← 伪阿波罗多洛斯

书库

§2.7.7

攻克欧卡利亚与赫拉克勒斯的死与升天

赫拉克勒斯转战各地消灭敌手并攻陷欧卡利亚俘获伊俄勒,却因嫉妒的得伊阿涅拉送来的毒衣而剧痛难忍,最终在厄忒山上登上火葬柴堆升天成神。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7.7

διεξιὼν δὲ Ἡρακλῆς τὴν Δρυόπων χώραν, ἀπορῶν τροφῆς, ἀπαντήσαντος Θειοδάμαντος βοηλατοῦντος1 τὸν ἕτερον τῶν ταύρων λύσας καὶ σφάξας εὐωχήσατο. ὡς δὲ ἦλθεν εἰς Τραχῖνα πρὸς Κήυκα, ὑποδεχθεὶς ὑπʼ αὐτοῦ Δρύοπας κατεπολέμησεν. αὖθις δὲ ἐκεῖθεν ὁρμηθεὶς Αἰγιμίῳ βασιλεῖ Δωριέων συνεμάχησε· Λαπίθαι γὰρ περὶ γῆς ὅρων ἐπολέμουν αὐτῷ Κορώνου στρατηγοῦντος, ὁ δὲ πολιορκούμενος ἐπεκαλέσατο τὸν Ἡρακλέα βοηθὸν ἐπὶ μέρει τῆς γῆς.2 βοηθήσας δὲ Ἡρακλῆς ἀπέκτεινε Κόρωνον μετὰ καὶ ἄλλων, καὶ τὴν γῆν ἅπασαν παρέδωκεν ἐλευθέραν αὐτῷ. ἀπέκτεινε δὲ καὶ Λαογόραν μετὰ τῶν τέκνων, βασιλέα Δρυόπων, ἐν Ἀπόλλωνος τεμένει δαινύμενον, ὑβριστὴν ὄντα καὶ Λαπιθῶν σύμμαχον. παριόντα δὲ Ἴτωνον εἰς μονομαχίαν προεκαλέσατο αὐτὸν Κύκνος Ἄρεος καὶ Πελοπίας· συστὰς δὲ καὶ τοῦτον ἀπέκτεινεν. ὡς δὲ εἰς Ὀρμένιον ἧκεν, Ἀμύντωρ αὐτὸν ὁ βασιλεὺς μεθʼ ὅπλων οὐκ εἴα διέρχεσθαι· κωλυόμενος δὲ παριέναι καὶ τοῦτον ἀπέκτεινεν. ἀφικόμενος δὲ εἰς Τραχῖνα στρατιὰν ἐπʼ Οἰχαλίαν συνήθροισεν, Εὔρυτον τιμωρήσασθαι θέλων. συμμαχούντων δὲ αὐτῷ Ἀρκάδων καὶ Μηλιέων τῶν ἐκ Τραχῖνος καὶ Λοκρῶν τῶν Ἐπικνημιδίων, κτείνας μετὰ τῶν παίδων Εὔρυτον αἱρεῖ τὴν πόλιν. καὶ θάψας τῶν σὺν αὐτῷ στρατευσαμένων τοὺς ἀποθανόντας, Ἵππασόν τε τὸν Κήυκος καὶ Ἀργεῖον καὶ Μέλανα τοὺς Λικυμνίου παῖδας, καὶ λαφυραγωγήσας τὴν πόλιν, ἦγεν Ἰόλην αἰχμάλωτον. καὶ προσορμισθεὶς Κηναίῳ τῆς Εὐβοίας ἀκρωτηρίῳ Διὸς Κηναίου βωμὸν ἱδρύσατο. μέλλων δὲ ἱερουργεῖν εἰς Τραχῖνα Λίχαν τὸν κήρυκα ἔπεμψε λαμπρὰν ἐσθῆτα οἴσοντα. παρὰ δὲ τούτου τὰ περὶ τὴν Ἰόλην Δηιάνειρα πυθομένη, καὶ δείσασα μὴ ἐκείνην μᾶλλον ἀγαπήσῃ, νομίσασα ταῖς ἀληθείαις φίλτρον εἶναι τὸ ῥυὲν αἷμα Νέσσου, τούτῳ τὸν χιτῶνα ἔχρισεν. ἐνδὺς δὲ Ἡρακλῆς ἔθυεν. ὡς δὲ θερμανθέντος τοῦ χιτῶνος ὁ τῆς ὕδρας ἰὸς τὸν χρῶτα ἔσηπε, τὸν μὲν Λίχαν τῶν ποδῶν ἀράμενος κατηκόντισεν ἀπὸ τῆς †Βοιωτίας, τὸν δὲ χιτῶνα ἀπέσπα προσπεφυκότα τῷ σώματι· συναπεσπῶντο δὲ καὶ αἱ σάρκες αὐτοῦ. τοιαύτῃ συμφορᾷ κατασχεθεὶς εἰς Τραχῖνα ἐπὶ νεὼς κομίζεται. Δηιάνειρα δὲ αἰσθομένη τὸ γεγονὸς ἑαυτὴν ἀνήρτησεν. Ἡρακλῆς δὲ ἐντειλάμενος Ὕλλῳ, ὃς ἐκ Δηιανείρας ἦν αὐτῷ παῖς πρεσβύτερος, Ἰόλην ἀνδρωθέντα γῆμαι, παραγενόμενος εἰς Οἴτην ὄρος (ἔστι δὲ τοῦτο Τραχινίων), ἐκεῖ πυρὰν ποιήσας ἐκέλευσεν ἐπιβὰς ὑφάπτειν.3 μηδενὸς δὲ τοῦτο πράττειν ἐθέλοντος, Ποίας παριὼν κατὰ ζήτησιν ποιμνίων ὑφῆψε. τούτῳ καὶ τὰ τόξα ἐδωρήσατο Ἡρακλῆς. καιομένης δὲ τῆς πυρᾶς λέγεται νέφος ὑποστὰν μετὰ βροντῆς αὐτὸν εἰς οὐρανὸν ἀναπέμψαι. ἐκεῖθεν δὲ τυχὼν ἀθανασίας καὶ διαλλαγεὶς Ἥρᾳ τὴν ἐκείνης θυγατέρα Ἥβην ἔγημεν, ἐξ ἧς αὐτῷ παῖδες Ἀλεξιάρης καὶ Ἀνίκητος ἐγένοντο.

