← 伪阿波罗多洛斯

书库

§2.8.3-2.8.5

征服伯罗奔尼撒与赫拉克勒斯后裔分配领地

赫拉克勒斯后裔克服了因杀害占卜者而招致的灾难,依神谕在俄克绪罗斯的引导下征服伯罗奔尼撒并抽签分配领地。随后记述了阿耳戈斯与墨塞涅因王权争夺而引发的暗杀与复仇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.8.3

συνέβη δὲ καὶ τὸν στρατὸν ἐν Ναυπάκτῳ συμφορᾷ περιπεσεῖν. ἐφάνη γὰρ αὐτοῖς μάντις χρησμοὺς λέγων καὶ ἐνθεάζων, ὃν ἐνόμισαν μάγον εἶναι ἐπὶ λύμῃ τοῦ στρατοῦ πρὸς Πελοποννησίων ἀπεσταλμένον. τοῦτον βαλὼν ἀκοντίῳ Ἱππότης ὁ Φύλαντος τοῦ Ἀντιόχου τοῦ Ἡρακλέους τυχὼν ἀπέκτεινεν. οὕτως δὲ γενομένου τούτου τὸ μὲν ναυτικὸν διαφθαρεισῶν τῶν νεῶν ἀπώλετο, τὸ δὲ πεζὸν ἠτύχησε λιμῷ, καὶ διελύθη τὸ στράτευμα. χρωμένου δὲ περὶ τῆς συμφορᾶς Τημένου, καὶ τοῦ θεοῦ διὰ τοῦ μάντεως γενέσθαι ταῦτα λέγοντος, καὶ κελεύοντος φυγαδεῦσαι δέκα ἔτη τὸν ἀνελόντα καὶ χρήσασθαι ἡγεμόνι τῷ τριοφθάλμῳ, τὸν μὲν Ἱππότην ἐφυγάδευσαν, τὸν δὲ τριόφθαλμον ἐζήτουν. καὶ περιτυγχάνουσιν Ὀξύλῳ τῷ Ἀνδραίμονος, ἐφʼ ἵππου καθημένῳ μονοφθάλμου (τὸν γὰρ ἕτερον τῶν ὀφθαλμῶν ἐκκέκοπτο τόξῳ).1 ἐπὶ φόνῳ γὰρ οὗτος φυγὼν εἰς Ἦλιν, ἐκεῖθεν εἰς Αἰτωλίαν ἐνιαυτοῦ διελθόντος ἐπανήρχετο. συμβαλόντες οὖν τὸν χρησμόν, τοῦτον ἡγεμόνα ποιοῦνται. καὶ συμβαλόντες τοῖς πολεμίοις καὶ τῷ πεζῷ καὶ τῷ ναυτικῷ προτεροῦσι στρατῷ, καὶ Τισαμενὸν κτείνουσι τὸν Ὀρέστου. θνήσκουσι δὲ συμμαχοῦντες αὐτοῖς οἱ Αἰγιμίου παῖδες, Πάμφυλος καὶ Δύμας.

军队在瑙帕克托斯也遭遇了灾祸。因为有一个占卜者向他们显现,传述神谕并处于神灵附体的状态,他们却认为他是伯罗奔尼撒人为了摧毁军队而派来的巫师。赫拉克勒斯之子安提俄克斯之子费拉斯之子希波忒斯投掷标枪击中并杀死了他。这事发生之后,船只损毁导致舰队覆灭,步兵遭遇饥荒,军队随之解散。忒墨诺斯就这场灾难请示神谕,神明表明这些事是因那占卜者而起的,并命令将凶手流放十年,并以“三眼者”为向导。于是他们流放了希波忒斯,并寻找三眼者。他们遇见了安德赖蒙之子俄克绪罗斯,他正骑在一匹独眼马上(因为那匹马的一只眼睛已被箭射瞎)。原来他因谋杀罪逃往厄利斯,因一年期满正从那里返回埃托利亚。于是他们参透了神谕,立此人为向导。他们与敌人交战,在陆军和海军上皆占优势,杀死了俄瑞斯忒斯之子提萨墨诺斯。作为同盟参战的埃吉米俄斯之子潘菲罗斯和迪马斯阵亡。

