← 伪阿波罗多洛斯

书库

§3.12.1-3.12.3

特洛伊王室的渊源与伊利翁的奠基

记述了从达耳达诺斯开始的特洛伊王室世系、伊利翁城的奠基以及从天而降的帕拉狄翁神像之渊源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.12.1

Ἠλέκτρας δὲ τῆς Ἄτλαντος καὶ Διὸς Ἰασίων καὶ Δάρδανος ἐγένοντο. Ἰασίων μὲν οὖν ἐρασθεὶς Δήμητρος καὶ θέλων καταισχῦναι τὴν θεὸν κεραυνοῦται, Δάρδανος δὲ ἐπὶ τῷ θανάτῳ τοῦ ἀδελφοῦ λυπούμενος, Σαμοθρᾴκην ἀπολιπὼν εἰς τὴν ἀντίπερα ἤπειρον ἦλθε. ταύτης δὲ ἐβασίλευε Τεῦκρος ποταμοῦ Σκαμάνδρου καὶ νύμφης Ἰδαίας· ἀφʼ οὗ καὶ οἱ τὴν χώραν νεμόμενοι Τεῦκροι προσηγορεύοντο. ὑποδεχθεὶς δὲ ὑπὸ τοῦ βασιλέως, καὶ λαβὼν μέρος τῆς γῆς καὶ τὴν ἐκείνου θυγατέρα Βάτειαν, Δάρδανον ἔκτισε πόλιν· τελευτήσαντος δὲ Τεύκρου τὴν χώραν ἅπασαν Δαρδανίαν ἐκάλεσε.

阿特拉斯之女厄勒克特拉与宙斯生下伊阿西翁和达耳达诺斯。伊阿西翁因爱恋德墨忒尔并企图玷污女神而被雷霆击毙;达耳达诺斯因兄弟之死而悲痛,离开萨摩斯拉克,来到了对面的大陆。统治这片土地的是斯卡曼德洛斯河与水泽仙女伊代亚之子透克罗斯;居住在这片土地上的人们也因他而被称为透克罗斯人。达耳达诺斯受到国王的款待,并获得了一部分土地以及国王的女儿巴忒亚,建立了达耳达诺斯城;在透克罗斯去世后,他将整片地区称为达耳达尼亚。

§3.12.2

γενομένων δὲ αὐτῷ παίδων Ἴλου καὶ Ἐριχθονίου, Ἶλος μὲν ἄπαις ἀπέθανεν, Ἐριχθόνιος δὲ διαδεξάμενος τὴν βασιλείαν, γήμας Ἀστυόχην τὴν Σιμόεντος, τεκνοῖ Τρῶα. οὗτος παραλαβὼν τὴν βασιλείαν τὴν μὲν χώραν ἀφʼ ἑαυτοῦ Τροίαν ἐκάλεσε, καὶ γήμας Καλλιρρόην τὴν Σκαμάνδρου γεννᾷ θυγατέρα μὲν Κλεοπάτραν, παῖδας δὲ Ἶλον καὶ Ἀσσάρακον καὶ Γανυμήδην. τοῦτον μὲν οὖν διὰ κάλλος ἀναρπάσας Ζεὺς διʼ ἀετοῦ θεῶν οἰνοχόον ἐν οὐρανῷ κατέστησεν· Ἀσσαράκου δὲ καὶ Ἱερομνήμης τῆς Σιμόεντος Κάπυς, τοῦ δὲ καὶ Θεμίστης τῆς Ἴλου Ἀγχίσης, ᾧ διʼ ἐρωτικὴν ἐπιθυμίαν Ἀφροδίτη συνελθοῦσα Αἰνείαν ἐγέννησε καὶ Λύρον, ὃς ἄπαις ἀπέθανεν.