赫拉克勒斯途经德律俄珀斯人的土地时匮乏食物,恰逢赶着牛群的忒俄达玛斯,便解下其中一头公牛宰杀享用。当他来到特拉喀斯投奔刻宇克斯并受到接纳后,便通过战争征服了德律俄珀斯人。 随后他再次从那里出发,与多利安人的国王埃癸米俄斯结盟作战;因为拉庇泰人在科罗诺斯的统领下因土地边界问题同埃癸米俄斯开战,埃癸米俄斯受困被围,便许诺以一部分土地为条件请赫拉克勒斯前来相助。赫拉克勒斯前往援助,杀死了科罗诺斯以及其他人,并将全部领土完好自由地交还给他。他还杀死了德律俄珀斯人的国王拉俄戈拉斯及其众子,当时此人正在阿波罗的圣域中饮宴,为人傲慢狂妄,且是拉庇泰人的盟友。当他途经伊托诺斯时,阿瑞斯与珀罗庇亚之子库克诺斯向他发起单挑挑战;赫拉克勒斯与其交锋也将他杀死。来到奥尔墨纽姆时,国王阿敏托尔不许他携兵器借道通过;通行受阻的赫拉克勒斯也将他杀死。 回到特拉喀斯后,赫拉克勒斯意欲向欧律托斯复仇,便召集军队进攻欧卡利亚。在阿卡迪亚人、来自特拉喀斯的墨利斯人以及厄庇克涅弥狄亚洛克里斯人的同盟协助下,他杀死了欧律托斯及其众子,攻陷了这座城池。在安葬了随从出征而阵亡的同伴——即刻宇克斯之子希帕索斯,以及李库谟纽斯之子阿耳革俄斯与墨拉斯——并洗劫了该城之后,他将伊俄勒作为俘虏带走。他在优卑亚岛的克奈翁海岬停船靠岸,设立了克奈翁宙斯的祭坛。将要举行献祭之时,他派遣传令官利卡斯前往特拉喀斯取来华丽的衣物。得伊阿涅拉从利卡斯口中得知了关于伊俄勒的事,因害怕丈夫更宠爱那个女子,并信以为真地以为涅索斯流淌出的鲜血确是情药,便用它涂抹了那件长衫。赫拉克勒斯穿上它举行祭祀。但随着长衫发热,九头蛇的毒液侵蚀腐烂了他的皮肉,他便抓住利卡斯的双脚将他从悬崖扔了下去,并试图撕下已紧贴在身上的长衫,连带着他的血肉也一同被扯下。陷入如此灾难的赫拉克勒斯乘船被运送到了特拉喀斯。得伊阿涅拉得知所发生的事后自缢身亡。赫拉克勒斯吩咐他与得伊阿涅拉所生的大儿子许罗斯在成年后迎娶伊俄勒,自己来到厄忒山(此山属于特拉喀斯人),在那里搭建了一座柴堆,登上柴堆后命人点火。在无人愿意照办时,因寻找羊群而路过的玻阿斯将柴堆点燃。赫拉克勒斯亦将自己的弓箭赠予了此人。柴堆燃烧之际,据说有一朵云伴随着雷鸣降临在他身下,将他升入了天界。赫拉克勒斯自此获得了不朽之身,并与赫拉和解,娶了她的女儿赫柏为妻,赫柏为他生下了儿子阿勒克西阿瑞斯与阿尼刻托斯。

语法注3 条
  1. 2.7.7ἀπαντήσαντος Θειοδάμαντος βοηλατοῦντος

    属格独立结构,由专有名词 Θειοδάμαντος 及其修饰分词 ἀπαντήσαντος 与 βοηλατοῦντος 构成,表示时间与情境。紧随其后的分词及动词(λύσας καὶ σφάξας εὐωχήσατο)的主语是句首的主格 Ἡρακλῆς,解开并宰杀公牛的是赫拉克勒斯而非忒俄达玛斯。

  2. 2.7.7ἐπὶ μέρει τῆς γῆς

    介词 ἐπί 接与格 μέρει,在此表示约定的条件或代价(“以一部分土地作为条件/报酬”),说明了埃癸米俄斯请求赫拉克勒斯相助的条约条件。

  3. 2.7.7ἐκέλευσεν ἐπιβὰς ὑφάπτειν

    主格分词 ἐπιβάς 与主动词 ἐκέλευσεν 的主语(赫拉克勒斯本人,“登上柴堆后”)保持一致,而不定词 ὑφάπτειν 则带有省略的泛指主语(“吩咐[众人/某人]点火”)。分词与不定词所指的动作主体不同。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:2.7.7