§2.8.4

ἐπειδὴ δὲ ἐκράτησαν Πελοποννήσου, τρεῖς ἱδρύσαντο βωμοὺς πατρῴου Διός, καὶ ἐπὶ τούτων ἔθυσαν, καὶ ἐκληροῦντο τὰς πόλεις. πρώτη μὲν οὖν λῆξις Ἄργος, δευτέρα δὲ Λακεδαίμων, τρίτη δὲ Μεσσήνη. κομισάντων δὲ ὑδρίαν ὕδατος, ἔδοξε ψῆφον βαλεῖν ἕκαστον. Τήμενος οὖν καὶ οἱ Ἀριστοδήμου παῖδες Προκλῆς καὶ Εὐρυσθένης ἔβαλον λίθους, Κρεσφόντης δὲ βουλόμενος Μεσσήνην λαχεῖν γῆς ἐνέβαλε βῶλον. ταύτης δὲ διαλυθείσης ἔδει τοὺς δύο κλήρους ἀναφανῆναι.2 ἑλκυσθείσης δὲ πρώτης μὲν τῆς Τημένου, δευτέρας δὲ τῆς τῶν Ἀριστοδήμου παίδων, Μεσσήνην ἔλαβε Κρεσφόντης.

当他们征服了伯罗奔尼撒之后,他们为先祖宙斯设立了三座祭坛,在上面献祭,并抽签分配城邦。第一份抽签分配的是阿耳戈斯,第二份是拉刻代蒙,第三份是墨塞涅。有人取来一罐水后,大家决定每人投掷一枚选签。忒墨诺斯与阿里斯托得摩斯的儿子们普罗克勒斯和欧律斯忒涅斯投下了石子,而想要获得墨塞涅的克瑞斯丰忒斯则投入了一块泥土。由于这块泥土在水中融化了,便必然只有两枚签显现出来。忒墨诺斯的签先被抽出,接着是阿里斯托得摩斯诸子的签,于是克瑞斯丰忒斯得到了墨塞涅。

§2.8.5

ἐπὶ δὲ τοῖς βωμοῖς οἷς ἔθυσαν εὗρον σημεῖα κείμενα οἱ μὲν λαχόντες Ἄργος φρῦνον, οἱ δὲ Λακεδαίμονα δράκοντα, οἱ δὲ Μεσσήνην ἀλώπεκα. περὶ δὲ τῶν σημείων ἔλεγον οἱ μάντεις, τοῖς μὲν τὸν φρῦνον καταλαβοῦσιν ἐπὶ τῆς πόλεως μένειν ἄμεινον (μὴ γὰρ ἔχειν ἀλκὴν πορευόμενον τὸ θηρίον),3 τοὺς δὲ δράκοντα καταλαβόντας δεινοὺς ἐπιόντας ἔλεγον ἔσεσθαι, τοὺς δὲ τὴν ἀλώπεκα δολίους. Τήμενος μὲν οὖν παραπεμπόμενος τοὺς παῖδας Ἀγέλαον καὶ Εὐρύπυλον καὶ Καλλίαν, τῇ θυγατρὶ προσανεῖχεν Ὑρνηθοῖ καὶ τῷ ταύτης ἀνδρὶ Δηιφόντῃ. ὅθεν οἱ παῖδες πείθουσί τινας ἐπὶ μισθῷ τὸν πατέρα αὐτῶν φονεῦσαι. γενομένου δὲ τοῦ φόνου τὴν βασιλείαν ὁ στρατὸς ἔχειν ἐδικαίωσεν Ὑρνηθὼ καὶ Δηιφόντην. Κρεσφόντης δὲ οὐ πολὺν Μεσσήνης βασιλεύσας χρόνον μετὰ δύο παίδων φονευθεὶς ἀπέθανε. Πολυφόντης δὲ ἐβασίλευσεν, αὐτῶν τῶν Ἡρακλειδῶν ὑπάρχων, καὶ τὴν τοῦ φονευθέντος γυναῖκα Μερόπην ἄκουσαν ἔλαβεν. ἀνῃρέθη δὲ καὶ οὗτος. τρίτον γὰρ ἔχουσα παῖδα Μερόπη καλούμενον Αἴπυτον ἔδωκε τῷ ἑαυτῆς πατρὶ τρέφειν. οὗτος ἀνδρωθεὶς καὶ κρύφα κατελθὼν ἔκτεινε Πολυφόντην καὶ τὴν πατρῴαν βασιλείαν ἀπέλαβεν.

