← 伪阿波罗多洛斯

书库

§2.5.5-2.5.8

从奥革阿斯的牛棚到狄俄墨得斯的牝马

赫拉克勒斯接连完成了第五至第八项劳役:清洗奥革阿斯的牛棚、驱赶斯廷法利斯湖怪鸟、捕获克里特公牛,以及带回狄俄墨得斯的食人牝马。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5.5

πέμπτον ἐπέταξεν αὐτῷ ἆθλον τῶν Αὐγείου βοσκημάτων ἐν ἡμέρᾳ μιᾷ μόνον ἐκφορῆσαι τὴν ὄνθον.1 ἦν δὲ ὁ Αὐγείας βασιλεὺς Ἤλιδος, ὡς μέν τινες εἶπον, παῖς Ἡλίου, ὡς δέ τινες, Ποσειδῶνος, ὡς δὲ ἔνιοι, Φόρβαντος, πολλὰς δὲ εἶχε βοσκημάτων ποίμνας. τούτῳ προσελθὼν Ἡρακλῆς, οὐ δηλώσας τὴν Εὐρυσθέως ἐπιταγήν, ἔφασκε μιᾷ ἡμέρᾳ τὴν ὄνθον ἐκφορήσειν, εἰ δώσει τὴν δεκάτην αὐτῷ τῶν βοσκημάτων. Αὐγείας δὲ ἀπιστῶν ὑπισχνεῖται. μαρτυράμενος δὲ Ἡρακλῆς τὸν Αὐγείου παῖδα Φυλέα, τῆς τε αὐλῆς τὸν θεμέλιον διεῖλε καὶ τὸν Ἀλφειὸν καὶ τὸν Πηνειὸν σύνεγγυς ῥέοντας παροχετεύσας ἐπήγαγεν, ἔκρουν διʼ ἄλλης ἐξόδου ποιήσας. μαθὼν δὲ Αὐγείας ὅτι κατʼ ἐπιταγὴν Εὐρυσθέως τοῦτο ἐπιτετέλεσται, τὸν μισθὸν οὐκ ἀπεδίδου, προσέτι δʼ ἠρνεῖτο καὶ μισθὸν ὑποσχέσθαι δώσειν, καὶ κρίνεσθαι περὶ τούτου ἕτοιμος ἔλεγεν εἶναι. καθεζομένων δὲ τῶν δικαστῶν κληθεὶς ὁ Φυλεὺς ὑπὸ Ἡρακλέους τοῦ πατρὸς κατεμαρτύρησεν, εἰπὼν ὁμολογῆσαι μισθὸν δώσειν αὐτῷ. ὀργισθεὶς δὲ Αὐγείας, πρὶν τὴν ψῆφον ἐνεχθῆναι, τόν τε Φυλέα καὶ τὸν Ἡρακλέα βαδίζειν ἐξ Ἤλιδος ἐκέλευσε. Φυλεὺς μὲν οὖν εἰς Δουλίχιον ἦλθε κἀκεῖ κατῴκει, Ἡρακλῆς δὲ εἰς Ὤλενον πρὸς Δεξαμενὸν ἧκε, καὶ κατέλαβε τοῦτον μέλλοντα διʼ ἀνάγκην μνηστεύειν Εὐρυτίωνι Κενταύρῳ Μνησιμάχην τὴν θυγατέρα· ὑφʼ οὗ παρακληθεὶς βοηθεῖν ἐλθόντα ἐπὶ τὴν νύμφην Εὐρυτίωνα ἀπέκτεινεν. Εὐρυσθεὺς δὲ οὐδὲ τοῦτον ἐν τοῖς δέκα προσεδέξατο τὸν ἆθλον, λέγων ἐπὶ μισθῷ πεπρᾶχθαι.

