- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:2.5.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
赫拉克勒斯执行第十二项劳役前往冥府,在厄琉息斯受净礼入教后进入哈得斯之境,救出了忒修斯,并在未带武器的情况下降伏了刻耳柏洛斯将其带至地上。
δωδέκατον ἆθλον ἐπετάγη Κέρβερον ἐξ Ἅιδου κομίζειν. εἶχε δὲ οὗτος τρεῖς μὲν κυνῶν κεφαλάς, τὴν δὲ οὐρὰν δράκοντος, κατὰ δὲ τοῦ νώτου παντοίων εἶχεν ὄφεων κεφαλάς. μέλλων οὖν ἐπὶ τοῦτον ἀπιέναι ἦλθε πρὸς Εὔμολπον εἰς Ἐλευσῖνα, βουλόμενος μυηθῆναι. μὴ δυνάμενος δὲ ἰδεῖν τὰ μυστήρια ἐπείπερ οὐκ ἦν ἡγνισμένος τὸν Κενταύρων φόνον,1 ἁγνισθεὶς ὑπὸ Εὐμόλπου τότε ἐμυήθη. καὶ παραγενόμενος ἐπὶ Ταίναρον τῆς Λακωνικῆς, οὗ τῆς Ἅιδου καταβάσεως τὸ στόμιόν ἐστι, διὰ τούτου κατῄει. ὁπηνίκα δὲ εἶδον αὐτὸν αἱ ψυχαί, χωρὶς Μελεάγρου καὶ Μεδούσης τῆς Γοργόνος ἔφυγον. ἐπὶ δὲ τὴν Γοργόνα τὸ ξίφος ὡς ζῶσαν ἕλκει, καὶ παρὰ Ἑρμοῦ μανθάνει ὅτι κενὸν εἴδωλόν ἐστι. πλησίον δὲ τῶν Ἅιδου πυλῶν γενόμενος Θησέα εὗρε καὶ Πειρίθουν τὸν Περσεφόνης μνηστευόμενον γάμον καὶ διὰ τοῦτο δεθέντα. θεασάμενοι δὲ Ἡρακλέα τὰς χεῖρας ὤρεγον ὡς ἀναστησόμενοι διὰ τῆς ἐκείνου βίας. ὁ δὲ Θησέα μὲν λαβόμενος τῆς χειρὸς ἤγειρε, Πειρίθουν δὲ ἀναστῆσαι βουλόμενος τῆς γῆς κινουμένης ἀφῆκεν. ἀπεκύλισε δὲ καὶ τὸν Ἀσκαλάφου πέτρον. βουλόμενος δὲ αἷμα ταῖς ψυχαῖς παρασχέσθαι, μίαν τῶν Ἅιδου βοῶν ἀπέσφαξεν. ὁ δὲ νέμων αὐτὰς Μενοίτης ὁ Κευθωνύμου προκαλεσάμενος εἰς πάλην Ἡρακλέα, ληφθεὶς μέσος καὶ τὰς πλευρὰς κατεαγεὶς ὑπὸ Περσεφόνης παρῃτήθη.2 αἰτοῦντος δὲ αὐτοῦ Πλούτωνα τὸν Κέρβερον, ἐπέταξεν ὁ Πλούτων ἄγειν χωρὶς ὧν εἶχεν ὅπλων κρατοῦντα.3 ὁ δὲ εὑρὼν αὐτὸν ἐπὶ ταῖς πύλαις τοῦ Ἀχέροντος, τῷ τε θώρακι συμπεφραγμένος καὶ τῇ λεοντῇ συσκεπασθείς, περιβαλὼν τῇ κεφαλῇ τὰς χεῖρας οὐκ ἀνῆκε κρατῶν καὶ ἄγχων τὸ θηρίον, ἕως ἔπεισε, καίπερ δακνόμενος ὑπὸ τοῦ κατὰ τὴν οὐρὰν δράκοντος. συλλαβὼν οὖν αὐτὸν ἧκε διὰ Τροιζῆνος ποιησάμενος τὴν ἀνάβασιν. Ἀσκάλαφον μὲν οὖν Δημήτηρ ἐποίησεν ὦτον, Ἡρακλῆς δὲ Εὐρυσθεῖ δείξας τὸν Κέρβερον πάλιν ἐκόμισεν εἰς Ἅιδου.
作为第十二项劳役,他被指派将刻耳柏洛斯从冥府带出。这头怪物长着三个犬首,长着一条巨龙的尾巴,脊背上生着各种蛇类的头颅。因此他打算前往寻找此兽时,便前往厄琉息斯的欧摩尔波斯那里,希望得以入教。但他因杀害半人马的罪责尚未洗净而无法目睹秘仪,由欧摩尔波斯为他净除罪孽之后,他才得以入教。他来到了拉科尼亚的泰纳龙,那里有着通往冥府的下降入口,他便顺着此处下行。当亡魂们看见他时,除墨勒阿革洛斯和戈耳工墨杜萨之外全都逃窜了。赫拉克勒斯以为戈耳工活着而拔剑对着她,赫耳墨斯告诉他这不过是虚妄的幻影。来到冥府大门附近时,他发现了忒修斯和珀里托俄斯,后者曾向珀耳塞福涅求婚,因而被囚禁于此。他们见到赫拉克勒斯便伸出双手,指望凭借他的力量得以起身。赫拉克勒斯握住忒修斯的手将他拉起,但当他想要拉起珀里托俄斯时,大地剧烈震颤,他便放开了手。他还推开了阿斯卡拉福斯身上的巨石。为了给亡魂们提供鲜血,他宰杀了冥府的一头牛。放牧这群牛的刻托倪摩斯之子墨诺忒斯向赫拉克勒斯提出角力,被赫拉克勒斯擒住腰身并折断了肋骨,在珀耳塞福涅的求情下才得以保全性命。赫拉克勒斯向普路托索要刻耳柏洛斯,普路托命他在不使用随身所带武器的前提下制服并带走它。赫拉克勒斯在阿刻戎河的门前找到了它,他以胸甲自护,身裹狮皮,双臂环抱住它的头部,紧抓并扼住这头怪兽毫不松手,尽管被它尾部的毒蛇咬伤,最终仍将它降伏。赫拉克勒斯擒住刻耳柏洛斯后,由特罗曾取道上升返回。后来得墨忒耳将阿斯卡拉福斯变成了仓鸮,而赫拉克勒斯将刻耳柏洛斯展示给欧律斯透斯之后,便又将其送回了冥府。
- 2.5.12τὸν Κενταύρων φόνον
此处为修饰完成时被动分词 ἡγνισμένος 的关涉宾格(或同族宾格用法),意为“就杀害半人马之罪而言未受净除”,未借助介词 ἀπό 而直接使用宾格表示受清净的范围。
- 2.5.12ληφθεὶς μέσος καὶ τὰς πλευρὰς κατεαγεὶς ὑπὸ Περσεφόνης παρῃτήθη
形容词 μέσος 为角力术语,意为“被抱住腰腹”。τὰς πλευράς 是被动分词 κατεαγείς 的关涉宾格(“被折断了肋骨”)。谓语动词 παρῃτήθη 为中动词 παραιτοῦμαι(“恳求,求情免除”)的被动形式,表示“经珀耳塞福涅的求情而得免死”。
- 2.5.12χωρὶς ὧν εἶχεν ὅπλων κρατοῦντα
介词 χωρίς(后接属格)引导的名词 ὅπλων 融入关系从句中,关系代词 ὧν 受其影响吸引为属格(相当于 χωρὶς τῶν ὅπλων ἃ εἶχεν),意为“不用他所持有的武器”。
