- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:2.5.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作为第九项劳役,赫拉克勒斯前往夺取阿玛宗女王希波吕忒的腰带,途中转战各岛、密西亚、忒弥斯库拉及特洛伊,斩杀海怪与挑衅者,最终将腰带交差。
ἔνατον ἆθλον Ἡρακλεῖ ἐπέταξε ζωστῆρα κομίζειν τὸν Ἱππολύτης. αὕτη δὲ ἐβασίλευεν Ἀμαζόνων, αἳ κατῴκουν περὶ τὸν Θερμώδοντα ποταμόν, ἔθνος μέγα τὰ κατὰ πόλεμον· ἤσκουν γὰρ ἀνδρίαν, καὶ εἴ ποτε μιγεῖσαι γεννήσειαν, τὰ θήλεα ἔτρεφον, καὶ τοὺς μὲν δεξιοὺς μαστοὺς ἐξέθλιβον, ἵνα μὴ κωλύωνται ἀκοντίζειν, τοὺς δὲ ἀριστεροὺς εἴων, ἵνα τρέφοιεν. εἶχε δὲ Ἱππολύτη τὸν Ἄρεος ζωστῆρα, σύμβολον τοῦ πρωτεύειν ἁπασῶν. ἐπὶ τοῦτον τὸν ζωστῆρα Ἡρακλῆς ἐπέμπετο, λαβεῖν αὐτὸν ἐπιθυμούσης τῆς Εὐρυσθέως θυγατρὸς Ἀδμήτης. παραλαβὼν οὖν ἐθελοντὰς συμμάχους ἐν μιᾷ νηὶ ἔπλει, καὶ προσίσχει νήσῳ Πάρῳ, ἣν κατῴκουν οἱ Μίνωος υἱοὶ Εὐρυμέδων Χρύσης Νηφαλίων Φιλόλαος. ἀποβάντων δὲ δύο τῶν ἐν τῇ νηὶ συνέβη τελευτῆσαι ὑπὸ τῶν Μίνωος υἱῶν·1 ὑπὲρ ὧν ἀγανακτῶν Ἡρακλῆς τούτους μὲν παραχρῆμα ἀπέκτεινε, τοὺς δὲ λοιποὺς κατακλείσας ἐπολιόρκει, ἕως ἐπιπρεσβευσάμενοι παρεκάλουν ἀντὶ τῶν ἀναιρεθέντων δύο λαβεῖν, οὓς ἂν αὐτὸς θελήσειεν. ὁ δὲ λύσας τὴν πολιορκίαν, καὶ τοὺς Ἀνδρόγεω τοῦ Μίνωος υἱοὺς ἀνελόμενος Ἀλκαῖον καὶ Σθένελον, ἧκεν εἰς Μυσίαν πρὸς Λύκον τὸν Δασκύλου, καὶ ξενισθεὶς ὑπὸ τοῦ Βεβρύκων βασιλέως συμβαλόντων,2 βοηθῶν Λύκῳ πολλοὺς ἀπέκτεινε, μεθʼ ὧν καὶ τὸν βασιλέα Μύγδονα, ἀδελφὸν Ἀμύκου. καὶ τῆς Βεβρύκων πολλὴν ἀποτεμόμενος γῆν ἔδωκε Λύκῳ· ὁ δὲ πᾶσαν ἐκείνην ἐκάλεσεν Ἡράκλειαν. καταπλεύσαντος δὲ εἰς τὸν ἐν Θεμισκύρᾳ λιμένα, παραγενομένης εἰς αὐτὸν Ἱππολύτης καὶ τίνος ἥκοι χάριν πυθομένης, καὶ δώσειν τὸν ζωστῆρα ὑποσχομένης, Ἥρα μιᾷ τῶν Ἀμαζόνων εἰκασθεῖσα τὸ πλῆθος ἐπεφοίτα, λέγουσα ὅτι τὴν βασιλίδα ἀφαρπάζουσιν οἱ προσελθόντες ξένοι. αἱ δὲ μεθʼ ὅπλων ἐπὶ τὴν ναῦν κατέθεον σὺν ἵπποις. ὡς δὲ εἶδεν αὐτὰς