- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.12.4-3.12.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述普里阿摩斯的即位、赫卡伯的不祥之梦与帕里斯的出生、弃置及成长,并列举了普里阿摩斯与赫卡伯及其他妇人所生的庞大子女谱系。
Τιθωνὸν μὲν οὖν Ἠὼς ἁρπάσασα διʼ ἔρωτα εἰς Αἰθιοπίαν κομίζει, κἀκεῖ συνελθοῦσα γεννᾷ παῖδας Ἠμαθίωνα καὶ Μέμνονα.
厄俄斯出于爱意掠走梯托诺斯,将他带到埃塞俄比亚,并在那里与他结合,生下儿子厄玛提翁和门农。
μετὰ δὲ τὸ αἱρεθῆναι Ἴλιον ὑπὸ Ἡρακλέους, ὡς μικρὸν πρόσθεν ἡμῖν λέλεκται, ἐβασίλευσε Ποδάρκης ὁ κληθεὶς Πρίαμος· καὶ γαμεῖ πρώτην Ἀρίσβην τὴν Μέροπος, ἐξ ἧς αὐτῷ παῖς Αἴσακος γίνεται, ὃς ἔγημεν Ἀστερόπην τὴν Κεβρῆνος θυγατέρα, ἣν πενθῶν ἀποθανοῦσαν ἀπωρνεώθη. Πρίαμος δὲ Ἀρίσβην ἐκδοὺς Ὑρτάκῳ δευτέραν ἔγημεν Ἑκάβην τὴν Δύμαντος, ἢ ὥς τινές φασι Κισσέως, ἢ ὡς ἕτεροι λέγουσι Σαγγαρίου ποταμοῦ καὶ Μετώπης. γεννᾶται δὲ αὐτῇ πρῶτος μὲν Ἕκτωρ· δευτέρου δὲ γεννᾶσθαι μέλλοντος βρέφους ἔδοξεν Ἑκάβη καθʼ ὕπνους δαλὸν τεκεῖν διάπυρον, τοῦτον δὲ πᾶσαν ἐπινέμεσθαι τὴν πόλιν καὶ καίειν. μαθὼν δὲ Πρίαμος παρʼ Ἑκάβης τὸν ὄνειρον, Αἴσακον τὸν υἱὸν μετεπέμψατο· ἦν γὰρ ὀνειροκρίτης παρὰ τοῦ μητροπάτορος Μέροπος διδαχθείς. οὗτος εἰπὼν τῆς πατρίδος γενέσθαι τὸν παῖδα ἀπώλειαν,1 ἐκθεῖναι τὸ βρέφος ἐκέλευε. Πρίαμος δέ, ὡς ἐγεννήθη τὸ βρέφος, δίδωσιν ἐκθεῖναι οἰκέτῃ κομίσαντι εἰς Ἴδην· ὁ δὲ οἰκέτης Ἀγέλαος ὠνομάζετο. τὸ δὲ ἐκτεθὲν ὑπὸ τούτου βρέφος πένθʼ ἡμέρας ὑπὸ ἄρκτου ἐτράφη. ὁ δὲ σωζόμενον εὑρὼν ἀναιρεῖται, καὶ κομίσας ἐπὶ τῶν χωρίων ὡς ἴδιον παῖδα ἔτρεφεν, ὀνομάσας Πάριν. γενόμενος δὲ νεανίσκος καὶ πολλῶν διαφέρων κάλλει τε καὶ ῥώμῃ αὖθις Ἀλέξανδρος προσωνομάσθη, λῃστὰς ἀμυνόμενος καὶ τοῖς ποιμνίοις ἀλεξήσας.2 καὶ μετʼ οὐ πολὺ τοὺς γονέας ἀνεῦρε. μετὰ τοῦτον ἐγέννησεν Ἑκάβη θυγατέρας μὲν Κρέουσαν Λαοδίκην Πολυξένην Κασάνδραν, ᾗ συνελθεῖν βουλόμενος Ἀπόλλων τὴν μαντικὴν ὑπέσχετο διδάξειν. ἡ δὲ μαθοῦσα οὐ συνῆλθεν· ὅθεν Ἀπόλλων ἀφείλετο τῆς μαντικῆς αὐτῆς τὸ πείθειν.3 αὖθις δὲ παῖδας ἐγέννησε Δηίφοβον Ἕλενον Πάμμονα Πολίτην Ἄντιφον Ἱππόνοον Πολύδωρον Τρωίλον· τοῦτον ἐξ Ἀπόλλωνος λέγεται γεγεννηκέναι. ἐκ δὲ ἄλλων γυναικῶν Πριάμῳ παῖδες γίνονται Μελάνιππος Γοργυθίων Φιλαίμων Ἱππόθοος Γλαῦκος, Ἀγάθων Χερσιδάμας Εὐαγόρας Ἱπποδάμας Μήστωρ, Ἄτας Δόρυκλος Λυκάων Δρύοψ Βίας, Χρομίος Ἀστύγονος Τελέστας Εὔανδρος Κεβριόνης, Μύλιος Ἀρχέμαχος Λαοδόκος Ἐχέφρων Ἰδομενεύς, Ὑπερίων Ἀσκάνιος Δημοκόων Ἄρητος Δηιοπίτης, Κλονίος Ἐχέμμων Ὑπείροχος Αἰγεωνεὺς Λυσίθοος Πολυμέδων, θυγατέρες δὲ Μέδουσα Μηδεσικάστη Λυσιμάχη Ἀριστοδήμη.
