← 伪阿波罗多洛斯

书库

§2.8.1-2.8.2

欧律斯透斯之死与赫拉克勒斯后裔归乡受挫

赫拉克勒斯去世后,其子嗣受到雅典庇护,雅典人击退并诛杀了追击的欧律斯透斯及其诸子。赫拉克勒斯后裔初次重返伯罗奔尼撒因瘟疫受挫,随后又因误解德尔斐神谕而接连失败,最终在弄清神谕真正含义后于瑙帕克托斯筹备海路进军。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.8.1

μεταστάντος δὲ Ἡρακλέους εἰς θεοὺς οἱ παῖδες αὐτοῦ φυγόντες Εὐρυσθέα πρὸς Κήυκα παρεγένοντο. ὡς δὲ ἐκείνους ἐκδιδόναι λέγοντος Εὐρυσθέως καὶ πόλεμον ἀπειλοῦντος ἐδεδοίκεσαν,1 Τραχῖνα καταλιπόντες διὰ τῆς Ἑλλάδος ἔφυγον. διωκόμενοι δὲ ἦλθον εἰς Ἀθήνας, καὶ καθεσθέντες ἐπὶ τὸν ἐλέου βωμὸν ἠξίουν βοηθεῖσθαι. Ἀθηναῖοι δὲ οὐκ ἐκδιδόντες αὐτοὺς πρὸς τὸν Εὐρυσθέα πόλεμον ὑπέστησαν, καὶ τοὺς μὲν παῖδας αὐτοῦ Ἀλέξανδρον Ἰφιμέδοντα Εὐρύβιον Μέντορα Περιμήδην ἀπέκτειναν· αὐτὸν δὲ Εὐρυσθέα φεύγοντα ἐφʼ ἅρματος καὶ πέτρας ἤδη παριππεύοντα Σκειρωνίδας κτείνει διώξας Ὕλλος, καὶ τὴν κεφαλὴν ἀποτεμὼν Ἀλκμήνῃ δίδωσιν· ἡ δὲ κερκίσι τοὺς ὀφθαλμοὺς ἐξώρυξεν αὐτοῦ.

赫拉克勒斯升入神界之后,他的子嗣逃脱欧律斯透斯的追捕,来到刻宇克斯处。但当欧律斯透斯要求交出他们并以战争相威胁时,他们深感恐惧,便离开特剌喀斯,逃亡全希腊。他们受到追赶,来到了雅典,坐在怜悯祭坛上请求援助。雅典人拒绝交出他们,挺身迎战欧律斯透斯,杀死了他的儿子亚历山大、伊菲墨冬、欧律比俄斯、墨恩托耳和佩里墨得斯。欧律斯透斯本人驾战车逃跑,已经驱车经过斯喀戎岩旁时,许罗斯追赶并杀死了他,割下他的头颅送给阿尔克墨涅;阿尔克墨涅用织布梭挖出了他的双眼。

§2.8.2

ἀπολομένου δὲ Εὐρυσθέως ἐπὶ Πελοπόννησον ἦλθον οἱ Ἡρακλεῖδαι, καὶ πάσας εἷλον τὰς πόλεις. ἐνιαυτοῦ δὲ αὐτοῖς ἐν τῇ καθόδῳ διαγενομένου φθορὰ πᾶσαν Πελοπόννησον κατέσχε, καὶ ταύτην γενέσθαι χρησμὸς διὰ τοὺς Ἡρακλείδας ἐδήλου· πρὸ γὰρ τοῦ δέοντος αὐτοὺς κατελθεῖν. ὅθεν ἀπολιπόντες Πελοπόννησον ἀνεχώρησαν εἰς Μαραθῶνα κἀκεῖ κατῴκουν. Τληπόλεμος οὖν κτείνας οὐχ ἑκὼν Λικύμνιον (τῇ βακτηρίᾳ γὰρ αὐτοῦ θεράποντα πλήσσοντος ὑπέδραμε)2 πρὶν ἐξελθεῖν αὐτοὺς ἐκ Πελοποννήσου, φεύγων μετʼ οὐκ ὀλίγων ἧκεν εἰς Ῥόδον, κἀκεῖ κατῴκει. Ὕλλος δὲ τὴν μὲν Ἰόλην κατὰ τὰς τοῦ πατρὸς ἐντολὰς ἔγημε, τὴν δὲ κάθοδον ἐζήτει τοῖς Ἡρακλείδαις κατεργάσασθαι. διὸ παραγενόμενος εἰς Δελφοὺς ἐπυνθάνετο πῶς ἂν κατέλθοιεν. ὁ δὲ θεὸς ἔφησε περιμείναντας τὸν τρίτον καρπὸν κατέρχεσθαι. νομίσας δὲ Ὕλλος τρίτον καρπὸν λέγεσθαι τὴν τριετίαν, τοσοῦτον περιμείνας χρόνον σὺν τῷ στρατῷ κατῄει τοῦ Ἡρακλέους ἐπὶ Πελοπόννησον, Τισαμενοῦ τοῦ Ὀρέστου βασιλεύοντος Πελοποννησίων. καὶ γενομένης πάλιν μάχης νικῶσι Πελοποννήσιοι καὶ Ἀριστόμαχος θνήσκει. ἐπεὶ δὲ ἠνδρώθησαν οἱ παῖδες, ἐχρῶντο περὶ καθόδου. τοῦ θεοῦ δὲ εἰπόντος ὅ τι καὶ τὸ πρότερον, Τήμενος ᾐτιᾶτο λέγων τούτῳ πεισθέντας ἀτυχῆσαι. ὁ δὲ θεὸς ἀνεῖλε τῶν ἀτυχημάτων αὐτοὺς αἰτίους εἶναι· τοὺς γὰρ χρησμοὺς οὐ συμβάλλειν. λέγειν γὰρ οὐ γῆς ἀλλὰ γενεᾶς καρπὸν τρίτον, καὶ στενυγρὰν τὴν εὐρυγάστορα, δεξιὰν κατὰ τὸν Ἰσθμὸν ἔχοντι τὴν θάλασσαν.3 ταῦτα Τήμενος ἀκούσας ἡτοίμαζε τὸν στρατόν, καὶ ναῦς ἐπήξατο τῆς Λοκρίδος ἔνθα νῦν ἀπʼ ἐκείνου ὁ τόπος Ναύπακτος λέγεται. ἐκεῖ δʼ ὄντος τοῦ στρατεύματος Ἀριστόδημος κεραυνωθεὶς ἀπέθανε, παῖδας καταλιπὼν ἐξ Ἀργείας τῆς Αὐτεσίωνος διδύμους, Εὐρυσθένη καὶ Προκλέα.

