- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.12.6-3.12.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在叙述了帕里斯的婚姻、阵亡以及俄诺涅的自缢之后,本段记述了河神阿索波斯的谱系、埃癸娜岛上埃阿科斯家族的建立、埃阿科斯以虔诚解除珀罗普斯罪孽导致的饥荒、福科斯遇害及珀琉斯与忒拉蒙被流放,以及忒拉蒙继承萨拉米斯王位的始末。
Ἕκτωρ μὲν οὖν Ἀνδρομάχην τὴν Ἠετίωνος γαμεῖ, Ἀλέξανδρος δὲ Οἰνώνην τὴν Κεβρῆνος τοῦ ποταμοῦ θυγατέρα. αὕτη παρὰ Ῥέας τὴν μαντικὴν μαθοῦσα προέλεγεν Ἀλεξάνδρῳ μὴ πλεῖν ἐπὶ Ἑλένην. μὴ πείθουσα δὲ εἶπεν, ἐὰν τρωθῇ, παραγενέσθαι πρὸς αὐτήν· μόνην γὰρ θεραπεῦσαι δύνασθαι. τὸν δὲ Ἑλένην ἐκ Σπάρτης ἁρπάσαι, πολεμουμένης δὲ Τροίας τοξευθέντα ὑπὸ Φιλοκτήτου τόξοις Ἡρακλείοις πρὸς Οἰνώνην ἐπανελθεῖν εἰς Ἴδην.1 ἡ δὲ μνησικακοῦσα θεραπεύσειν οὐκ ἔφη. Ἀλέξανδρος μὲν οὖν εἰς Τροίαν κομιζόμενος ἐτελεύτα, Οἰνώνη δὲ μετανοήσασα τὰ πρὸς θεραπείαν φάρμακα ἔφερε, καὶ καταλαβοῦσα αὐτὸν νεκρὸν ἑαυτὴν ἀνήρτησεν. ὁ δὲ Ἀσωπὸς ποταμὸς Ὠκεανοῦ καὶ Τηθύος, ὡς δὲ Ἀκουσίλαος λέγει, Πηροῦς καὶ Ποσειδῶνος, ὡς δέ τινες, Διὸς καὶ Εὐρυνόμης. τούτῳ Μετώπη γημαμένη (Λάδωνος δὲ τοῦ ποταμοῦ θυγάτηρ αὕτη) δύο μὲν παῖδας ἐγέννησεν, Ἰσμηνὸν καὶ Πελάγοντα, εἴκοσι δὲ θυγατέρας, ὧν μὲν μίαν Αἴγιναν ἥρπασε Ζεύς. ταύτην Ἀσωπὸς ζητῶν ἧκεν εἰς Κόρινθον, καὶ μανθάνει παρὰ Σισύφου τὸν ἡρπακότα εἶναι Δία. Ζεὺς δὲ Ἀσωπὸν μὲν κεραυνώσας διώκοντα πάλιν ἐπὶ τὰ οἰκεῖα ἀπέπεμψε ῥεῖθρα (διὰ τοῦτο μέχρι καὶ νῦν ἐκ τῶν τούτου ῥείθρων ἄνθρακες φέρονται), Αἴγιναν δὲ κομίσας εἰς τὴν τότε Οἰνώνην λεγομένην νῆσον, νῦν δὲ Αἴγιναν ἀπʼ ἐκείνης κληθεῖσαν, μίγνυται, καὶ τεκνοῖ παῖδα ἐξ αὐτῆς Αἰακόν. τούτῳ Ζεὺς ὄντι μόνῳ ἐν τῇ νήσῳ τοὺς μύρμηκας ἀνθρώπους ἐποίησε. γαμεῖ δὲ Αἰακὸς Ἐνδηίδα τὴν Σκείρωνος, ἐξ ἧς αὐτῷ παῖδες ἐγένοντο