作为第五项劳役,欧律斯透斯命令他在短短一天之内清除奥革阿斯牲畜的粪便。奥革阿斯是厄利斯的国王,有人说是赫利俄斯之子,有人说是波塞冬之子,还有人说是福耳巴斯之子;他拥有许多群牲畜。赫拉克勒斯来到他那里,没有说明欧律斯透斯的命令,而是声称如果奥革阿斯肯将牲畜的十分之一分给自己,他便能在一日之内运出粪便。奥革阿斯不相信此事,但应允了下来。赫拉克勒斯请来奥革阿斯之子菲琉斯作见证,随后掘开了牛栏的地基,把附近流淌的阿尔斐俄斯河与珀涅俄斯河改道引了进来,并在另一侧开凿出口使水流泄出。然而奥革阿斯得知此事是奉欧律斯透斯之命完成的,便拒绝支付报酬,甚至否认自己曾许诺给予报酬,并声称准备就此事受审。当法官们就座审理时,被赫拉克勒斯传唤的菲琉斯作证指控自己的父亲,说父亲确实曾答应付给他报酬。奥革阿斯大怒,不等投票表决,便命令菲琉斯与赫拉克勒斯离开厄利斯。菲琉斯于是前往杜利基翁并在那里定居,赫拉克勒斯则来到奥勒诺斯的德克萨墨诺斯处,正逢德克萨墨诺斯被迫将女儿墨涅西玛刻许配给半人马欧律提翁;受到德克萨墨诺斯的求援后,赫拉克勒斯在欧律提翁前来迎娶新娘时将其诛杀。然而欧律斯透斯也没有将这项劳役计入十项劳役之中,称这是为了索取报酬而做的。

§2.5.6

ἕκτον ἐπέταξεν ἆθλον αὐτῷ τὰς Στυμφαλίδας ὄρνιθας ἐκδιῶξαι. ἦν δὲ ἐν Στυμφάλῳ πόλει τῆς Ἀρκαδίας Στυμφαλὶς λεγομένη λίμνη, πολλῇ συνηρεφὴς ὕλῃ· εἰς ταύτην ὄρνεις συνέφυγον ἄπλετοι, τὴν ἀπὸ τῶν λύκων ἁρπαγὴν δεδοικυῖαι. ἀμηχανοῦντος οὖν Ἡρακλέους πῶς ἐκ τῆς ὕλης τὰς ὄρνιθας ἐκβάλῃ, χάλκεα κρόταλα δίδωσιν αὐτῷ Ἀθηνᾶ παρὰ Ἡφαίστου λαβοῦσα. ταῦτα κρούων ἐπί τινος ὄρους τῇ λίμνῃ παρακειμένου τὰς ὄρνιθας ἐφόβει· αἱ δὲ τὸν δοῦπον οὐχ ὑπομένουσαι μετὰ δέους ἀνίπταντο, καὶ τοῦτον τὸν τρόπον Ἡρακλῆς ἐτόξευσεν αὐτάς.

作为第六项劳役,欧律斯透斯命令他驱赶斯廷法利斯湖怪鸟。在阿耳卡狄亚的斯廷法洛斯城,有一片名为斯廷法利斯的湖泊,周围密林遮天;无数鸟类因惧怕狼群的掠食而聚集逃难至此。正当赫拉克勒斯不知如何才能将鸟群从密林中赶出而束手无策时,雅典娜将从赫淮斯托斯那里得来的青铜响板交给了他。他在紧邻湖泊的一座山上敲击响板惊吓鸟群;鸟群忍受不了巨大的轰鸣,恐惧地四处飞起,赫拉克勒斯便用这种方式将它们射杀。

