- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.10.3-3.10.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了塔宇革忒后裔的斯巴达王族谱系、阿斯克勒庇俄斯的诞生与复活死者之术及其致死惩罚,以及阿波罗服役的经过与另一种家谱传承。
Ταϋγέτη δὲ ἐκ Διὸς ἐγέννησε Λακεδαίμονα, ἀφʼ οὗ καὶ Λακεδαίμων ἡ χώρα καλεῖται. Λακεδαίμονος δὲ καὶ Σπάρτης τῆς Εὐρώτα, ὃς ἦν ἀπὸ Λέλεγος αὐτόχθονος καὶ νύμφης νηίδος Κλεοχαρείας, Ἀμύκλας καὶ Εὐρυδίκη,1 ἣν ἔγημεν Ἀκρίσιος. Ἀμύκλα δὲ καὶ Διομήδης τῆς Λαπίθου Κυνόρτης καὶ Ὑάκινθος. τοῦτον εἶναι τοῦ Ἀπόλλωνος ἐρώμενον λέγουσιν, ὃν δίσκῳ βαλὼν ἄκων ἀπέκτεινε. Κυνόρτου δὲ Περιήρης, ὃς γαμεῖ Γοργοφόνην τὴν Περσέως, καθάπερ Στησίχορός φησι, καὶ τίκτει Τυνδάρεων Ἰκάριον Ἀφαρέα Λεύκιππον. Ἀφαρέως μὲν οὖν καὶ Ἀρήνης τῆς Οἰβάλου Λυγκεύς τε καὶ Ἴδας καὶ Πεῖσος· κατὰ πολλοὺς δὲ Ἴδας ἐκ Ποσειδῶνος λέγεται. Λυγκεὺς δὲ ὀξυδερκίᾳ διήνεγκεν, ὡς καὶ τὰ ὑπὸ γῆν θεωρεῖν. Λευκίππου δὲ θυγατέρες ἐγένοντο Ἱλάειρα καὶ Φοίβη· ταύτας ἁρπάσαντες ἔγημαν Διόσκουροι. πρὸς δὲ ταύταις Ἀρσινόην ἐγέννησε. ταύτῃ μίγνυται Ἀπόλλων, ἡ δὲ Ἀσκληπιὸν γεννᾷ. τινὲς δὲ Ἀσκληπιὸν οὐκ ἐξ Ἀρσινόης τῆς Λευκίππου λέγουσιν, ἀλλʼ ἐκ Κορωνίδος τῆς Φλεγύου ἐν Θεσσαλίᾳ. καί φασιν ἐρασθῆναι ταύτης Ἀπόλλωνα καὶ εὐθέως συνελθεῖν· τὴν δὲ παρὰ τὴν τοῦ πατρὸς γνώμην Ἴσχυϊ τῷ Καινέως ἀδελφῷ συνοικεῖν.2 Ἀπόλλων δὲ τὸν μὲν ἀπαγγείλαντα κόρακα καταρᾶται, ὃν τέως λευκὸν ὄντα ἐποίησε μέλανα, αὐτὴν δὲ ἀπέκτεινε. καιομένης δὲ αὐτῆς ἁρπάσας τὸ βρέφος ἐκ τῆς πυρᾶς πρὸς Χείρωνα τὸν Κένταυρον ἤνεγκε, παρʼ ᾧ καὶ τὴν ἰατρικὴν καὶ τὴν κυνηγετικὴν τρεφόμενος ἐδιδάχθη. καὶ γενόμενος χειρουργικὸς καὶ τὴν τέχνην ἀσκήσας ἐπὶ πολὺ οὐ μόνον ἐκώλυέ τινας ἀποθνήσκειν, ἀλλʼ ἀνήγειρε καὶ τοὺς ἀποθανόντας· παρὰ γὰρ Ἀθηνᾶς λαβὼν τὸ ἐκ τῶν φλεβῶν τῆς Γοργόνος ῥυὲν αἷμα, τῷ μὲν ἐκ τῶν ἀριστερῶν ῥυέντι πρὸς φθορὰν ἀνθρώπων ἐχρῆτο, τῷ δὲ ἐκ τῶν δεξιῶν πρὸς σωτηρίαν, καὶ διὰ τούτου τοὺς τεθνηκότας ἀνήγειρεν. ι.