Πηλεύς τε καὶ Τελαμών. Φερεκύδης δέ φησι Τελαμῶνα φίλον, οὐκ ἀδελφὸν Πηλέως εἶναι, ἀλλʼ Ἀκταίου παῖδα καὶ Γλαύκης τῆς Κυχρέως. μίγνυται δὲ αὖθις Αἰακὸς Ψαμάθῃ τῇ Νηρέως εἰς φώκην ἠλλαγμένῃ διὰ τὸ μὴ βούλεσθαι συνελθεῖν, καὶ τεκνοῖ παῖδα Φῶκον. ἦν δὲ εὐσεβέστατος πάντων Αἰακός. διὸ καὶ τὴν Ἑλλάδα κατεχούσης ἀφορίας διὰ Πέλοπα, ὅτι Στυμφάλῳ τῷ βασιλεῖ τῶν Ἀρκάδων πολεμῶν καὶ τὴν Ἀρκαδίαν ἑλεῖν μὴ δυνάμενος, προσποιησάμενος φιλίαν ἔκτεινεν αὐτὸν καὶ διέσπειρε μελίσας, χρησμοὶ θεῶν ἔλεγον ἀπαλλαγήσεσθαι τῶν ἐνεστώτων κακῶν τὴν Ἑλλάδα, ἐὰν Αἰακὸς ὑπὲρ αὐτῆς εὐχὰς ποιήσηται ποιησαμένου δὲ εὐχὰς Αἰακοῦ τῆς ἀκαρπίας ἡ Ἑλλὰς ἀπαλλάττεται. τιμᾶται δὲ καὶ παρὰ Πλούτωνι τελευτήσας Αἰακός, καὶ τὰς κλεῖς τοῦ Ἅιδου φυλάττει. διαφέροντος δὲ ἐν τοῖς ἀγῶσι Φώκου, τοὺς ἀδελφοὺς Πηλέα καὶ Τελαμῶνα ἐπιβουλεῦσαι·2 καὶ λαχὼν κλήρῳ Τελαμὼν συγγυμναζόμενον αὐτὸν βαλὼν δίσκῳ κατὰ τῆς κεφαλῆς κτείνει, καὶ κομίσας μετὰ Πηλέως κρύπτει κατά τινος ὕλης. φωραθέντος δὲ τοῦ φόνου φυγάδες ἀπὸ Αἰγίνης ὑπὸ Αἰακοῦ ἐλαύνονται.
赫克托耳娶了厄厄提翁之女安德洛玛刻,而亚历山大娶了河神刻布壬之女俄诺涅。她师从瑞亚学得预言之术,预先告诫亚历山大不要渡海去求海伦。但未能说服他,便对他说,若是受了伤,就回到她这里来,因为唯有她能够医治。然而他从斯巴达劫走了海伦,特洛伊被围攻时,他被菲洛克忒忒斯用赫拉克勒斯的弓箭射伤,遂回到伊达山的俄诺涅那里。但她心怀怨恨,拒绝为他医治。于是亚历山大在被运回特洛伊的途中死去,俄诺涅悔悟后带着疗伤的药物赶去,却发现他已经断气,便自缢身亡。 阿索波斯河是俄刻阿诺斯与忒堤斯之子,但阿库西拉奥斯说是佩罗与波塞冬之子,又有人说是宙斯与欧律诺墨之子。嫁给他的墨托佩——她是拉冬河之女——为他生下了两个儿子伊斯墨诺斯和珀拉工,以及二十个女儿,其中之一的埃癸娜被宙斯劫走。阿索波斯四处寻找她来到科林斯,从西西弗斯口中得知掠夺者是宙斯。宙斯用雷电击中前来追击的阿索波斯,将他打退回原先的河床(正因如此,直到今日他的河水中仍有炭屑被冲刷出来);宙斯将埃癸娜带到当时被称为俄诺涅、如今因她而改名为埃癸娜的岛上,与她结合,由她生下儿子埃阿科斯。因埃阿科斯独居岛上,宙斯便为他将蚂蚁变成了人。埃阿科斯娶了斯喀戎之女恩得伊斯,与她生下儿子珀琉斯和忒拉蒙。但费勒库得斯说忒拉蒙是珀琉斯的朋友而非兄弟,乃是阿克泰俄斯与库克瑞俄斯之女格劳刻之子。埃阿科斯随后又与涅柔斯之女普萨玛忒结合——她因不愿与他同房而化为海豹——生下儿子福科斯。 