在伊利翁被赫拉克勒斯攻陷之后,正如我们不久前所讲述的那样,被称为普里阿摩斯的波达耳刻斯继承了王位。他首先娶了墨罗普斯之女阿里斯伯,与她生下儿子埃萨科斯;埃萨科斯娶了刻布壬之女阿斯忒洛佩,因哀悼她的亡故而化为鸟。普里阿摩斯将阿里斯伯改嫁给许尔塔科斯,娶了第二任妻子赫卡伯,她是狄玛斯之女,或如某些人所说是基修斯之女,又或如另一些人所说是桑加里俄斯河与墨托佩之女。她首先生下长子赫克托耳;在第二个孩子即将出生时,赫卡伯在睡梦中梦见自己生下一根燃烧的柴火,并且这根柴火蔓延并烧毁了整座城。普里阿摩斯从赫卡伯那里得知这个梦后,派人召来了儿子埃萨科斯;因为他是外祖父墨罗普斯传授教导的解梦人。他说这孩子将成为祖国的毁灭之因,嘱咐将婴儿弃置荒野。婴儿出生后,普里阿摩斯便将他交给一个仆人带往伊达山弃置;这个仆人名叫阿格拉俄斯。被他弃置的婴儿由一头母熊哺育了五天。仆人发现婴儿安然无恙便将其抱起,带回庄园当作自己的孩子抚养,取名帕里斯。长成青年后,他在美貌和力量上都远超常人,因击退盗匪保护羊群而又被称为亚历山大。不久之后,他找到了自己的生身父母。在他之后,赫卡伯生下了女儿克瑞乌萨、劳狄刻、波吕克塞娜和喀珊德拉;阿波罗因想与喀珊德拉结合,曾答应传授她预言之术。但她在学会之后却未与他结合;因此阿波罗从她的预言术中剥夺了令人信服的力量。随后她又生下儿子德伊福玻斯、赫勒诺斯、潘蒙、波利忒斯、安提福斯、希波诺俄斯、波吕多罗斯和特罗伊罗斯;据说特罗伊罗斯是她与阿波罗所生。普里阿摩斯与其他妇人生下的儿子有麦拉尼波斯、戈耳古梯翁、斐莱蒙、希波托俄斯、格劳科斯、阿伽同、刻耳西达玛斯、欧阿戈剌斯、希波达玛斯、梅斯托耳、阿塔斯、多吕克罗斯、吕卡翁、德律俄普斯、比亚斯、克罗米俄斯、阿斯图戈诺斯、特勒斯塔斯、欧安德罗斯、刻布里奥涅斯、米利俄斯、阿尔刻马科斯、劳多科斯、厄刻弗戎、伊多墨纽斯、许珀里翁、阿斯卡尼俄斯、德摩科翁、阿瑞托斯、得伊俄庇忒斯、克罗尼俄斯、厄刻蒙、许珀罗科斯、埃勾纽斯、吕西托俄斯和波吕墨冬;女儿则有墨杜萨、墨得西卡斯忒、吕西玛刻和阿里斯托得墨。
- 3.12.5τῆς πατρίδος γενέσθαι τὸν παῖδα ἀπώλειαν
由分词 εἰπών 引出的间接引语中的对格不定词结构。τὸν παῖδα 为不定词的语义主语(宾格表示主语),ἀπώλειαν 为表语名词,属格 τῆς πατρίδος 修饰 ἀπώλειαν 作目的格性或所属属格(“祖国的毁灭之因”)。
- 3.12.5λῃστὰς ἀμυνόμενος καὶ τοῖς ποιμνίοις ἀλεξήσας
该处呼应了亚历山大(Ἀλέξανδρος)一名源自动词 ἀλέξω 的传统民间词源解释。句法上展现了不同的配价结构:中间态分词 ἀμυνόμενος 接宾格宾语(λῃστάς,“击退盗匪”),而主动态不定过去时分词 ἀλεξήσας 则接与格(τοῖς ποιμνίοις,“卫护羊群”)。
- 3.12.5ἀφείλετο τῆς μαντικῆς αὐτῆς τὸ πείθειν
动词 ἀφαιρέω 接所剥夺事物的宾格和剥夺来源的分离属格。在此句中,带冠词不定词 τὸ πείθειν(“令人信服的力量”)充当直接宾语(宾格),而 τῆς μαντικῆς αὐτῆς(“从她的预言术中”)则充当分离属格。
