← 伪阿波罗多洛斯

书库

§3.11.1-3.11.2

狄俄斯库洛伊之争与轮流不朽

记述了墨涅拉俄斯的子嗣后,本段叙述了狄俄斯库洛伊劫掠琉基波斯的女儿们为妻、因分牛与阿法柔斯之子发生致命冲突导致卡斯托耳阵亡、两人获得隔日交替的永生,以及墨涅拉俄斯继承斯巴达王位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.11.1

Μενέλαος μὲν οὖν ἐξ Ἑλένης Ἑρμιόνην ἐγέννησε καὶ κατά τινας Νικόστρατον, ἐκ δούλης δὲ Πιερίδος, γένος Αἰτωλίδος, ἢ καθάπερ Ἀκουσίλαός φησι Τηρηίδος, Μεγαπένθη, ἐκ Κνωσσίας δὲ νύμφης κατὰ Εὔμηλον Ξενόδαμον.

于是,墨涅拉俄斯与海伦生下赫耳弥奥涅,据某些人说还生下了尼科斯特拉托斯;又与女奴庇厄里斯(按族裔是埃托利亚人),或如阿库西拉俄斯所说与忒瑞伊斯,生下墨伽彭忒斯;据欧墨洛斯所说,又与一位克诺索斯的水泽仙女生下客诺达摩斯。

§3.11.2

τῶν δὲ ἐκ Λήδας γενομένων παίδων Κάστωρ μὲν ἤσκει τὰ κατὰ πόλεμον, Πολυδεύκης δὲ πυγμήν, καὶ διὰ τὴν ἀνδρείαν ἐκλήθησαν ἀμφότεροι Διόσκουροι. βουλόμενοι δὲ γῆμαι τὰς Λευκίππου θυγατέρας ἐκ Μεσσήνης ἁρπάσαντες ἔγημαν· καὶ γίνεται μὲν Πολυδεύκους καὶ Φοίβης Μνησίλεως, Κάστορος δὲ καὶ Ἱλαείρας Ἀνώγων. ἐλάσαντες δὲ ἐκ τῆς Ἀρκαδίας βοῶν λείαν μετὰ τῶν Ἀφαρέως παίδων Ἴδα καὶ Λυγκέως, ἐπιτρέπουσιν Ἴδᾳ διελεῖν· ὁ δὲ τεμὼν βοῦν εἰς μέρη τέσσαρα, τοῦ πρώτου καταφαγόντος1 εἶπε τῆς λείας τὸ ἥμισυ ἔσεσθαι, καὶ τοῦ δευτέρου τὸ λοιπόν. καὶ φθάσας κατηνάλωσε2 τὸ μέρος τὸ ἴδιον πρῶτος Ἴδας, καὶ τὸ τοῦ ἀδελφοῦ, καὶ μετʼ ἐκείνου τὴν λείαν εἰς Μεσσήνην ἤλασε. στρατεύσαντες δὲ ἐπὶ Μεσσήνην οἱ Διόσκουροι τήν τε λείαν ἐκείνην καὶ πολλὴν ἄλλην συνελαύνουσι. καὶ τὸν Ἴδαν ἐλόχων καὶ τὸν Λυγκέα. Λυγκεὺς δὲ ἰδὼν Κάστορα ἐμήνυσεν Ἴδᾳ, κἀκεῖνος αὐτὸν κτείνει. Πολυδεύκης δὲ ἐδίωξεν αὐτούς, καὶ τὸν μὲν Λυγκέα κτείνει τὸ δόρυ προέμενος, τὸν δὲ Ἴδαν διώκων, βληθεὶς ὑπʼ ἐκείνου πέτρᾳ κατὰ τῆς κεφαλῆς, πίπτει σκοτωθείς. καὶ Ζεὺς Ἴδαν κεραυνοῖ, Πολυδεύκην δὲ εἰς οὐρανὸν ἀνάγει. μὴ δεχομένου δὲ Πολυδεύκους τὴν ἀθανασίαν ὄντος νεκροῦ Κάστορος, Ζεὺς ἀμφοτέροις παρʼ ἡμέραν3 καὶ ἐν θεοῖς εἶναι καὶ ἐν θνητοῖς ἔδωκε. μεταστάντων δὲ εἰς θεοὺς τῶν Διοσκούρων, Τυνδάρεως μεταπεμψάμενος Μενέλαον εἰς Σπάρτην τούτῳ τὴν βασιλείαν παρέδωκεν.

在勒达所生的子女中,卡斯托耳操练战阵之事,波吕丢刻斯操练拳击,两人因勇武而俱被称为狄俄斯库洛伊。他们想要娶琉基波斯的女儿们,便从墨塞涅将她们掠夺去并结为夫妇;波吕丢刻斯与福伯生下墨涅西勒俄斯,卡斯托耳与希拉厄拉生下阿诺工。他们同阿法柔斯的儿子们伊达斯和林叩斯一道从阿耳卡狄亚赶来一批掠夺得的牛群,并将牛群的分配托付给伊达斯。伊达斯将一头牛切为四块,说谁最先吃完,掠夺品的一半就归谁,第二名则得余下的部分。伊达斯抢先吃完了属于自己的那一份,接着又吃完了他兄弟的那一份,随后便与兄弟一同将牛群赶去了墨塞涅。狄俄斯库洛伊出兵进讨墨塞涅,将那批牛群以及许多别的牲畜一同赶了回来。他们埋伏起来等候伊达斯和林叩斯。林叩斯看见了卡斯托耳并通报给伊达斯,伊达斯便杀死了卡斯托耳。波吕丢刻斯追击他们,掷出长矛杀死了林叩斯;但他追击伊达斯时,被伊达斯用石头击中头部,昏厥倒地。宙斯降下雷霆击杀了伊达斯,并将波吕丢刻斯接引到天上。但在卡斯托耳已死的情况下,波吕丢刻斯不肯独自接受永生,宙斯便赐予两人隔天轮流留在诸神之间与凡人之间。在狄俄斯库洛伊归列于神界之后,廷达瑞俄斯派人召墨涅拉俄斯来到斯巴达,将王位移交给了他。

语法注3 条
  1. 3.11.2τοῦ πρώτου καταφαγόντος

    用作名词的主动不定过去时分词属格,与不定式 ἔσεσθαι 构成表所属的谓语属格(意为“将属于最先吃完的人”)。此句表面形式接近属格绝对结构,但从下文与之并列的 καὶ τοῦ δευτέρου τὸ λοιπόν(“剩余的归第二个人”)可见,当取表示归属的谓语属格。

  2. 3.11.2φθάσας κατηνάλωσε

    不定过去时分词 φθάσας 修饰限定动词 κατηνάλωσε,起副词性作用,表示“先发制人地/抢先……”。通常动词 φθάνω 常接分词作补充(如 ἔφθασε καταναλώσας),此处主动词与分词的语法位置发生了倒置,由分词 φθάσας 承担“抢先、抢在前面”的核心修饰意义。

  3. 3.11.2παρʼ ἡμέραν

    介词 παρά 支配单数宾格 ἡμέραν,构成表示时间的习惯用语,意为“隔天、隔日地”或“轮流每日”。指神话中兄弟二人轮流隔天在天界神灵之中与地下亡魂/凡人之间度过的特权。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.11.1-3.11.2