欧律斯透斯死后,赫拉克勒斯后裔进军伯罗奔尼撒,攻占了所有的城邦。然而在他们回归满一年时,一场瘟疫席卷了整个伯罗奔尼撒,神谕表明这是由于赫拉克勒斯后裔而引起的,因为他们早于合宜的时机返回了。因此他们离开伯罗奔尼撒,退往马拉松并在那里居住。而在他们离开伯罗奔尼撒之前,特勒波勒摩斯误杀了利库谟尼俄斯——因为当他用手杖击打一个仆人时,利库谟尼俄斯跑到了中间——他便率领众多人逃离,来到罗得岛并在那里定居。许罗斯依照父亲的嘱托娶了约勒,并设法为赫拉克勒斯后裔实现回归。为此他前往德尔斐,询问他们应如何回归。神明回答说,等候第三次收成后再回归。许罗斯以为“第三次收成”是指三年,等待了这段时间之后,便在俄瑞斯忒斯之子提萨墨诺斯统辖伯罗奔尼撒人之际,率赫拉克勒斯的军队进军伯罗奔尼撒。交战再次发生,伯罗奔尼撒人获胜,阿里斯托马科斯阵亡。当他的儿子们长大成人时,便就回归之事请示神谕。由于神明给出了与先前相同的话,忒墨诺斯责怪神明,说正是听信了神谕他们才遭遇不幸。神明则答复说,灾祸的责任在他们自己,因为他们没有理解神谕:神明所说的不是大地的第三次收成,而是世代的第三代;而所谓的“窄路”,是指对于在地峡处将海置于右手边的人而言的“宽腹之物(大海)”。忒墨诺斯听后便整备军队,在洛克里斯建造船只,那地方如今便因这起事件被称为瑙帕克托斯。当军队驻扎在那里时,阿里斯托得摩斯被雷电击中身亡,留下他与奥忒西翁之女阿尔革亚所生的双胞胎儿子欧律斯忒涅斯和普罗克勒斯。

语法注3 条
  1. 2.8.1ὡς δὲ ἐκείνους ἐκδιδόναι λέγοντος Εὐρυσθέως καὶ πόλεμον ἀπειλοῦντος ἐδεδοίκεσαν

    连词 ὡς(“当……时”或“由于”)统辖属格绝对结构 ἐκείνους ἐκδιδόναι λέγοντος Εὐρυσθέως καὶ πόλεμον ἀπειλοῦντος(“欧律斯透斯要求交出他们并威胁发动战争”)。分词 λέγοντος 后接的不定式 ἐκδιδόναι 表示命令或要求。主动词 ἐδεδοίκεσαν 形式为过去完成时,但作状态动词用,表示过去的恐惧(“感到害怕”)。

  2. 2.8.2τῇ βακτηρίᾳ γὰρ αὐτοῦ θεράποντα πλήσσοντος ὑπέδραμε

    在括号内的解释从句中,αὐτοῦ ... πλήσσοντος 是属格绝对结构,代指前文的主语特勒波勒摩斯(“当他用手杖击打仆人时”)。限定动词 ὑπέδραμε 省略了主语,其逻辑主语为前文的宾语利库谟尼俄斯(“[利库谟尼俄斯]冲到了其下”),说明了这起误杀事件的经过。

  3. 2.8.2καὶ στενυγρὰν τὴν εὐρυγάστορα, δεξιὰν κατὰ τὸν Ἰσθμὸν ἔχοντι τὴν θάλασσαν

    承接前文的不定式 λέγειν(“意指……”)。此处为双重宾语结构,神谕中的谜语词 στενυγράν(“狭窄的”)作谓语宾格,而神明的真实所指 τὴν εὐρυγάστορα(“宽腹的”,即大海)作直接宾格(意为“所谓狭道是指那宽腹之物”)。与格分词 ἔχοντι 为视角与格(dativus iudicantis),表示方位判断的标准(“对于在峡部海在右手边的人而言”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:2.8.1-2.8.2