- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:2.7.4-2.7.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
赫拉克勒斯与奥革结合生下忒勒福斯,并在卡吕冬战胜阿刻罗俄斯娶得得伊阿涅拉。在因过失杀人而流亡途中,他在厄厄诺斯河射杀了企图强暴得伊阿涅拉的涅索斯,但垂死的涅索斯诱骗她保留了含有毒血的所谓情药。
παριὼν δὲ Τεγέαν Ἡρακλῆς τὴν Αὔγην Ἀλεοῦ θυγατέρα οὖσαν ἀγνοῶν ἔφθειρεν. ἡ δὲ τεκοῦσα κρύφα τὸ βρέφος κατέθετο ἐν τῷ τεμένει τῆς Ἀθηνᾶς. λοιμῷ δὲ τῆς χώρας φθειρομένης, Ἀλεὸς εἰσελθὼν εἰς τὸ τέμενος καὶ ἐρευνήσας τὰς τῆς θυγατρὸς ὠδῖνας1 εὗρε. τὸ μὲν οὖν βρέφος εἰς τὸ Παρθένιον ὄρος ἐξέθετο. καὶ τοῦτο κατὰ θεῶν τινα πρόνοιαν ἐσώθη· θηλὴν μὲν γὰρ ἀρτιτόκος ἔλαφος ὑπέσχεν αὐτῷ, ποιμένες δὲ ἀνελόμενοι τὸ βρέφος Τήλεφον ἐκάλεσαν αὐτό. Αὔγην δὲ ἔδωκε Ναυπλίῳ τῷ Ποσειδῶνος ὑπερόριον ἀπεμπολῆσαι. ὁ δὲ Τεύθραντι τῷ Τευθρανίας ἔδωκεν αὐτὴν δυνάστῃ, κἀκεῖνος γυναῖκα ἐποιήσατο.
赫拉克勒斯途经忒革亚时,在不知奥革为阿勒俄斯之女的情况下奸污了她。她秘密产子后,将婴儿藏在雅典娜的圣域中。但当该地遭受瘟疫侵袭时,阿勒俄斯进入圣域搜查,发现了女儿分娩的产物。于是他将那婴儿遗弃在帕耳忒尼翁山上。由于诸神的某种顾佑,这个孩子得以获救:因为一只刚分娩的母鹿将乳头伸向他,牧羊人们捡起婴儿,给他取名为忒勒福斯。阿勒俄斯将奥革交给波塞冬之子瑙普利俄斯,让他将其卖往异乡。瑙普利俄斯将她赠予透特拉尼亚的统治者透特拉斯,透特拉斯娶她为妻。
παραγενόμενος δὲ Ἡρακλῆς εἰς Καλυδῶνα τὴν Οἰνέως θυγατέρα Δηιάνειραν ἐμνηστεύετο, καὶ διαπαλαίσας ὑπὲρ τῶν γάμων αὐτῆς πρὸς Ἀχελῷον εἰκασμένον ταύρῳ περιέκλασε τὸ ἕτερον τῶν κεράτων. καὶ τὴν μὲν Δηιάνειραν γαμεῖ, τὸ δὲ κέρας Ἀχελῷος λαμβάνει, δοὺς ἀντὶ τούτου τὸ τῆς Ἀμαλθείας. Ἀμάλθεια δὲ ἦν Αἱμονίου θυγάτηρ, ἣ κέρας εἶχε ταύρου. τοῦτο δέ, ὡς Φερεκύδης λέγει, δύναμιν εἶχε τοιαύτην ὥστε βρωτὸν ἢ ποτόν, ὅπερ ἂν εὔξαιτό τις, παρέχειν ἄφθονον.
