- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:2.6.1-2.6.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
赫拉克勒斯求娶伊俄勒遭拒后发狂杀死伊菲托斯,因罹患重病依德尔斐神谕沦为翁法勒的奴隶服役三年,获释后远征特洛伊诛杀拉俄墨冬。
μετὰ δὲ τοὺς ἄθλους Ἡρακλῆς ἀφικόμενος εἰς Θήβας Μεγάραν μὲν ἔδωκεν Ἰολάῳ, αὐτὸς δὲ γῆμαι θέλων ἐπυνθάνετο Εὔρυτον Οἰχαλίας δυνάστην ἆθλον προτεθεικέναι τὸν Ἰόλης τῆς θυγατρὸς γάμον τῷ νικήσαντι τοξικῇ αὐτόν τε καὶ τοὺς παῖδας αὐτῷ ὑπάρχοντας.1 ἀφικόμενος οὖν εἰς Οἰχαλίαν καὶ τῇ τοξικῇ κρείττων αὐτῶν γενόμενος οὐκ ἔτυχε τοῦ γάμου, Ἰφίτου μὲν τοῦ πρεσβυτέρου τῶν παίδων λέγοντος διδόναι τῷ Ἡρακλεῖ τὴν Ἰόλην, Εὐρύτου δὲ καὶ τῶν λοιπῶν ἀπαγορευόντων καὶ δεδοικέναι λεγόντων μὴ τεκνοποιησάμενος τὰ γεννηθησόμενα πάλιν ἀποκτείνῃ.
在各项劳役之后,赫拉克勒斯来到底比斯,将墨伽拉许配给伊奥劳斯;他自己想要结婚,得知俄卡利亚的统治者厄律托斯设下竞赏,将女儿伊俄勒的婚姻许给在箭术上击败他和其诸子的人。于是他来到俄卡利亚,在箭术上胜过了他们,却没有得到这门亲事;因为尽管长子伊菲托斯主张应将伊俄勒嫁给赫拉克勒斯,厄律托斯和其他儿子却拒绝了,说他们害怕他一旦生子,又会把所生的孩子再次杀害。
μετʼ οὐ πολὺ δὲ κλαπεισῶν ἐξ Εὐβοίας ὑπὸ Αὐτολύκου βοῶν, Εὔρυτος μὲν ἐνόμιζεν ὑφʼ Ἡρακλέους γεγονέναι τοῦτο, Ἴφιτος δὲ ἀπιστῶν ἀφικνεῖται πρὸς Ἡρακλέα, καὶ συντυχὼν ἥκοντι ἐκ Φερῶν αὐτῷ, σεσωκότι τὴν ἀποθανοῦσαν Ἄλκηστιν Ἀδμήτῳ, παρακαλεῖ συζητῆσαι τὰς βόας. Ἡρακλῆς δὲ ὑπισχνεῖται· καὶ ξενίζει μὲν αὐτόν, μανεὶς δὲ αὖθις ἀπὸ τῶν Τιρυνθίων ἔρριψεν αὐτὸν τειχῶν. καθαρθῆναι δὲ θέλων τὸν φόνον ἀφικνεῖται πρὸς Νηλέα· Πυλίων ἦν οὗτος δυνάστης. ἀπωσαμένου δὲ Νηλέως αὐτὸν διὰ τὴν πρὸς Εὔρυτον φιλίαν, εἰς Ἀμύκλας παραγενόμενος ὑπὸ Δηιφόβου τοῦ Ἱππολύτου καθαίρεται. κατασχεθεὶς δὲ δεινῇ νόσῳ διὰ τὸν Ἰφίτου φόνον, εἰς Δελφοὺς παραγενόμενος ἀπαλλαγὴν ἐπυνθάνετο τῆς νόσου. μὴ χρησμῳδούσης δὲ αὐτῷ τῆς Πυθίας τόν τε ναὸν συλᾶν ἤθελε, καὶ τὸν τρίποδα βαστάσας κατασκευάζειν μαντεῖον ἴδιον. μαχομένου δὲ αὐτῷ Ἀπόλλωνος, ὁ Ζεὺς ἵησι μέσον αὐτῶν κεραυνόν. καὶ τοῦτον διαλυθέντων τὸν τρόπον, λαμβάνει χρησμὸν Ἡρακλῆς, ὃς ἔλεγεν ἀπαλλαγὴν αὐτῷ τῆς νόσου ἔσεσθαι πραθέντι καὶ τρία ἔτη λατρεύσαντι καὶ δόντι ποινὴν τοῦ φόνου τὴν τιμὴν Εὐρύτῳ.2
