← 伪阿波罗多洛斯

书库

§2.7.1-2.7.3

攻陷科斯岛与征讨伯罗奔尼撒诸邦

赫拉克勒斯在攻陷科斯岛并参战平定巨灵之后,相继征讨了奥革阿斯、皮洛斯和拉刻代蒙,创办了奥林匹亚竞技会并恢复了各地的正统王位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7.1

πλέοντος δὲ ἀπὸ Τροίας Ἡρακλέους Ἥρα χαλεποὺς ἔπεμψε χειμῶνας· ἐφʼ οἷς ἀγανακτήσας Ζεὺς ἐκρέμασεν αὐτὴν ἐξ Ὀλύμπου. προσέπλει δὲ Ἡρακλῆς τῇ Κῷ· καὶ νομίσαντες αὐτὸν οἱ Κῷοι λῃστρικὸν ἄγειν στόλον, βάλλοντες λίθοις προσπλεῖν ἐκώλυον. ὁ δὲ βιασάμενος αὐτὴν νυκτὸς εἷλε, καὶ τὸν βασιλέα Εὐρύπυλον, Ἀστυπαλαίας παῖδα καὶ Ποσειδῶνος, ἔκτεινεν. ἐτρώθη δὲ κατὰ τὴν μάχην Ἡρακλῆς ὑπὸ Χαλκώδοντος, καὶ Διὸς ἐξαρπάσαντος αὐτὸν οὐδὲν ἔπαθε. πορθήσας δὲ Κῶ ἧκε διʼ Ἀθηνᾶς εἰς Φλέγραν, καὶ μετὰ θεῶν κατεπολέμησε Γίγαντας.

当赫拉克勒斯从特洛伊航出时,赫拉降下了猛烈的风暴;宙斯为此大怒,把她从奥林匹斯悬吊起来。赫拉克勒斯驶向科斯岛;但科斯人以为他率领的是一支海盗船队,便投掷石块阻止他靠岸。他强行登岸,在夜间攻取了该岛,并杀死了阿斯提帕莱亚与波塞冬之子、国王欧律皮罗斯。在这场战斗中,赫拉克勒斯被喀尔科冬所伤,但由于宙斯将他夺救出来,他并未遭受大害。洗劫科斯岛后,他在雅典娜的指引下来到佛勒格拉,并与众神一道彻底平定了巨灵。

§2.7.2

μετʼ οὐ πολὺ δὲ ἐπʼ Αὐγείαν ἐστρατεύετο, συναθροίσας Ἀρκαδικὸν στρατὸν καὶ παραλαβὼν ἐθελοντὰς τῶν ἀπὸ τῆς Ἑλλάδος ἀριστέων. Αὐγείας δὲ τὸν ἀφʼ Ἡρακλέους πόλεμον ἀκούων κατέστησεν Ἠλείων στρατηγοὺς Εὔρυτον καὶ Κτέατον συμφυεῖς, οἳ δυνάμει τοὺς τότε ἀνθρώπους ὑπερέβαλλον, παῖδες δὲ ἦσαν Μολιόνης καὶ Ἄκτορος, ἐλέγοντο δὲ Ποσειδῶνος·1 Ἄκτωρ δὲ ἀδελφὸς ἦν Αὐγείου. συνέβη δὲ Ἡρακλεῖ κατὰ τὴν στρατείαν νοσῆσαι· διὰ τοῦτο καὶ σπονδὰς πρὸς τοὺς Μολιονίδας ἐποιήσατο. οἱ δὲ ὕστερον ἐπιγνόντες αὐτὸν νοσοῦντα, ἐπιτίθενται τῷ στρατεύματι καὶ κτείνουσι πολλούς. τότε μὲν οὖν ἀνεχώρησεν Ἡρακλῆς· αὖθις δὲ τῆς τρίτης ἰσθμιάδος τελουμένης, Ἠλείων τοὺς Μολιονίδας πεμψάντων συνθύτας, ἐν Κλεωναῖς ἐνεδρεύσας τούτους Ἡρακλῆς ἀπέκτεινε, καὶ στρατευσάμενος ἐπὶ τὴν Ἦλιν εἷλε τὴν πόλιν. καὶ κτείνας μετὰ τῶν παίδων Αὐγείαν κατήγαγε Φυλέα, καὶ τούτῳ τὴν βασιλείαν ἔδωκεν. ἔθηκε δὲ καὶ τὸν Ὀλυμπιακὸν ἀγῶνα, Πέλοπός τε βωμὸν ἱδρύσατο, καὶ θεῶν δώδεκα βωμοὺς ἓξ ἐδείματο.2