καθωπλισμένας Ἡρακλῆς, νομίσας ἐκ δόλου τοῦτο γενέσθαι, τὴν μὲν Ἱππολύτην κτείνας τὸν ζωστῆρα ἀφαιρεῖται, πρὸς δὲ τὰς λοιπὰς ἀγωνισάμενος ἀποπλεῖ, καὶ προσίσχει Τροίᾳ. συνεβεβήκει δὲ τότε κατὰ μῆνιν Ἀπόλλωνος καὶ Ποσειδῶνος ἀτυχεῖν τὴν πόλιν. Ἀπόλλων γὰρ καὶ Ποσειδῶν τὴν Λαομέδοντος ὕβριν πειράσαι θέλοντες, εἰκασθέντες ἀνθρώποις ὑπέσχοντο ἐπὶ μισθῷ τειχιεῖν τὸ Πέργαμον. τοῖς δὲ τειχίσασι τὸν μισθὸν οὐκ ἀπεδίδου. διὰ τοῦτο Ἀπόλλων μὲν λοιμὸν ἔπεμψε, Ποσειδῶν δὲ κῆτος ἀναφερόμενον ὑπὸ πλημμυρίδος, ὃ τοὺς ἐν τῷ πεδίῳ συνήρπαζεν ἀνθρώπους. χρησμῶν δὲ λεγόντων ἀπαλλαγὴν ἔσεσθαι τῶν συμφορῶν, ἐὰν προθῇ Λαομέδων Ἡσιόνην τὴν θυγατέρα αὐτοῦ τῷ κήτει βοράν, οὗτος προύθηκε ταῖς πλησίον τῆς θαλάσσης πέτραις προσαρτήσας. ταύτην ἰδὼν ἐκκειμένην Ἡρακλῆς ὑπέσχετο σώσειν, εἰ τὰς ἵππους παρὰ Λαομέδοντος λήψεται3 ἃς Ζεὺς ποινὴν τῆς Γανυμήδους ἁρπαγῆς ἔδωκε. δώσειν δὲ Λαομέδοντος εἰπόντος, κτείνας τὸ κῆτος Ἡσιόνην ἔσωσε. μὴ βουλομένου δὲ τὸν μισθὸν ἀποδοῦναι, πολεμήσειν Τροίᾳ ἀπειλήσας ἀνήχθη. καὶ προσίσχει Αἴνῳ, ἔνθα ξενίζεται ὑπὸ Πόλτυος. ἀποπλέων δὲ ἐπὶ τῆς ἠιόνος τῆς Αἰνίας Σαρπηδόνα, Ποσειδῶνος μὲν υἱὸν ἀδελφὸν δὲ Πόλτυος, ὑβριστὴν ὄντα τοξεύσας ἀπέκτεινε. καὶ παραγενόμενος εἰς Θάσον καὶ χειρωσάμενος τοὺς ἐνοικοῦντας Θρᾷκας ἔδωκε τοῖς Ἀνδρόγεω παισὶ κατοικεῖν. ἐκ Θάσου δὲ ὁρμηθεὶς ἐπὶ Τορώνην Πολύγονον καὶ Τηλέγονον, τοὺς Πρωτέως τοῦ Ποσειδῶνος υἱούς, παλαίειν προκαλουμένους κατὰ τὴν πάλην ἀπέκτεινε.4 κομίσας δὲ τὸν ζωστῆρα εἰς Μυκήνας ἔδωκεν Εὐρυσθεῖ.
作为第九项劳役,欧律斯透斯命令赫拉克勒斯取回希波吕忒的腰带。她是阿玛宗人的女王,这些阿玛宗人定居在忒耳摩冬河一带,在战事方面是一支强悍的族群;因为她们崇尚勇武,若与男子交合而生育,便抚养女婴,压抑并除去右乳以免阻碍投掷标枪,留下左乳用以哺乳。希波吕忒拥有阿瑞斯的腰带,这是统领众人之地位的标志。欧律斯透斯之女阿德墨忒渴望得到这根腰带,因此赫拉克勒斯被派去取它。于是赫拉克勒斯率领自愿跟随的盟友乘一艘船启航,停靠在帕罗斯岛,弥诺斯之子欧律墨冬、克律塞斯、涅法利翁、菲罗拉俄斯定居于此。船上有两人下船登岸,不料被弥诺斯诸子杀害;赫拉克勒斯对此大为愤慨,当场诛杀了他们,并将剩余的人围困在城内进行围攻,直到他们派来使节,恳求赫拉克勒斯任意挑选两人带走,以抵偿被杀的两人。