他生有儿子伊罗斯和厄里克托尼俄斯,伊罗斯无子而亡,厄里克托尼俄斯继承了王位,娶西摩伊斯之女阿斯图俄刻,生下特罗斯。特罗斯接掌王国后,以自己的名字将该地命名为特洛伊,并娶斯卡曼德洛斯之女卡利罗厄,生下一女克勒奥帕特拉,以及诸子伊罗斯、阿萨剌科斯和伽倪墨得斯。因其容貌俊美,宙斯派鹰将伽倪墨得斯掠去,命他在天上担任诸神的侍酒官。阿萨剌科斯与西摩伊斯之女耶罗摩涅墨生下卡皮斯,卡皮斯与伊罗斯之女忒弥斯忒生下安喀塞斯;阿佛洛狄忒出于情欲与安喀塞斯交合,生下埃涅阿斯以及无子而亡的吕罗斯。

§3.12.3

Ἶλος δὲ εἰς Φρυγίαν ἀφικόμενος καὶ καταλαβὼν ὑπὸ τοῦ βασιλέως αὐτόθι τεθειμένον ἀγῶνα νικᾷ πάλην· καὶ λαβὼν ἆθλον πεντήκοντα κόρους καὶ κόρας τὰς ἴσας, δόντος αὐτῷ τοῦ βασιλέως κατὰ χρησμὸν καὶ βοῦν ποικίλην, καὶ φράσαντος ἐν ᾧπερ ἂν αὐτὴ κλιθῇ τόπῳ πόλιν κτίζειν,1 εἵπετο τῇ βοΐ. ἡ δὲ ἀφικομένη ἐπὶ τὸν λεγόμενον τῆς Φρυγίας Ἄτης λόφον κλίνεται· ἔνθα πόλιν κτίσας Ἶλος ταύτην μὲν Ἴλιον ἐκάλεσε, τῷ δὲ Διὶ σημεῖον εὐξάμενος αὐτῷ τι φανῆναι, μεθʼ ἡμέραν τὸ διιπετὲς παλλάδιον πρὸ τῆς σκηνῆς κείμενον ἐθεάσατο. ἦν δὲ τῷ μεγέθει τρίπηχυ, τοῖς δὲ ποσὶ συμβεβηκός,2 καὶ τῇ μὲν δεξιᾷ δόρυ διηρμένον ἔχον τῇ δὲ ἑτέρᾳ ἠλακάτην καὶ ἄτρακτον. ἱστορία δὲ ἡ περὶ τοῦ παλλαδίου τοιάδε φέρεται· φασὶ γεννηθεῖσαν τὴν Ἀθηνᾶν παρὰ Τρίτωνι τρέφεσθαι, ᾧ θυγάτηρ ἦν Παλλάς· ἀμφοτέρας δὲ ἀσκούσας τὰ κατὰ πόλεμον εἰς φιλονεικίαν ποτὲ προελθεῖν. μελλούσης δὲ πλήττειν τῆς Παλλάδος τὸν Δία φοβηθέντα τὴν αἰγίδα προτεῖναι, τὴν δὲ εὐλαβηθεῖσαν ἀναβλέψαι, καὶ οὕτως ὑπὸ τῆς Ἀθηνᾶς τρωθεῖσαν πεσεῖν.3 Ἀθηνᾶν δὲ περίλυπον ἐπʼ αὐτῇ γενομένην, ξόανον ἐκείνης ὅμοιον κατασκευάσαι, καὶ περιθεῖναι τοῖς στέρνοις ἣν ἔδεισεν αἰγίδα, καὶ τιμᾶν ἱδρυσαμένην παρὰ τῷ Διί. ὕστερον δὲ Ἠλέκτρας κατὰ τὴν φθορὰν τούτῳ προσφυγούσης, Δία ῥῖψαι τὸ παλλάδιον εἰς τὴν Ἰλιάδα χώραν, Ἶλον δὲ τούτῳ ναὸν κατασκευάσαντα τιμᾶν. καὶ περὶ μὲν τοῦ παλλαδίου ταῦτα λέγεται. Ἶλος δὲ γήμας Εὐρυδίκην τὴν Ἀδράστου Λαομέδοντα ἐγέννησεν, ὃς γαμεῖ Στρυμὼ τὴν Σκαμάνδρου, κατὰ δέ τινας Πλακίαν τὴν Ὀτρέως, κατʼ ἐνίους δὲ Λευκίππην, καὶ τεκνοῖ παῖδας μὲν Τιθωνὸν Λάμπον Κλυτίον Ἱκετάονα Ποδάρκην, θυγατέρας δὲ Ἡσιόνην καὶ Κίλλαν καὶ Ἀστυόχην, ἐκ δὲ νύμφης Καλύβης Βουκολίωνα.

