← 伪阿波罗多洛斯

书库

§3.13.1-3.13.5

珀琉斯的流亡磨难与忒提斯的婚礼

珀琉斯误杀岳父欧律提翁后逃往约尔科斯由阿卡斯托斯洗净罪孽,逃过了由诬告引发的谋害,最终在诸神的祝福下与海仙女忒提斯结为连理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.13.1

Πηλεὺς δὲ εἰς Φθίαν φυγὼν πρὸς Εὐρυτίωνα τὸν Ἄκτορος ὑπʼ αὐτοῦ καθαίρεται, καὶ λαμβάνει παρʼ αὐτοῦ τὴν θυγατέρα Ἀντιγόνην καὶ τῆς χώρας τὴν τρίτην μοῖραν. καὶ γίνεται θυγάτηρ αὐτῷ Πολυδώρα, ἣν ἔγημε Βῶρος ὁ Περιήρους.

珀琉斯逃往弗提亚,来到阿克托耳之子欧律提翁处,由他洗净罪孽,并从他那里得到其女安提戈涅以及该国三分之一的土地。他得了一女波吕多拉,佩里厄瑞斯之子波洛斯娶了她。

§3.13.2

ἐντεῦθεν ἐπὶ τὴν θήραν τοῦ Καλυδωνίου κάπρου μετʼ Εὐρυτίωνος ἐλθών, προέμενος ἐπὶ τὸν σῦν ἀκόντιον Εὐρυτίωνος τυγχάνει καὶ κτείνει τοῦτον ἄκων. πάλιν οὖν ἐκ Φθίας φυγὼν εἰς Ἰωλκὸν πρὸς Ἄκαστον ἀφικνεῖται καὶ ὑπʼ αὐτοῦ καθαίρεται.

之后他与欧律提翁一同去猎卡吕冬野猪,将标枪掷向野猪时,误中了欧律提翁并失手将其杀死。于是他再度逃离弗提亚,来到约尔科斯的阿卡斯托斯处,由他洗净罪孽。

§3.13.3

ἀγωνίζεται δὲ καὶ τὸν ἐπὶ Πελίᾳ ἀγῶνα, πρὸς Ἀταλάντην διαπαλαίσας. καὶ Ἀστυδάμεια ἡ Ἀκάστου γυνή, Πηλέως ἐρασθεῖσα, περὶ συνουσίας προσέπεμψεν αὐτῷ λόγους. μὴ δυναμένη δὲ πεῖσαι, πρὸς τὴν γυναῖκα αὐτοῦ πέμψασα ἔφη μέλλειν Πηλέα γαμεῖν Στερόπην τὴν Ἀκάστου θυγατέρα· καὶ τοῦτο ἐκείνη ἀκούσασα ἀγχόνην ἀνάπτει. Πηλέως δὲ πρὸς Ἄκαστον καταψεύδεται, λέγουσα ὑπʼ αὐτοῦ περὶ συνουσίας πεπειρᾶσθαι. Ἄκαστος δὲ ἀκούσας κτεῖναι μὲν ὃν ἐκάθηρεν οὐκ ἠβουλήθη, ἄγει δὲ αὐτὸν ἐπὶ θήραν εἰς τὸ Πήλιον. ἔνθα ἁμίλλης περὶ θήρας γενομένης, Πηλεὺς μὲν ὧν ἐχειροῦτο θηρίων τὰς γλώσσας τούτων ἐκτεμὼν1 εἰς πήραν ἐτίθει, οἱ δὲ μετὰ Ἀκάστου ταῦτα χειρούμενοι κατεγέλων ὡς μηδὲν τεθηρακότος τοῦ Πηλέως. ὁ δὲ τὰς γλώσσας παρασχόμενος ὅσας εἶχεν ἐκείνοις, τοσαῦτα ἔφη τεθηρευκέναι. ἀποκοιμηθέντος δὲ αὐτοῦ ἐν τῷ Πηλίῳ, ἀπολιπὼν Ἄκαστος καὶ τὴν μάχαιραν ἐν τῇ τῶν βοῶν κόπρῳ κρύψας ἐπανέρχεται. ὁ δὲ ἐξαναστὰς καὶ ζητῶν τὴν μάχαιραν, ὑπὸ τῶν Κενταύρων καταληφθεὶς ἔμελλεν ἀπόλλυσθαι, σώζεται δὲ ὑπὸ Χείρωνος· οὗτος καὶ τὴν μάχαιραν αὐτοῦ ἐκζητήσας δίδωσι.

他还参加了为珀利阿斯举行的竞技会,与阿塔兰忒摔跤比试。阿卡斯托斯的妻子阿斯图达墨亚爱上了珀琉斯,送信给他要求私通。由于无法说服他,她便派人去告诉珀琉斯的妻子,说珀琉斯将要迎娶阿卡斯托斯之女斯特罗佩;其妻闻讯自缢身亡。她又向阿卡斯托斯诬告珀琉斯,称自己遭到他的调戏诱惑。阿卡斯托斯听闻后,虽不愿亲手杀死自己曾为其净罪之人,却将他带到珀利翁山狩猎。在那里展开狩猎较量时,珀琉斯将自己所制伏野兽的舌头割下放进皮囊,而阿卡斯托斯的随从夺得这些猎物,嘲笑珀琉斯一无所获。珀琉斯却把随身携带的所有舌头向他们出示,表明自己猎获了同样数量的野兽。当他在珀利翁山入睡后,阿卡斯托斯弃他而去,并将他的佩剑藏在牛粪中返家。醒来寻找佩剑的珀琉斯被半人马围困险些丧命,却被喀戎搭救;喀戎还搜寻并归还了他的佩剑。

