← 伪阿波罗多洛斯

书库

§3.10.5-3.10.9

廷达瑞俄斯复位与海伦的婚事

记述了廷达瑞俄斯遭逐与复位、其后代的谱系与海伦身世的异说,以及面对大批求婚者时奥德修斯向廷达瑞俄斯献立誓之策以成全海伦婚事的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.10.5

Ἱπποκόωντος μὲν οὖν ἐγένοντο παῖδες Δορυκλεὺς Σκαῖος Ἐναροφόρος Εὐτείχης Βουκόλος Λύκαιθος Τέβρος Ἱππόθοος Εὔρυτος Ἱπποκορυστὴς Ἀλκίνους Ἄλκων. τούτους Ἱπποκόων ἔχων παῖδας Ἰκάριον καὶ Τυνδάρεων ἐξέβαλε Λακεδαίμονος. οἱ δὲ φεύγουσι πρὸς Θέστιον, καὶ συμμαχοῦσιν αὐτῷ πρὸς τοὺς ὁμόρους πόλεμον ἔχοντι· καὶ γαμεῖ Τυνδάρεως Θεστίου θυγατέρα Λήδαν. αὖθις δέ, ὅτε Ἡρακλῆς Ἱπποκόωντα καὶ τοὺς τούτου παῖδας ἀπέκτεινε, κατέρχονται, καὶ παραλαμβάνει Τυνδάρεως τὴν βασιλείαν.

希波科翁生下的儿子有多律克勒斯、斯开俄斯、厄那罗福罗斯、欧忒刻斯、布科洛斯、吕开托斯、忒布罗斯、希波托俄斯、欧律托斯、希波科律斯忒斯、阿尔基诺俄斯和阿尔孔。希波科翁有了这些儿子,便将伊卡里俄斯和廷达瑞俄斯逐出了拉刻代蒙。他们逃往忒斯提俄斯处,在后者与邻邦作战时与他结盟;廷达瑞俄斯娶了忒斯提俄斯的女儿勒达。后来,当赫拉克勒斯杀死了希波科翁及其众子之后,他们归来,廷达瑞俄斯接掌了王位。

§3.10.6

Ἰκαρίου μὲν οὖν καὶ Περιβοίας νύμφης νηίδος Θόας Δαμάσιππος Ἰμεύσιμος Ἀλήτης Περίλεως, καὶ θυγάτηρ Πηνελόπη, ἣν ἔγημεν Ὀδυσσεύς· Τυνδάρεω δὲ καὶ Λήδας Τιμάνδρα, ἣν Ἔχεμος ἔγημε, καὶ Κλυταιμνήστρα, ἣν ἔγημεν Ἀγαμέμνων, ἔτι τε Φυλονόη, ἣν Ἄρτεμις ἀθάνατον ἐποίησε.

伊卡里俄斯与水泽仙女珀里波亚生下托阿斯、达玛西波斯、伊墨西摩斯、阿勒忒斯、珀里勒俄斯,以及女儿珀涅罗珀,奥德修斯娶了她;廷达瑞俄斯与勒达生下忒曼德拉(厄刻摩斯娶了她)、克吕泰涅斯特拉(阿伽门农娶了她),此外还有斐罗诺厄,阿耳忒弥斯使她获得了永生。

§3.10.7

Διὸς δὲ Λήδᾳ συνελθόντος ὁμοιωθέντος κύκνῳ, καὶ κατὰ τὴν αὐτὴν νύκτα Τυνδάρεω, Διὸς μὲν ἐγεννήθη Πολυδεύκης καὶ Ἑλένη, Τυνδάρεω δὲ Κάστωρ καὶ Κλυταιμνήστρα. λέγουσι δὲ ἔνιοι Νεμέσεως Ἑλένην εἶναι καὶ Διός. ταύτην γὰρ τὴν Διὸς φεύγουσαν συνουσίαν εἰς χῆνα τὴν μορφὴν μεταβαλεῖν,1 ὁμοιωθέντα δὲ καὶ Δία κύκνῳ συνελθεῖν· τὴν δὲ ᾠὸν ἐκ τῆς συνουσίας ἀποτεκεῖν, τοῦτο δὲ ἐν τοῖς ἄλσεσιν εὑρόντα τινὰ ποιμένα Λήδᾳ κομίσαντα δοῦναι, τὴν δὲ καταθεμένην εἰς λάρνακα φυλάσσειν, καὶ χρόνῳ καθήκοντι γεννηθεῖσαν Ἑλένην ὡς ἐξ αὑτῆς θυγατέρα τρέφειν. γενομένην δὲ αὐτὴν κάλλει διαπρεπῆ Θησεὺς ἁρπάσας εἰς Ἀφίδνας ἐκόμισε. Πολυδεύκης δὲ καὶ Κάστωρ ἐπιστρατεύσαντες, ἐν Ἅιδου Θησέως ὄντος, αἱροῦσι τὴν πόλιν καὶ τὴν Ἑλένην λαμβάνουσι, καὶ τὴν Θησέως μητέρα Αἴθραν ἄγουσιν αἰχμάλωτον.

宙斯化作天鹅与勒达结合,同夜廷达瑞俄斯也与她结合,从宙斯生下了波吕丢刻斯和海伦,从廷达瑞俄斯生下了卡斯托耳和克吕泰涅斯特拉。但有人说海伦是涅墨西斯和宙斯所生。因为她为了逃避与宙斯的结合而化为鹅形,而宙斯也化作天鹅与她结合;她因这次结合而产下一枚卵,有个牧羊人在树林中发现了它,带去交给勒达;勒达将它放在箱子里保管,在适当时机孵化出海伦后,将她作为自己的女儿抚养。当海伦出落得美貌绝伦时,忒修斯将她劫掠并带到了阿菲德奈。当忒修斯身在哈得斯之时,波吕丢刻斯和卡斯托耳出兵征讨,攻陷了那座城并夺回了海伦,还将忒修斯的母亲埃特拉俘虏而去。

§3.10.8

παρεγένοντο δὲ εἰς Σπάρτην ἐπὶ τὸν Ἑλένης γάμον οἱ βασιλεύοντες Ἑλλάδος. ἦσαν δὲ οἱ μνηστευόμενοι οἵδε· Ὀδυσσεὺς Λαέρτου, Διομήδης Τυδέως, Ἀντίλοχος Νέστορος, Ἀγαπήνωρ Ἀγκαίου, Σθένελος Καπανέως, Ἀμφίμαχος Κτεάτου, Θάλπιος Εὐρύτου, Μέγης Φυλέως, Ἀμφίλοχος Ἀμφιαράου, Μενεσθεὺς Πετεώ, Σχεδίος καὶ Ἐπίστροφος Ἰφίτου, Πολύξενος Ἀγασθένους, Πηνέλεως Ἱππαλκίμου, Λήιτος Ἀλέκτορος, Αἴας Ὀιλέως, Ἀσκάλαφος καὶ Ἰάλμενος Ἄρεος, Ἐλεφήνωρ Χαλκώδοντος, Εὔμηλος Ἀδμήτου, Πολυποίτης Πειρίθου, Λεοντεὺς Κορώνου, Ποδαλείριος καὶ Μαχάων Ἀσκληπιοῦ, Φιλοκτήτης Ποίαντος, Εὐρύπυλος Εὐαίμονος, Πρωτεσίλαος Ἰφίκλου, Μενέλαος Ἀτρέως, Αἴας καὶ Τεῦκρος Τελαμῶνος, Πάτροκλος Μενοιτίου.