不久之后,牛群被奥托吕科斯从优卑亚偷走,厄律托斯认为这是赫拉克勒斯所为,但伊菲托斯不信,便前往赫拉克勒斯那里;当时赫拉克勒斯刚从费赖归来,为阿德墨托斯救回了死去的阿尔刻斯提斯,伊菲托斯遇见他后,请他一同寻找牛群。赫拉克勒斯答应了,并款待了他;但他再次陷入疯狂,将他从梯林斯的城墙上摔了下去。赫拉克勒斯希望洗净这桩杀戮的罪责,便前往皮洛斯人的统治者涅琉斯那里。涅琉斯因与厄律托斯的友谊而拒绝了他,于是他来到阿米克莱,由希波吕托斯之子得伊福玻斯为他行了净罪之礼。但他因杀害伊菲托斯而染上可怕的重病,便前往德尔斐询问如何摆脱这重病。由于皮提娅不为他降下神谕,他便企图洗劫神殿,夺走三脚鼎建立自己的神谕所。阿波罗与他争斗,宙斯便在他们中间降下雷霆。他们以这种方式被分开后,赫拉克勒斯得到了神谕,神谕说,只要他被出卖为奴、服役三年,并将卖身所得的价款作为抵罪金交给厄律托斯,他的疾病便可得痊愈。
τοῦ δὲ χρησμοῦ δοθέντος Ἑρμῆς Ἡρακλέα πιπράσκει· καὶ αὐτὸν ὠνεῖται Ὀμφάλη Ἰαρδάνου, βασιλεύουσα Λυδῶν, ᾗ τὴν ἡγεμονίαν τελευτῶν ὁ γήμας Τμῶλος κατέλιπε. τὴν μὲν οὖν τιμὴν κομισθεῖσαν Εὔρυτος οὐ προσεδέξατο, Ἡρακλῆς δὲ Ὀμφάλῃ δουλεύων τοὺς μὲν περὶ τὴν Ἔφεσον Κέρκωπας συλλαβὼν ἔδησε, Συλέα δὲ ἐν Αὐλίδι τοὺς παριόντας ξένους σκάπτειν ἀναγκάζοντα, σὺν ταῖς ῥίζαις τὰς ἀμπέλους καύσας μετὰ τῆς θυγατρὸς Ξενοδόκης ἀπέκτεινε. καὶ προσσχὼν νήσῳ Δολίχῃ, τὸ Ἰκάρου σῶμα ἰδὼν τοῖς αἰγιαλοῖς προσφερόμενον ἔθαψε, καὶ τὴν νῆσον ἀντὶ Δολίχης Ἰκαρίαν ἐκάλεσεν. ἀντὶ τούτου Δαίδαλος ἐν Πίσῃ εἰκόνα παραπλησίαν κατεσκεύασεν Ἡρακλεῖ· ἣν νυκτὸς ἀγνοήσας Ἡρακλῆς λίθῳ βαλὼν ὡς ἔμπνουν ἔπληξε. καθʼ ὃν δὲ χρόνον ἐλάτρευε παρʼ Ὀμφάλῃ, λέγεται τὸν ἐπὶ Κόλχους πλοῦν γενέσθαι καὶ τὴν τοῦ Καλυδωνίου κάπρου θήραν, καὶ Θησέα παραγενόμενον ἐκ Τροιζῆνος τὸν Ἰσθμὸν καθᾶραι.
神谕降下之后,赫耳墨斯将赫拉克勒斯出卖;买下他的是吕底亚人的统治者、伊阿耳达诺斯的女儿翁法勒,其夫特摩罗斯临终时将王位留给了她。厄律托斯并未接受送去的价金;而赫拉克勒斯在为翁法勒服役期间,擒获并捆绑了以弗所附近的刻耳科普斯人;在奥利斯强迫过路外乡人掘地的叙琉斯,被赫拉克勒斯连根烧毁其葡萄藤,并与女儿克塞诺多刻一同被杀。他又泊舟于多利刻岛,见到伊卡洛斯的尸体被冲刷到海滩上,便将他安葬,并将该岛改名为伊卡利亚而非多利刻。为了回报此事,代达罗斯在皮萨制作了一尊与赫拉克勒斯极为相像的雕像;赫拉克勒斯在夜间未能辨认出来,以为雕像是活人,便投石将其击损。据说在他受役于翁法勒期间,发生了前往科尔喀斯的航行以及卡吕冬野猪的狩猎,忒修斯也从特罗曾前去肃清了地峡。
μετὰ δὲ τὴν λατρείαν ἀπαλλαγεὶς τῆς νόσου ἐπὶ Ἴλιον ἔπλει πεντηκοντόροις ὀκτωκαίδεκα, συναθροίσας στρατὸν ἀνδρῶν ἀρίστων ἑκουσίως θελόντων στρατεύεσθαι. καταπλεύσας δὲ εἰς Ἴλιον τὴν μὲν τῶν νεῶν φυλακὴν Ὀικλεῖ κατέλιπεν, αὐτὸς δὲ μετὰ τῶν ἄλλων ἀριστέων ὥρμα ἐπὶ τὴν πόλιν. παραγενόμενος δὲ ἐπὶ τὰς ναῦς σὺν τῷ πλήθει Λαομέδων Ὀικλέα μὲν ἀπέκτεινε μαχόμενον, ἀπελασθεὶς δὲ ὑπὸ τῶν μετὰ Ἡρακλέους ἐπολιορκεῖτο. τῆς δὲ πολιορκίας ἐνεστώσης ῥήξας τὸ τεῖχος Τελαμὼν