赫拉克勒斯来到卡吕冬,向俄纽斯的女儿得伊阿涅拉求婚;在为争娶她而与化为公牛形象的阿刻罗俄斯角力时,他折断了对方的一只角。赫拉克勒斯遂娶得伊阿涅拉为妻,而阿刻罗俄斯以阿玛尔忒亚之角作为交换,取回了自己的角。阿玛尔忒亚是海摩纽斯之女,拥有一只公牛之角。据费瑞居德斯所述,这只角拥有一种神力,能丰裕地提供人们所祈愿的任何食物或饮料。
στρατεύει δὲ Ἡρακλῆς μετὰ Καλυδωνίων ἐπὶ Θεσπρωτούς, καὶ πόλιν ἑλὼν Ἔφυραν, ἧς ἐβασίλευε Φύλας, Ἀστυόχῃ τῇ τούτου θυγατρὶ συνελθὼν πατὴρ Τληπολέμου γίνεται. διατελῶν δὲ παρʼ αὐτοῖς, πέμψας πρὸς Θέσπιον ἑπτὰ μὲν κατέχειν ἔλεγε παῖδας, τρεῖς δὲ εἰς Θήβας ἀποστέλλειν, τοὺς δὲ λοιποὺς τεσσαράκοντα πέμπειν εἰς Σαρδὼ τὴν νῆσον ἐπʼ ἀποικίαν. γενομένων δὲ τούτων εὐωχούμενος παρʼ Οἰνεῖ κονδύλῳ πλήξας ἀπέκτεινεν Ἀρχιτέλους παῖδα Εὔνομον κατὰ χειρῶν διδόντα·2 συγγενὴς δὲ Οἰνέως οὗτος. ἀλλʼ ὁ μὲν πατὴρ τοῦ παιδός, ἀκουσίως γεγενημένου τοῦ συμβεβηκότος, συνεγνωμόνει, Ἡρακλῆς δὲ κατὰ τὸν νόμον τὴν φυγὴν ὑπομένειν ἤθελε, καὶ διέγνω πρὸς Κήυκα εἰς Τραχῖνα ἀπιέναι. ἄγων δὲ Δηιάνειραν ἐπὶ ποταμὸν Εὔηνον ἧκεν, ἐν ᾧ καθεζόμενος Νέσσος ὁ Κένταυρος τοὺς παριόντας διεπόρθμευε μισθοῦ, λέγων παρὰ θεῶν τὴν πορθμείαν εἰληφέναι διὰ δικαιοσύνην. αὐτὸς μὲν οὖν Ἡρακλῆς τὸν ποταμὸν διέβη, Δηιάνειραν δὲ μισθὸν αἰτηθεὶς ἐπέτρεψε Νέσσῳ διακομίζειν. ὁ δὲ διαπορθμεύων αὐτὴν ἐπεχείρει βιάζεσθαι. τῆς δὲ ἀνακραγούσης αἰσθόμενος Ἡρακλῆς ἐξελθόντα Νέσσον ἐτόξευσεν εἰς τὴν καρδίαν. ὁ δὲ μέλλων τελευτᾶν προσκαλεσάμενος Δηιάνειραν εἶπεν, εἰ θέλοι φίλτρον πρὸς Ἡρακλέα ἔχειν, τόν τε γόνον ὃν ἀφῆκε κατὰ τῆς γῆς καὶ τὸ ῥυὲν ἐκ τοῦ τραύματος τῆς ἀκίδος αἷμα συμμῖξαι,3 ἡ δὲ ποιήσασα τοῦτο ἐφύλαττε παρʼ ἑαυτῇ.
赫拉克勒斯与卡吕冬人一同进军塞斯普罗提亚人,攻克了由费拉斯统治的埃费拉城;他与费拉斯之女阿斯提俄刻同房,生下了特勒波勒摩斯。在留在他们那里期间,赫拉克勒斯遣使告诉忒斯庇俄斯,让他留下七个儿子,派遣三人前往忒拜,将其余四十人送往萨尔多岛开辟殖民地。这些事完毕后,赫拉克勒斯在俄纽斯处赴宴时,用拳头击杀了正在为他倒洗手水的阿耳喀忒勒斯之子欧诺摩斯;此人是俄纽斯的亲族。尽管少年的父亲因变故并非出于故意而宽恕了他,但赫拉克勒斯仍希望依法承受流放之罚,并决定前往特拉喀斯投奔刻宇克斯。他带着得伊阿涅拉来到厄厄诺斯河,半人马涅索斯坐在那里以收费摆渡过客为生,自称因其公正而从诸神那里获得了渡夫的差事。赫拉克勒斯本人涉水过河,在被索要渡资后,便将得伊阿涅拉托付给涅索斯运送。但在渡河过程中,涅索斯企图强暴她。得伊阿涅拉呼救,赫拉克勒斯察觉后,在涅索斯刚上岸时便一箭射穿了他的心脏。涅索斯临死前将得伊阿涅拉唤至身旁,对她说,若想拥有能使赫拉克勒斯动情的春药,就应将他遗落在地上的精液与从箭镞伤口中流出的血液混合起来。她依言而行,并将这药妥善保存在身边。
- 2.7.4τὰς τῆς θυγατρὸς ὠδῖνας
ὠδίς 字面义为“阵痛、分娩之痛”,在此处借代指“分娩的痕迹”或“所生的婴儿”。紧随其后的 τὸ μὲν οὖν βρέφος 表明阿勒俄斯在圣域中搜出了分娩的产物或初生之儿。
- 2.7.6κατὰ χειρῶν διδόντα
这是希腊语中表示“倒水洗手”(κατὰ χειρὸς [χειρῶν] ὕδωρ διδόναι)的省略惯用表达,常用于席间净手,省去了名词 ὕδωρ(水)。分词 διδόντα 为阳性宾格,与被杀者 Εὔνομον 一致。
- 2.7.6εἶπεν, εἰ θέλοι φίλτρον πρὸς Ἡρακλέα ἔχειν, τόν τε γόνον ὃν ἀφῆκε κατὰ τῆς γῆς καὶ τὸ ῥυὲν ἐκ τοῦ τραύματος τῆς ἀκίδος αἷμα συμμῖξαι
不定式 συμμῖξαι 受 εἶπεν 支配,用于在间接引语中传达命令(“对她说……应当混合”)。条件句中的 εἰ θέλοι 则是由于主句动词为历史时态(εἶπεν)而在间接引语中采用的选择式(oblique optative)。