希腊各地的统治者都来到斯巴达求娶海伦。求婚者有以下这些人:拉厄耳忒斯之子奥德修斯、堤丢斯之子狄俄墨得斯、涅斯托耳之子安提罗科斯、安开俄斯之子阿伽珀诺耳、卡帕纽斯之子斯忒涅洛斯、克忒阿托斯之子安菲马科斯、欧律托斯之子塔尔庇俄斯、菲琉斯之子墨革斯、安菲阿拉俄斯之子安菲罗科斯、珀忒俄斯之子墨涅斯透斯、伊菲托斯之子斯刻狄俄斯与厄庇斯特罗福斯、阿伽斯忒涅斯之子波吕克塞诺斯、希帕尔喀摩斯之子珀涅勒俄斯、阿勒克托耳之子勒伊托斯、俄琉斯之子埃阿斯、阿瑞斯之子阿斯卡拉福斯与伊阿耳墨诺斯、卡尔科敦之子厄勒斐诺耳、阿德墨托斯之子欧墨洛斯、珀里托俄斯之子波吕珀忒斯、科罗诺斯之子勒翁透斯、阿斯克勒庇俄斯之子波达利里俄斯与玛卡翁、珀阿斯之子菲罗克忒忒斯、欧埃蒙之子欧律皮洛斯、伊菲克罗斯之子普罗忒西拉俄斯、阿特柔斯之子墨涅拉俄斯、忒拉蒙之子埃阿斯与透克洛斯、墨诺提俄斯之子帕特罗克洛斯。

§3.10.9

τούτων ὁρῶν τὸ πλῆθος Τυνδάρεως ἐδεδοίκει μὴ προκριθέντος ἑνὸς στασιάσωσιν οἱ λοιποί. ὑποσχομένου δὲ Ὀδυσσέως, ἐὰν συλλάβηται πρὸς τὸν Πηνελόπης αὐτῷ γάμον, ὑποθήσεσθαι τρόπον τινὰ διʼ οὗ μηδεμία γενήσεται στάσις, ὡς ὑπέσχετο αὐτῷ συλλήψεσθαι ὁ Τυνδάρεως, πάντας εἶπεν ἐξορκίσαι τοὺς μνηστῆρας βοηθήσειν,2 ἐὰν ὁ προκριθεὶς νυμφίος ὑπὸ ἄλλου τινὸς ἀδικῆται περὶ τὸν γάμον. ἀκούσας δὲ τοῦτο Τυνδάρεως τοὺς μνηστῆρας ἐξορκίζει, καὶ Μενέλαον μὲν αὐτὸς αἱρεῖται νυμφίον, Ὀδυσσεῖ δὲ παρὰ Ἰκαρίου μνηστεύεται Πηνελόπην.

见求婚者人数如此众多,廷达瑞俄斯害怕一旦选中了一人,其余的人就会起内讧。但奥德修斯承诺,若廷达瑞俄斯协助他娶得珀涅罗珀,他就会提出一个不会引起任何内讧的办法;当廷达瑞俄斯答应协助他之后,奥德修斯便叫他让所有的求婚者起誓:若被选中的新郎在婚姻之事上遭到其他任何人的侵害,他们都将予以援助。听了这番话,廷达瑞俄斯便让求婚者们立誓,自己选了墨涅拉俄斯为新郎,并向伊卡里俄斯为奥德修斯求得珀涅罗珀为妻。

语法注2 条
  1. 3.10.7ταύτην γὰρ τὴν Διὸς φεύγουσαν συνουσίαν εἰς χῆνα τὴν μορφὴν μεταβαλεῖν

    承接前句的 λέγουσι δὲ ἔνιοι(有人说……),此处开始由对格加不定式结构(间接引语)一路延续至 τρέφειν。在不重复主导动词的情况下,整段关于涅墨西斯变形、产卵、牧人拾卵以及勒达抚育海伦的异说神话,均由一系列不定式(μεταβαλεῖν、συνελθεῖν、ἀποτεκεῖν、δοῦναι、φυλάσσειν、τρέφειν)连贯统摄。

  2. 3.10.9πάντας εἶπεν ἐξορκίσαι τοὺς μνηστῆρας βοηθήσειν

    主动词 εἶπεν 的主语是在前述属格独立结构中提出承诺的奥德修斯。εἶπεν 支配表示命令的不定式 ἐξορκίσαι(使起誓),其逻辑主语依上下文为廷达瑞俄斯;而 ἐξορκίσαι 进一步支配表达誓约内容的将来时不定式 βοηθήσειν(将予援助),构成了嵌套的不定式补足语结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.10.5-3.10.9