不久之后,他召集了一支阿卡迪亚军队,并从希腊各地的勇士中收揽自愿参战者,对奥革阿斯发起远征。奥革阿斯闻讯赫拉克勒斯发动战争,便任命连体双生的欧律托斯和克忒阿托斯为厄利斯人的将领,他们在体力上凌驾于当时的众人之上;他们是摩利俄涅与阿克托尔的儿子,但亦被传为波塞冬之子;而阿克托尔是奥革阿斯的兄弟。赫拉克勒斯在远征中恰巧患病;因此他与摩利俄涅诸子订立了休战协定。但他们后来得知赫拉克勒斯患病,便袭击其军队,杀伤甚众。赫拉克勒斯当时遂退军;但后来,在举行第三届地峡运动会之际,厄利斯人派遣摩利俄涅诸子作为共同献祭的使节,赫拉克勒斯在克勒俄奈设伏杀死了他们,并进军厄利斯攻克了该城。在将奥革阿斯连同其诸子一同杀死后,他迎回费琉斯并将王权授予他。他还创办了奥林匹亚竞技会,修筑了珀罗普斯的祭坛,并为十二主神建立了六座祭坛。

§2.7.3

μετὰ δὲ τὴν τῆς Ἤλιδος ἅλωσιν ἐστράτευσεν ἐπὶ Πύλον, καὶ τὴν πόλιν ἑλὼν Περικλύμενον κτείνει τὸν ἀλκιμώτατον τῶν Νηλέως παίδων, ὃς μεταβάλλων τὰς μορφὰς ἐμάχετο. τὸν δὲ Νηλέα καὶ τοὺς παῖδας αὐτοῦ χωρὶς Νέστορος ἀπέκτεινεν· οὗτος δὲ νέος ὢν παρὰ Γερηνίοις ἐτρέφετο. κατὰ δὲ τὴν μάχην καὶ Ἅιδην ἔτρωσε Πυλίοις βοηθοῦντα. ἑλὼν δὲ τὴν Πύλον ἐστράτευεν ἐπὶ Λακεδαίμονα, μετελθεῖν τοὺς Ἱπποκόωντος παῖδας θέλων· ὠργίζετο μὲν γὰρ αὐτοῖς καὶ διότι Νηλεῖ συνεμάχησαν, μᾶλλον δὲ ὠργίσθη ὅτι τὸν Λικυμνίου παῖδα ἀπέκτειναν. θεωμένου γὰρ αὐτοῦ τὰ Ἱπποκόωντος βασίλεια, ἐκδραμὼν κύων τῶν Μολοττικῶν ἐπʼ αὐτὸν ἐφέρετο· ὁ δὲ βαλὼν λίθον ἐπέτυχε τοῦ κυνός, ἐκτροχάσαντες δὲ οἱ Ἱπποκοωντίδαι καὶ τύπτοντες αὐτὸν τοῖς σκυτάλοις ἀπέκτειναν. τὸν δὲ τούτου θάνατον ἐκδικῶν στρατιὰν ἐπὶ Λακεδαιμονίους συνήθροιζε. καὶ παραγενόμενος εἰς Ἀρκαδίαν ἠξίου Κηφέα μετὰ τῶν παίδων ὧν εἶχεν εἴκοσι συμμαχεῖν. δεδιὼς δὲ Κηφεὺς μὴ καταλιπόντος αὐτοῦ Τεγέαν Ἀργεῖοι ἐπιστρατεύσωνται, τὴν στρατείαν ἠρνεῖτο. Ἡρακλῆς δὲ παρʼ Ἀθηνᾶς λαβὼν ἐν ὑδρίᾳ χαλκῇ βόστρυχον Γοργόνος Στερόπῃ τῇ Κηφέως θυγατρὶ δίδωσιν, εἰπών, ἐὰν ἐπίῃ στρατός, τρὶς ἀνασχούσης ἐκ τῶν τειχῶν τὸν βόστρυχον καὶ μὴ προϊδούσης3 τροπὴν τῶν πολεμίων ἔσεσθαι. τούτου γενομένου Κηφεὺς μετὰ τῶν παίδων ἐστράτευε. καὶ κατὰ τὴν μάχην αὐτός τε καὶ οἱ παῖδες αὐτοῦ τελευτῶσι, καὶ πρὸς τούτοις Ἰφικλῆς ὁ τοῦ Ἡρακλέους ἀδελφός. Ἡρακλῆς δὲ κτείνας τὸν Ἱπποκόωντα καὶ τοὺς παῖδας αὐτοῦ καὶ χειρωσάμενος τὴν πόλιν, Τυνδάρεων καταγαγὼν τὴν βασιλείαν παρέδωκε τούτῳ.