在他们献祭的祭坛上,他们发现了留下的征兆:分得阿耳戈斯的人发现了一只蟾蜍,分得拉刻代蒙的人发现了一条蛇,分得墨塞涅的人发现了一只狐狸。关于这些征兆,预言家们说,得到蟾蜍的人留守城内更为有利(因为这种动物在行进时没有力量),得到蛇的人在进攻时将威猛可怕,而得到狐狸的人将诡计多端。 忒墨诺斯撇开自己的儿子们阿格拉俄斯、欧律皮罗斯和卡利亚斯,专宠女儿许尔涅托及其丈夫得伊丰忒斯。因此儿子们出钱买通人谋杀了自己的父亲。谋杀发生后,军队判定应由许尔涅托和得伊丰忒斯执掌王权。克瑞斯丰忒斯在统治墨塞涅不久后,与两个儿子一同遭谋杀身亡。属于赫拉克勒斯后裔本族的波吕丰忒斯成为国王,违背被杀之人的妻子墨洛佩的意愿强娶了她。但他最终也被诛杀。因为墨洛佩还有一个名叫艾普托斯的第三子,交由自己的父亲抚养。这孩子长大成人后秘密归来,杀死了波吕丰忒斯,夺回了父祖的王位。

语法注3 条
  1. 2.8.3ἐφʼ ἵππου καθημένῳ μονοφθάλμου (τὸν γὰρ ἕτερον τῶν ὀφθαλμῶν ἐκκέκοπτο τόξῳ)

    属格 μονοφθάλμου 修饰紧邻的前词 ἵππου,表明是马独眼。括号内子句的主语同样是马,动词 ἐκκέκοπτο 为过去完成时被动相第三人称单数,τὸν ἕτερον τῶν ὀφθαλμῶν 作身体部位的关涉宾格(关系宾格)。因此,“三眼者”的神谕是通过骑手(两只眼)加独眼马(一只眼)的组合而应验的。

  2. 2.8.4ταύτης δὲ διαλυθείσης ἔδει τοὺς δύο κλήρους ἀναφανῆναι

    非人称动词 ἔδει 接不定式 ἀναφανῆναι,表示必然性或逻辑推论,意为“(泥土溶化后)必然只有那两枚签显现出来”。这解释了为什么投下的泥土溶解后,罐中只剩忒墨诺斯与阿里斯托得摩斯诸子的两枚固体签可供抽取,从而使克瑞斯丰忒斯必然分得墨塞涅。

  3. 2.8.5μὴ γὰρ ἔχειν ἀλκὴν πορευόμενον τὸ θηρίον

    由 ἔλεγον 引出的间接引语结构延续到了表示原因的 γάρ 分句中,继续使用不定式 ἔχειν。按后期希腊语不定式用法,即便在间接引语中也采用否定词 μή 而非 οὐ。分词 πορευόμενον 为中性单数宾格,与主语 τὸ θηρίον 一致,作时间或状态状语(“在行进时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:2.8.3-2.8.5