伊罗斯来到弗律癸亚,正遇上国王在那里举办竞技会,在摔跤比赛中获胜;他获得了五十名青年和同等数量的少女作为奖品,国王又依神谕赠给他一头杂色母牛,并嘱咐他在母牛躺倒的地方建城,他便跟随着母牛前行。母牛来到弗律癸亚所谓阿忒之丘的地方躺倒了。伊罗斯在此建城,称之为伊利翁;他向宙斯祈祷赐予一个兆头,白天便看见从天而降的帕拉狄翁像摆在营帐前。神像高三肘,双足并拢,右手握着举起的长矛,另一只手拿着卷线杆和纺锤。 关于帕拉狄翁像流传着这样的故事:据说雅典娜出生后在特里同那里抚养长大,特里同有一个女儿名叫帕拉斯;两人一起操练武事,有一次起了争执。当帕拉斯正要挥击时,宙斯心生担忧而伸出了神盾,帕拉斯有所警惕而抬头仰望,因此被雅典娜刺伤倒地。雅典娜为此深感悲伤,制作了一尊容貌酷似她的木像,在神像胸前挂上她所畏惧的神盾,立在宙斯身旁加以敬奉。后来,厄勒克特拉在遭到污辱时逃向这尊神像避难,宙斯便将帕拉狄翁像扔到了伊利翁的土地上,伊罗斯为它修建了神殿并加以敬奉。关于帕拉狄翁像便流传着这些说法。 伊罗斯娶阿德剌斯托斯之女欧律狄刻,生下拉俄墨冬;拉俄墨冬娶斯卡曼德洛斯之女斯特律摩,据某些人说娶的是俄特柔斯之女普拉克亚,据另一些人说则是琉基佩,生下的儿子有梯托诺斯、兰波斯、克吕提俄斯、希刻塔翁和波达耳刻斯,女儿有赫西俄涅、基拉和阿斯图俄刻,又与水泽仙女卡吕伯生下布科利翁。

语法注3 条
  1. 3.12.3δόντος αὐτῷ τοῦ βασιλέως κατὰ χρησμὸν καὶ βοῦν ποικίλην, καὶ φράσαντος ἐν ᾧπερ ἂν αὐτὴ κλιθῇ τόπῳ πόλιν κτίζειν

    δόντος 与 φράσαντος 为属格独立结构中的分词,其逻辑主语为 τοῦ βασιλέως。介词短语 κατὰ χρησμὸν 作状语修饰 δόντος,不定词 κτίζειν 则依附于 φράσαντος,充当间接命令(“嘱咐他建城”)。

  2. 3.12.3τοῖς δὲ ποσὶ συμβεβηκός

    τοῖς ποσὶ 为表示视点或方面的与格(“在足部方面”)。与完成时分词 συμβεβηκός(源自 συμβαίνω,“并拢、紧挨”)连用,用以描摹古风期雕像特有的“双足并拢”的直立姿态。

  3. 3.12.3τὴν δὲ εὐλαβηθεῖσαν ἀναβλέψαι, καὶ οὕτως ὑπὸ τῆς Ἀθηνᾶς τρωθεῖσαν πεσεῖν

    由前文动词 φασί 统辖的“宾格加不定词”结构。冠词宾格 τὴν [sc. Παλλάδα] 作不定词 ἀναβλέψαι 与 πεσεῖν 的逻辑主语,并带同两个与之在性数格上一致的环境分词(εὐλαβηθεῖσαν 与 τρωθεῖσαν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.12.1-3.12.3