塔宇革忒与宙斯生下拉刻代蒙,该地区也依他而被称为拉刻代蒙。拉刻代蒙与欧罗塔斯(他是本土出生的勒勒克斯与水泽仙女克勒俄卡瑞亚之后)之女斯巴达生下阿密克拉斯和欧律狄刻;阿克里西俄斯娶了欧律狄刻。阿密克拉斯与拉庇泰之女狄俄墨得生下库诺耳忒斯和雅辛托斯。人们说雅辛托斯是阿波罗的爱宠,阿波罗掷铁饼误将其击杀。库诺耳忒斯生佩里厄瑞斯;正如斯忒西霍罗斯所言,佩里厄瑞斯娶珀耳修斯之女戈耳戈福涅,生下廷达瑞俄斯、伊卡里俄斯、阿法柔斯和勒基波斯。阿法柔斯与奥伊巴罗斯之女阿瑞涅生下林叩斯、伊达斯和佩索斯;但按许多人的说法,伊达斯被认为是波塞冬之子。林叩斯以眼力敏锐出众,甚至能看穿地下的事物。勒基波斯生有女儿希拉埃拉和福柏,狄奥斯库洛伊兄弟抢夺并娶了她们;此外他还生了阿尔西诺厄。阿波罗与她结合,她生下阿斯克勒庇俄斯。但有些人说阿斯克勒庇俄斯并非勒基波斯之女阿尔西诺厄所生,而是色萨利弗勒古阿斯之女科洛尼斯所生。他们说阿波罗爱上了她并随即结合;然而她却违背父亲的心意,与凯纽斯的兄弟伊斯库斯同居。阿波罗诅咒了报信的乌鸦,使它由原本的白色变成了黑色,并杀死了科洛尼斯。当她被焚烧时,阿波罗从火葬柴堆中抢救出婴儿,带给半人马喀戎;婴儿在他那里抚育长大,学习了医术与狩猎术。阿斯克勒庇俄斯成为外科圣手并精研此术,不仅阻止了一些人的死亡,而且还使死者复生;原来他从雅典娜那里得到了从戈耳贡血管中流出的血,便用从左侧血管流出的血害人,用从右侧流出的血救人,借此使死者起死回生。
Ζεὺς δὲ φοβηθεὶς μὴ λαβόντες ἄνθρωποι θεραπείαν παρʼ αὐτοῦ βοηθῶσιν ἀλλήλοις,3 ἐκεραύνωσεν αὐτόν. καὶ διὰ τοῦτο ὀργισθεὶς Ἀπόλλων κτείνει Κύκλωπας τοὺς τὸν κεραυνὸν Διὶ κατασκευάσαντας. Ζεὺς δὲ ἐμέλλησε ῥίπτειν αὐτὸν εἰς Τάρταρον, δεηθείσης δὲ Λητοῦς ἐκέλευσεν αὐτὸν ἐνιαυτὸν ἀνδρὶ θητεῦσαι. ὁ δὲ παραγενόμενος εἰς Φερὰς πρὸς Ἄδμητον τὸν Φέρητος τούτῳ λατρεύων ἐποίμαινε, καὶ τὰς θηλείας βόας πάσας διδυμοτόκους ἐποίησεν. εἰσὶ δὲ οἱ λέγοντες Ἀφαρέα μὲν καὶ Λεύκιππον ἐκ Περιήρους γενέσθαι τοῦ Αἰόλου, Κυνόρτου δὲ Περιήρην, τοῦ δὲ Οἴβαλον, Οἰβάλου δὲ καὶ νηίδος νύμφης Βατείας Τυνδάρεων Ἱπποκόωντα Ἰκάριον.
宙斯惧怕凡人从他那里得到治疗而互相救助,便用雷电击中了他。阿波罗因此发怒,杀死了为宙斯制造雷电的独眼巨人。宙斯本打算将阿波罗打入塔尔塔罗斯,但在勒托的恳求下,命他去给一凡人服役一年。阿波罗来到斐赖的斐瑞斯之子阿德墨托斯处,服事他并为他放牧,使他所有的牝牛都产下双胞胎。 不过也有人说,阿法柔斯和勒基波斯是埃俄洛斯之子佩里厄瑞斯所生,而库诺耳忒斯生佩里厄瑞斯,后者生奥伊巴罗斯,奥伊巴罗斯与水泽仙女巴忒亚生下廷达瑞俄斯、希波科翁和伊卡里俄斯。
- 3.10.3Λακεδαίμονος δὲ καὶ Σπάρτης τῆς Εὐρώτα ... Ἀμύκλας καὶ Εὐρυδίκη
谱系记述中常见的动词(如 ἐγένοντο)省略。父母之名作属格(Λακεδαίμονος δὲ καὶ Σπάρτης),其子女作为主语置于主格(Ἀμύκλας καὶ Εὐρυδίκη)。
- 3.10.3τὴν δὲ παρὰ τὴν τοῦ πατρὸς γνώμην Ἴσχυϊ τῷ Καινέως ἀδελφῷ συνοικεῖν
承前文 καί φασιν(“他们说”)所统辖的“宾格加不定式”(AcI)结构。宾格冠词 τὴν(δέ)用作指示代词充当不定式的逻辑主语(指代科洛尼斯),不定式 συνοικεῖν 为述语。
- 3.10.4φοβηθεὶς μὴ λαβόντες ἄνθρωποι θεραπείαν παρʼ αὐτοῦ βοηθῶσιν ἀλλήλοις
由表示惧怕的分词 φοβηθείς 引导的惧怕从句(fear clause)。连词 μή 搭配现在时虚拟语气 βοηθῶσιν,意为“惧怕……发生”。分词 λαβόντες 作为附带从属成分,修饰主语 ἄνθρωποι,表时间或条件(“一旦得到救治”)。