赫拉克勒斯解除了包围,带走弥诺斯之子安德罗革俄斯的两个儿子阿尔卡俄斯与斯忒涅罗斯,来到密西亚的达斯库洛斯之子吕科斯那里。在受到吕科斯的款待期间,当柏布律克斯部族及其国王前来交战时,赫拉克勒斯协助吕科斯斩杀了许多人,其中包括阿密科斯的兄弟密格冬王。赫拉克勒斯还从柏布律克斯人手中割取了大片土地赠予吕科斯,吕科斯将那整片土地命名为赫拉克勒亚。 当赫拉克勒斯驶入忒弥斯库拉的港口时,希波吕忒来到他身旁询问他因何而来,并答应将腰带交给他;赫拉却化身为一名阿玛宗人走入人群中四处游说,声称前来的外乡人正要劫持女王。于是阿玛宗女战士们拿起武器,骑着马匹冲向战船。赫拉克勒斯见她们全副武装,以为这是预谋好的奸计,遂诛杀了希波吕忒并夺走腰带,与其余的女战士交战后扬帆起航,停靠在特洛伊。 当时特洛伊城正因阿波罗和波塞冬的愤怒而遭受灾厄。因为阿波罗和波塞冬想要试探拉俄墨冬的傲慢狂妄,化身为人形,承诺索取报酬来修筑珀耳伽蒙城墙。城墙修好后,拉俄墨冬却赖账不付报酬。因此阿波罗降下了瘟疫,波塞冬则借助涨潮送来一头海怪,掠食平原上的居民。神谕宣告,若拉俄墨冬将自己的女儿赫西俄涅献给海怪当食物,便可解脱灾难;拉俄墨冬于是将女儿绑在靠近海边的岩石上献出。赫拉克勒斯见到被绑在岩石上的赫西俄涅,许诺只要能从拉俄墨冬那里得到宙斯因劫夺伽倪墨得斯而赔偿的神马,便救出赫西俄涅。拉俄墨冬答应给予神马,赫拉克勒斯便杀死了海怪,救出赫西俄涅。然而拉俄墨冬不肯支付报酬,赫拉克勒斯威胁要对特洛伊动武,随后扬帆起锚。 他停靠在埃诺斯,受到波尔提斯的款待。起航离去时,在埃诺斯的海滩上,赫拉克勒斯用箭射杀了波塞冬之子、波尔提斯的兄弟——狂暴凶徒萨耳珀冬。来到萨索斯岛并制服那里的色雷斯居民后,他将该岛交给安德罗革俄斯的诸子定居。赫拉克勒斯从萨索斯出发前往托罗涅,波塞冬之子普罗透斯的两个儿子波吕戈诺斯与忒勒戈诺斯向他挑战角力,他在摔跤较量中将他们双双击毙。随后他将腰带运回迈锡尼,交给了欧律斯透斯。
- 2.5.9ἀποβάντων δὲ δύο τῶν ἐν τῇ νηὶ συνέβη τελευτῆσαι ὑπὸ τῶν Μίνωος υἱῶν
独立属格短语 ἀποβάντων δὲ δύο τῶν ἐν τῇ νηὶ 先行提示了在非人称动词 συνέβη 所带不定式 τελευτῆσαι 中充当逻辑主语的成分(下船的两人),形成了独立属格与后接不定式主语在指称上重合的特殊句式。
- 2.5.9ξενισθεὶς ὑπὸ τοῦ Βεβρύκων βασιλέως συμβαλόντων
上下文表明赫拉克勒斯是受到了前文提到的吕科斯的款待,因此 ὑπὸ τοῦ 中的 τοῦ 作代词性冠词指代吕科斯(“受到他的款待”),而随后的 Βεβρύκων [καὶ τοῦ] βασιλέως συμβαλόντων 则应作为独立属格理解(“当柏布律克斯人及其国王交战时”)。若将 τοῦ 连同后文的 βασιλέως 理解为“受到柏布律克斯国王款待”,则与后文赫拉克勒斯帮助吕科斯诛杀柏布律克斯王的情节相悖,不可采纳。
- 2.5.9εἰ τὰς ἵππους παρὰ Λαομέδοντος λήψεται
条件从句使用了将来时直陈语气 λήψεται,保留了直接引语中契约性或告诫性条件句的形式(“如果他确能获得……”),强调了必须以获得报酬为拯救的前提条件。
- 2.5.9ἐκ Θάσου δὲ ὁρμηθεὶς ἐπὶ Τορώνην Πολύγονον καὶ Τηλέγονον, τοὺς Πρωτέως τοῦ Ποσειδῶνος υἱούς, παλαίειν προκαλουμένους κατὰ τὴν πάλην ἀπέκτεινε
此句包含明显的远隔倒置结构(hyperbaton):主句动词 ἀπέκτεινε 的直接宾语 Πολύγονον καὶ Τηλέγονον 被置于句首偏前位置,其后紧接同位语短语与分词短语 παλαίειν προκαλουμένους,最终由句末的 κατὰ τὴν πάλην ἀπέκτεινε 收尾,结构骨架为“(赫拉克勒斯)在摔跤中诛杀了向其挑战角力的波吕戈诺斯与忒勒戈诺斯”。