πρῶτος εἰσῆλθεν εἰς τὴν πόλιν, καὶ μετὰ τοῦτον Ἡρακλῆς. ὡς δὲ ἐθεάσατο Τελαμῶνα πρῶτον εἰσεληλυθότα, σπασάμενος τὸ ξίφος ἐπʼ αὐτὸν ὥρμα, μηδένα θέλων ἑαυτοῦ κρείττονα νομίζεσθαι. συνιδὼν δὲ τοῦτο Τελαμὼν λίθους πλησίον κειμένους συνήθροιζε, τοῦ δὲ ἐρομένου τί πράττοι βωμὸν εἶπεν Ἡρακλέους κατασκευάζειν καλλινίκου. ὁ δὲ ἐπαινέσας; ὡς εἷλε τὴν πόλιν,3 κατατοξεύσας Λαομέδοντα καὶ τοὺς παῖδας αὐτοῦ χωρὶς Ποδάρκου, Τελαμῶνι ἀριστεῖον Ἡσιόνην τὴν Λαομέδοντος θυγατέρα δίδωσι, καὶ ταύτῃ συγχωρεῖ τῶν αἰχμαλώτων ὃν ἤθελεν ἄγεσθαι. τῆς δὲ αἱρουμένης τὸν ἀδελφὸν Ποδάρκην, ἔφη δεῖν πρῶτον αὐτὸν δοῦλον γενέσθαι, καὶ τότε τί ποτε δοῦσαν ἀντʼ αὐτοῦ λαβεῖν αὐτόν.4 ἡ δὲ πιπρασκομένου τὴν καλύπτραν ἀφελομένη τῆς κεφαλῆς ἀντέδωκεν· ὅθεν Ποδάρκης Πρίαμος ἐκλήθη.
在服役期满并免于疾病之后,他率领十八艘五十桨战船驶往伊利昂,召集了一支自愿参战的勇士军队。驶抵伊利昂后,他将看守战船的任务留给俄伊克勒斯,自己则与其他勇士一同向城池进发。拉俄墨冬率领大军来到船队前,杀死了迎战的俄伊克勒斯,但被赫拉克勒斯的部下击退并遭到围困。在围城期间,忒拉蒙破城墙而第一个攻入城内,赫拉克勒斯紧随其后。但当赫拉克勒斯见到忒拉蒙率先入城时,由于不愿让人认为有谁胜过自己,便拔剑向他冲去。忒拉蒙察觉到这一点,便开始聚拢身旁的石块;当赫拉克勒斯问他在做什么时,他回答说正在为常胜的赫拉克勒斯修筑祭坛。赫拉克勒斯称赞了他;攻克城池后,赫拉克勒斯射杀了拉俄墨冬及其除波达耳刻斯之外的所有儿子,将拉俄墨冬的女儿赫西俄涅作为战功之赏赐给忒拉蒙,并准许她带走战俘中任何她所希望的人。当她选定兄弟波达耳刻斯时,赫拉克勒斯说他必须先沦为奴隶,然后她拿某种东西来交换才能带走他。在波达耳刻斯被出卖时,她从头上取下头巾作为抵偿;因此波达耳刻斯被称为普里阿摩斯。
- 2.6.1τοξικῇ αὐτόν τε καὶ τοὺς παῖδας αὐτῷ ὑπάρχοντας
由分词 νικήσαντι 所支配的结构。τοξικῇ 为方式或限制与格(在箭术上),而对格 αὐτόν τε καὶ τοὺς παῖδας 作其宾语(击败他及诸子)。分词短语 αὐτῷ ὑπάρχοντας 中,与格 αὐτῷ 表领属,意为“属于他的儿子们”。
- 2.6.2πραθέντι καὶ τρία ἔτη λατρεύσαντι καὶ δόντι ποινὴν τοῦ φόνου τὴν τιμὴν Εὐρύτῳ
一组与格分词(πραθέντι、λατρεύσαντι、δόντι),与由 ἔλεγεν 引出的间接引语从句中的与格代词 αὐτῷ 一致(ἀπαλλαγὴν αὐτῷ... ἔσεσθαι)。在句意上,这些分词具有条件从句的含义,表示“如果他被出卖、服役并交付价金的话”。
- 2.6.4ὁ δὲ ἐπαινέσας; ὡς εἷλε τὴν πόλιν
虽然引文中 ἐπαινέσας 后标有希腊语问号(;,系逗号之误植),但在句法上,ὁ δὲ ἐπαινέσας(主语及分词)接时间从句 ὡς εἷλε τὴν πόλιν,统一由主要动词 δίδωσι 和 συγχωρεῖ 统领(“他称赞了他;当他攻克城池时,便将……赐给……”)。应将其作为分词修饰语与后文连贯阅读。
- 2.6.4καὶ τότε τί ποτε δοῦσαν ἀντʼ αὐτοῦ λαβεῖν αὐτόν
间接引语(ἔφη δεῖν...)中的不定式从句。分词 δοῦσαν 为阴性单数对格,与不定式 λαβεῖν 的逻辑主语(赫西俄涅)一致(意为“由她交出某物之后”)。τί ποτε 为不定代词加语气词,作 δοῦσαν 的宾语,意为“无论何物”或“某样东西”。