埃阿科斯是所有人中最虔诚者。因此,当全希腊因珀罗普斯而遭遇饥荒之灾时——因珀罗普斯在与阿卡迪亚人的国王斯廷法洛斯交战而无法攻取阿卡迪亚时,假装示好将其杀害,并将其肢解抛洒四处——诸神的神谕宣称,唯有埃阿科斯代表希腊献上祈祷,希腊方能摆脱眼前的灾祸;在埃阿科斯献上祈祷后,希腊便摆脱了不毛之灾。埃阿科斯死后在普路托身旁亦受崇敬,掌管冥府的钥匙。 因福科斯在竞赛中技艺出众,兄弟珀琉斯和忒拉蒙便密谋害他;抽中签的忒拉蒙趁着一同锻炼之际,用铁饼击中他的头部将他杀死,并与珀琉斯一同将尸体运走藏在某处树林中。但谋杀败露之后,他们被埃阿科斯逐出埃癸娜岛成为流亡者。
καὶ Τελαμὼν μὲν εἰς Σαλαμῖνα παραγίνεται πρὸς Κυχρέα τὸν Ποσειδῶνος καὶ Σαλαμῖνος τῆς Ἀσωποῦ. κτείνας δὲ ὄφιν οὗτος ἀδικοῦντα τὴν νῆσον αὐτῆς ἐβασίλευε, καὶ τελευτῶν ἄπαις τὴν βασιλείαν παραδίδωσι Τελαμῶνι. ὁ δὲ γαμεῖ Περίβοιαν τὴν Ἀλκάθου τοῦ Πέλοπος· καὶ ποιησαμένου εὐχὰς Ἡρακλέους ἵνα αὐτῷ παῖς ἄρρην γένηται, φανέντος δὲ μετὰ τὰς εὐχὰς αἰετοῦ, τὸν γεννηθέντα ἐκάλεσεν Αἴαντα.3 καὶ στρατευσάμενος ἐπὶ Τροίαν σὺν Ἡρακλεῖ λαμβάνει γέρας Ἡσιόνην τὴν Λαομέδοντος θυγατέρα, ἐξ ἧς αὐτῷ γίνεται Τεῦκρος.
忒拉蒙于是来到萨拉米斯,投奔波塞冬与阿索波斯之女萨拉米斯所生的库克瑞俄斯。库克瑞俄斯因斩杀了危害全岛的巨蟒而统治该岛,死时因无后嗣,便将王位托付给忒拉蒙。忒拉蒙娶了珀罗普斯之子阿尔卡托俄斯之女珀里波亚;赫拉克勒斯祈求上苍赐他一个男儿,祈祷之后空中现出雄鹰,忒拉蒙遂将出生的孩子命名为埃阿斯。他随同赫拉克勒斯远征特洛伊,获得拉俄墨冬之女赫西俄涅作为奖赏,与她生下了透克洛斯。
- 3.12.6τὸν δὲ Ἑλένην ἐκ Σπάρτης ἁρπάσαι, πολεμουμένης δὲ Τροίας τοξευθέντα ὑπὸ Φιλοκτήτου τόξοις Ἡρακλείοις πρὸς Οἰνώνην ἐπανελθεῖν εἰς Ἴδην.
此处采用“主格化”的宾格加不定式结构(τὸν δὲ ... ἁρπάσαι ... ἐπανελθεῖν)作为独立叙述句。这是神话学叙述中承接前文间接引语或省略叙述动词(如 λέγεται)的常见用法,不定式的逻辑主语为宾格 τὸν(即亚历山大)。在紧接着的句子中(ἡ δὲ μνησικακοῦσα...)又恢复为直陈式主序动词。
- 3.12.6τοὺς ἀδελφοὺς Πηλέα καὶ Τελαμῶνα ἐπιβουλεῦσαι
此处不定式 ἐπιβουλεῦσαι 再次连同其宾格主语 τοὺς ἀδελφοὺς 一起构成叙述性间接引语(表示转述或相传)。前面的分词短语 διαφέροντος δὲ ἐν τοῖς ἀγῶσι Φώκου 则充当表示原因的属格独立结构。
- 3.12.7τὸν γεννηθέντα ἐκάλεσεν Αἴαντα
双重宾格结构(动词 ἐκάλεσεν 支配直接宾语 τὸν γεννηθέντα 与宾语补足语 Αἴαντα)。前文提及祈祷后雄鹰(αἰετός)显现,构成了对埃阿斯(Αἴας)之名的民间词源学呼应与象征暗示。
