- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.13.6-3.13.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了忒提斯试图使阿喀琉斯不朽但未果、喀戎对其抚育及命名,以及珀琉斯对约尔科斯的洗劫;接着叙述了阿喀琉斯男扮女装被识破随军出征,并交代了福尼克斯与帕特罗克洛斯的身世及随行缘由。
ὡς δὲ ἐγέννησε Θέτις ἐκ Πηλέως βρέφος, ἀθάνατον θέλουσα ποιῆσαι τοῦτο, κρύφα Πηλέως εἰς τὸ πῦρ ἐγκρύβουσα τῆς νυκτὸς ἔφθειρεν ὃ ἦν αὐτῷ θνητὸν πατρῷον,1 μεθʼ ἡμέραν δὲ ἔχριεν ἀμβροσίᾳ. Πηλεὺς δὲ ἐπιτηρήσας καὶ σπαίροντα τὸν παῖδα ἰδὼν ἐπὶ τοῦ πυρὸς ἐβόησε· καὶ Θέτις κωλυθεῖσα τὴν προαίρεσιν τελειῶσαι, νήπιον τὸν παῖδα ἀπολιποῦσα πρὸς Νηρηίδας ᾤχετο. κομίζει δὲ τὸν παῖδα πρὸς Χείρωνα Πηλεύς. ὁ δὲ λαβὼν αὐτὸν ἔτρεφε σπλάγχνοις λεόντων καὶ συῶν ἀγρίων καὶ ἄρκτων μυελοῖς, καὶ ὠνόμασεν Ἀχιλλέα (πρότερον δὲ ἦν ὄνομα αὐτῷ Λιγύρων) ὅτι τὰ χείλη μαστοῖς οὐ προσήνεγκε.
忒提斯为珀琉斯生下一名婴儿后,意欲使其长生不死,便瞒着珀琉斯在夜间将孩子埋入火中,以销毁他身上源自父亲的凡人属性,而在白昼则涂抹仙馔。但珀琉斯伺机窥视,见孩子在火中挣扎窒息便惊叫出声;忒提斯因未能达成心愿,便弃下幼子离去,返回涅瑞伊得斯仙女身边。珀琉斯将这孩子带给喀戎。喀戎接纳了他,用狮子与野猪的内脏以及熊的骨髓喂养他,并给他取名为阿喀琉斯(他先前的名字是利古隆),因为他不曾将嘴唇贴近乳房。
Πηλεὺς δὲ μετὰ ταῦτα σὺν Ἰάσονι καὶ Διοσκούροις ἐπόρθησεν Ἰωλκόν, καὶ Ἀστυδάμειαν τὴν Ἀκάστου γυναῖκα φονεύει, καὶ διελὼν μεληδὸν διήγαγε διʼ αὐτῆς τὸν στρατὸν εἰς τὴν πόλιν.2
此后,珀琉斯与伊阿宋以及狄俄斯库洛伊一同洗劫了约尔科斯,杀死了阿卡斯托斯的妻子阿斯图达墨亚,将她碎尸万段,并率领军队穿过她的尸身进城。
ὡς δὲ ἐγένετο ἐνναετὴς Ἀχιλλεύς, Κάλχαντος λέγοντος οὐ δύνασθαι χωρὶς αὐτοῦ Τροίαν αἱρεθῆναι, Θέτις προειδυῖα ὅτι δεῖ στρατευόμενον αὐτὸν ἀπολέσθαι, κρύψασα ἐσθῆτι γυναικείᾳ ὡς παρθένον Λυκομήδει παρέθετο. κἀκεῖ τρεφόμενος τῇ Λυκομήδους θυγατρὶ Δηιδαμείᾳ μίγνυται, καὶ γίνεται παῖς Πύρρος αὐτῷ ὁ κληθεὶς Νεοπτόλεμος αὖθις. Ὀδυσσεὺς δὲ μηνυθέντα παρὰ Λυκομήδει ζητῶν Ἀχιλλέα, σάλπιγγι χρησάμενος εὗρε. καὶ τοῦτον τὸν τρόπον εἰς Τροίαν ἦλθε. συνείπετο δὲ αὐτῷ Φοῖνιξ ὁ Ἀμύντορος. οὗτος ὑπὸ τοῦ πατρὸς ἐτυφλώθη καταψευσαμένης φθορὰν Φθίας3 τῆς τοῦ πατρὸς παλλακῆς. Πηλεὺς δὲ αὐτὸν πρὸς Χείρωνα κομίσας, ὑπʼ ἐκείνου θεραπευθέντα τὰς ὄψεις4 βασιλέα κατέστησε Δολόπων. συνείπετο δὲ καὶ Πάτροκλος ὁ Μενοιτίου καὶ Σθενέλης τῆς Ἀκάστου ἢ Περιώπιδος τῆς Φέρητος, ἢ καθάπερ φησὶ Φιλοκράτης, Πολυμήλης τῆς Πηλέως. οὗτος ἐν Ὀποῦντι διενεχθεὶς ἐν παιδιᾷ περὶ ἀστραγάλων παῖδα Κλειτώνυμον τὸν Ἀμφιδάμαντος ἀπέκτεινε, καὶ φυγὼν μετὰ τοῦ πατρὸς παρὰ Πηλεῖ κατῴκει, καὶ Ἀχιλλέως ἐρώμενος γίνεται.
当阿喀琉斯长至九岁时,卡尔卡斯称若无他就无法攻克特洛伊;忒提斯预知他若出征必当丧命,便用女子衣装将他隐匿起来,当作处女托付给吕科墨得斯。他在那里受抚养时与吕科墨得斯之女黛达墨亚交合,得一子皮洛斯,即后来被称为涅俄普托勒摩斯者。但奥德修斯探得阿喀琉斯在吕科墨得斯那里的密报后前去搜寻,借由吹响军号找到了他。〔阿喀琉斯〕就这样前往了特洛伊。 阿明托耳之子福尼克斯也随他同去。此人因其父的妾室弗提亚诬告他对其进行诱奸,而被其父刺瞎了双眼。珀琉斯将他带到喀戎那里,经喀戎治愈双眼后,便立他为多罗庇亚人的国王。 墨诺提俄斯之子帕特罗克洛斯亦随行,他的母亲是阿卡斯托斯之女斯忒涅勒,或斐瑞斯之女佩里俄庇斯,又或是如菲洛克拉忒斯所说,是珀琉斯之女波吕墨勒。他在奥普斯因羊拐骨掷骰游戏发生争执,杀死了安菲达马斯之子少年克勒托纽摩斯,遂与父亲一同出逃,定居在珀琉斯处,并成为了阿喀琉斯的同性爱人。
- 3.13.6ὃ ἦν αὐτῷ θνητὸν πατρῷον
关系代词 ὃ 没有明确的先行词,构成作 ἔφθειρεν 宾语的名词性关系从句(“他身上来自父亲的凡人部分”)。αὐτῷ 是指代婴儿的所有与格,θνητὸν 与 πατρῷον 则是连系动词 ἦν 的表语形容词。
- 3.13.7διελὼν μεληδὸν διήγαγε διʼ αὐτῆς τὸν στρατὸν εἰς τὴν πόλιν
该句核心在于副词 μεληδόν(四肢离散地、碎尸地)修饰分词 διελών,以及介词短语 διʼ αὐτῆς(穿过她)修饰 διήγαγε。这里描述了一种古老的清洗或复仇仪式,即率领军队从被肢解的阿斯图达墨亚的尸块之间穿过进入城中。
- 3.13.8καταψευσαμένης φθορὰν Φθίας
属格绝对结构。Φθίας 为逻辑主语,καταψευσαμένης 为分词,φθοράν(毁损、失贞、诱奸)为其直接宾语,意为“弗提亚诬告自己遭到玷污/诱奸”。
- 3.13.8θεραπευθέντα τὰς ὄψεις
τὰς ὄψεις 是关系对格(限定对格),修饰被动态分词 θεραπευθέντα(该分词作 αὐτόν 的宾语补足语,取宾格),意为“就视力而言被治愈”。
