他尚在幼年时瞒过诸神将他藏入木箱,托付给珀耳塞福涅。但后者一见到他,便不肯归还。在宙斯面前进行裁决时,一年被划分为三部分,宙斯命令阿多尼斯一份时间自处,一份归珀耳塞福涅,另一份归阿佛洛狄忒;但阿多尼斯将自己的份额也分给了她。后来阿多尼斯在狩猎时被野猪撞死。
Κέκροπος δὲ ἀποθανόντος Κραναὸς ἐβασίλευσεν αὐτόχθων ὤν, ἐφʼ οὗ τὸν ἐπὶ Δευκαλίωνος λέγεται κατακλυσμὸν γενέσθαι. οὗτος γήμας ἐκ Λακεδαίμονος Πεδιάδα τὴν Μύνητος ἐγέννησε Κρανάην καὶ Κραναίχμην καὶ Ἀτθίδα, ἧς ἀποθανούσης ἔτι παρθένου τὴν χώραν Κραναὸς Ἀτθίδα προσηγόρευσε.
刻克洛普斯死后,土生的克拉纳奥斯继位为王,据说丢卡利翁时代的大洪水就发生在他的统治时期。他从拉刻代蒙娶了密涅斯之女佩狄阿斯,生下克拉纳厄、克拉奈克墨与阿提斯;当阿提斯尚为处女死去时,克拉纳奥斯便以她的名字将这片土地称为阿提斯。
- 3.14.1τῆς καταλήψεως Κέκροπα μάρτυρα
此处为分词 ποιησαμένη 所带的双宾格结构,Κέκροπα 为宾语,μάρτυρα 为宾语补足语(“立刻克洛普斯为见证人”)。前面的属格 τῆς καταλήψεως 充当名词 μάρτυρα 的宾格性属格(“占有的见证人”)。
- 3.14.2Ποσειδῶνος δὲ εἰσάγοντος
属格独立结构。动词 εἰσάγω 在此取阿提卡法律专门术语之意,指“提起诉讼、提请公诉”,表示波塞冬作为原告在阿雷奥帕戈斯对阿瑞斯提起诉讼。
- 3.14.4δεκαμηνιαίῳ δὲ ὕστερον χρόνῳ τοῦ δένδρου ῥαγέντος γεννηθῆναι τὸν λεγόμενον Ἄδωνιν
不定式 γεννηθῆναι 处于间接引语中,受前面的 Πανύασις δέ φησι 支配。该句中插入了表示时间的与格 δεκαμηνιαίῳ χρόνῳ(“十个月的时间之后”)以及属格独立结构 τοῦ δένδρου ῥαγέντος(“树身裂开”)。
- 3.14.4μίαν μὲν παρʼ ἑαυτῷ μένειν τὸν Ἄδωνιν
反身代词 ἑαυτῷ 并非指主句主语(宙斯),而是指不定式 μένειν 的逻辑主语 τὸν Ἄδωνιν(间接反身用法),意为阿多尼斯“留在自己身边”(即自由支配这一份时间)。