攻陷厄利斯后,他进军皮洛斯,攻克该城并杀死了涅琉斯诸子中最勇敢的珀里克吕墨诺斯,此人变换各种形态进行战斗。除涅斯托尔外,他杀死了涅琉斯及其其余诸子;而涅斯托尔由于年幼,当时正在格瑞尼亚人那里抚育。在这场战斗中,赫拉克勒斯甚至击伤了援助皮洛斯人的哈得斯。 攻占皮洛斯后,他向拉刻代蒙进军,企图向希波科翁诸子复仇;因为他不仅因他们曾与涅琉斯结盟参战而对他们怀怒,更因他们杀害了黎库木纽斯之子而怒不可遏。原来,当他在观看希波科翁的宫殿时,一只摩罗西亚猎犬突然冲出向他扑来;他投石击中了那犬,希波科翁诸子便奔涌而出,用木棒痛击将他打死。赫拉克勒斯为他的死复仇,召集军队进攻拉刻代蒙人。来到阿卡迪亚后,他请求刻甫斯与其所拥有的二十个儿子一同结盟参战。但刻甫斯担心若自己离开忒革亚,阿耳戈斯人会前来进犯,因此拒绝出征。赫拉克勒斯便从雅典娜那里取得装在一个青铜水罐中的戈耳工发束,赠予刻甫斯的女儿斯特洛佩,对她说,若敌军来犯,只要她从城墙上将发束举起三次且不朝前方看,敌人必将溃败。完成此事后,刻甫斯便率诸子出征。在战斗中,他本人及其诸子皆阵亡,此外赫拉克勒斯的兄弟伊菲克勒斯亦丧生。赫拉克勒斯在杀死希波科翁及其诸子并降服该城后,迎回廷达柔斯,将王权交给了他。

语法注3 条
  1. 2.7.2ἐλέγοντο δὲ Ποσειδῶνος

    属格 Ποσειδῶνος 为表示出身或血统的属格(genitive of origin),用作被动语态动词 ἐλέγοντο 的表语补足成分。承接前文的 παῖδες ... Ἄκτορος,意为“被传为波塞冬的(儿子)”。

  2. 2.7.2θεῶν δώδεκα βωμοὺς ἓξ ἐδείματο.

    属格 θεῶν δώδεκα 依附于 βωμούς,充当表示献奉对象的属格。意为“为十二位神祇修筑了六座祭坛”,在句法结构上直接反映了奥林匹亚古代将两位神祇并祀于一坛的祭礼惯例。

  3. 2.7.3ἀνασχούσης ἐκ τῶν τειχῶν τὸν βόστρυχον καὶ μὴ προϊδούσης

    两个不定过去时分词 ἀνασχούσης 和 προϊδούσης 构成独立属格结构(genitive absolute),其逻辑主语为斯特洛佩,在间接引语从句(τροπήν ... ἔσεσθαι)中起到条件状语的作用。προϊδούσης 是 προοράω(向前看)的分词,在此指代不可向前直视这一宗教禁忌动作。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:2.7.1-2.7.3