§3.13.4

γαμεῖ δὲ ὁ Πηλεὺς Πολυδώραν τὴν Περιήρους, ἐξ ἧς αὐτῷ γίνεται Μενέσθιος ἐπίκλην, ὁ Σπερχειοῦ τοῦ ποταμοῦ.2

珀琉斯娶了佩里厄瑞斯之女波吕多拉,由她为他生下名义上的儿子墨涅斯提俄斯,但实为斯珀耳刻俄斯河神之子。

§3.13.5

αὖθις δὲ γαμεῖ Θέτιν τὴν Νηρέως, περὶ ἧς τοῦ γάμου Ζεὺς καὶ Ποσειδῶν ἤρισαν, Θέμιδος δὲ θεσπιῳδούσης ἔσεσθαι τὸν ἐκ ταύτης γεννηθέντα κρείττονα τοῦ πατρὸς ἀπέσχοντο. ἔνιοι δέ φασι, Διὸς ὁρμῶντος ἐπὶ τὴν ταύτης συνουσίαν, εἰρηκέναι Προμηθέα τὸν ἐκ ταύτης αὐτῷ γεννηθέντα οὐρανοῦ δυναστεύσειν. τινὲς δὲ λέγουσι Θέτιν μὴ βουληθῆναι Διὶ συνελθεῖν ὡς ὑπὸ Ἥρας τραφεῖσαν, Δία δὲ ὀργισθέντα θνητῷ θέλειν αὐτὴν συνοικίσαι. Χείρωνος οὖν ὑποθεμένου Πηλεῖ συλλαβεῖν καὶ κατασχεῖν αὐτὴν μεταμορφουμένην, ἐπιτηρήσας συναρπάζει, γινομένην δὲ ὁτὲ μὲν πῦρ ὁτὲ δὲ ὕδωρ ὁτὲ δὲ θηρίον οὐ πρότερον ἀνῆκε πρὶν ἢ τὴν ἀρχαίαν μορφὴν εἶδεν ἀπολαβοῦσαν.3 γαμεῖ δὲ ἐν τῷ Πηλίῳ, κἀκεῖ θεοὶ τὸν γάμον εὐωχούμενοι καθύμνησαν. καὶ δίδωσι Χείρων Πηλεῖ δόρυ μείλινον, Ποσειδῶν δὲ ἵππους Βαλίον καὶ Ξάνθον· ἀθάνατοι δὲ ἦσαν οὗτοι.

此后他又娶了涅柔斯之女忒提斯。宙斯与波塞冬曾为迎娶她而相争,但当忒弥斯预言由她所生之子将比其父更为强大时,他们便放弃了争夺。有人说,当宙斯热切渴求与她交合时,普罗米修斯预言由她为宙斯所生之子将统治天界。另有人说,忒提斯因由赫拉抚养长大而不愿与宙斯同房,宙斯恼怒之下遂欲将她婚配给凡人。喀戎遂建议珀琉斯在她变身时将其抓住并紧紧按住;珀琉斯伺机猛然扑住她,尽管她时而化为烈火,时而化为流水,时而化为野兽,但他直到看见她恢复原本的形态才放手。他在珀利翁山举行了婚礼,诸神在那里设宴并齐声赞颂这场婚事。喀戎送给珀琉斯一柄梣木长矛,波塞冬则赠予马匹巴利俄斯与克珊托斯;这两匹马皆为不死的神驹。

语法注3 条
  1. 3.13.3ὧν ἐχειροῦτο θηρίων τὰς γλώσσας τούτων ἐκτεμὼν

    此处先行词 θηρίων 被关系代词 ὧν 吸引而并入关系从句内部(先行词内包或逆向吸引),主句部分则由指示代词 τούτων 加以复指。整体句法骨架相当于 ἐκτεμὼν τὰς γλώσσας τούτων τῶν θηρίων ἃ ἐχειροῦτο(割下他所制伏的那些野兽的舌头)。

  2. 3.13.4ἐπίκλην, ὁ Σπερχειοῦ τοῦ ποταμοῦ

    ἐπίκλην 是宾格副词用法,意为“名义上”或“名分上”。其后的定冠词短语 ὁ Σπερχειοῦ τοῦ ποταμοῦ 为省略 υἱός 的椭圆表达(“斯珀耳刻俄斯河神之[子]”),简炼地将名义上的父亲(珀琉斯)与实际上的生父(河神斯珀耳刻俄斯)形成对比。

  3. 3.13.5οὐ πρότερον ἀνῆκε πρὶν ἢ τὴν ἀρχαίαν μορφὴν εἶδεν ἀπολαβοῦσαν

    此句为回应否定主句的 οὐ πρότερον... πρὶν ἤ(“直到……才……”)句式,接直陈式不定过去时 εἶδεν 表示已然实现的确定事实。分词 ἀπολαβοῦσαν 作感官动词 εἶδεν 的补充成分,采用阴性单数宾格与变身的忒提斯呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.13.1-3.13.5