§2.5.7

ἕβδομον ἐπέταξεν ἆθλον τὸν Κρῆτα ἀγαγεῖν ταῦρον. τοῦτον Ἀκουσίλαος μὲν εἶναί φησι τὸν διαπορθμεύσαντα Εὐρώπην Διί,2 τινὲς δὲ τὸν ὑπὸ Ποσειδῶνος ἀναδοθέντα ἐκ θαλάσσης, ὅτε καταθύσειν Ποσειδῶνι Μίνως εἶπε τὸ φανὲν ἐκ τῆς θαλάσσης. καί φασι θεασάμενον αὐτὸν τοῦ ταύρου τὸ κάλλος τοῦτον μὲν εἰς τὰ βουκόλια ἀποπέμψαι, θῦσαι δὲ ἄλλον Ποσειδῶνι· ἐφʼ οἷς ὀργισθέντα τὸν θεὸν ἀγριῶσαι τὸν ταῦρον. ἐπὶ τοῦτον παραγενόμενος εἰς Κρήτην Ἡρακλῆς, ἐπειδὴ συλλαβεῖν ἀξιοῦντι Μίνως εἶπεν αὐτῷ λαμβάνειν διαγωνισαμένῳ,3 λαβὼν καὶ πρὸς Εὐρυσθέα διακομίσας ἔδειξε, καὶ τὸ λοιπὸν εἴασεν ἄνετον· ὁ δὲ πλανηθεὶς εἰς Σπάρτην τε καὶ Ἀρκαδίαν ἅπασαν, καὶ διαβὰς τὸν Ἰσθμόν, εἰς Μαραθῶνα τῆς Ἀττικῆς ἀφικόμενος τοὺς ἐγχωρίους διελυμαίνετο.

作为第七项劳役,欧律斯透斯命令他带回克里特公牛。阿库西拉俄斯称这头牛就是曾为宙斯渡送欧罗巴的那头,但也有人称它是波塞冬从海中送出的,因为当时弥诺斯曾说要将海中出现之物献祭给波塞冬。据说弥诺斯目睹公牛的健美,便将其送入牛群,而把另一头牛献祭给了波塞冬;神为此大怒,使公牛变得凶暴。赫拉克勒斯为捕此牛来到克里特,当他请求弥诺斯协助捕获时,弥诺斯告诉他若要获取就必须自己去争斗捕拿;赫拉克勒斯将其制服,运回并向欧律斯透斯展示,随后便任其游荡自去。公牛在斯巴达和整个阿耳卡狄亚四处流窜,穿过地峡,到达阿提卡的马拉松,为害当地居民。

§2.5.8

ὄγδοον ἆθλον ἐπέταξεν αὐτῷ τὰς Διομήδους τοῦ Θρακὸς ἵππους εἰς Μυκήνας κομίζειν· ἦν δὲ οὗτος Ἄρεος καὶ Κυρήνης, βασιλεὺς Βιστόνων ἔθνους Θρᾳκίου καὶ μαχιμωτάτου, εἶχε δὲ ἀνθρωποφάγους ἵππους. πλεύσας οὖν μετὰ τῶν ἑκουσίως συνεπομένων καὶ βιασάμενος τοὺς ἐπὶ ταῖς φάτναις τῶν ἵππων ὑπάρχοντας ἤγαγεν ἐπὶ τὴν θάλασσαν. τῶν δὲ Βιστόνων σὺν ὅπλοις ἐπιβοηθούντων τὰς μὲν ἵππους παρέδωκεν Ἀβδήρῳ φυλάσσειν· οὗτος δὲ ἦν Ἑρμοῦ παῖς, Λοκρὸς ἐξ Ὀποῦντος, Ἡρακλέους ἐρώμενος, ὃν αἱ ἵπποι διέφθειραν ἐπισπασάμεναι· πρὸς δὲ τοὺς Βίστονας διαγωνισάμενος καὶ Διομήδην ἀποκτείνας τοὺς λοιποὺς ἠνάγκασε φεύγειν, καὶ κτίσας πόλιν Ἄβδηρα παρὰ τὸν τάφον τοῦ διαφθαρέντος Ἀβδήρου, τὰς ἵππους κομίσας Εὐρυσθεῖ ἔδωκε. μεθέντος δὲ αὐτὰς Εὐρυσθέως, εἰς τὸ λεγόμενον ὄρος Ὄλυμπον ἐλθοῦσαι πρὸς τῶν θηρίων ἀπώλοντο.

作为第八项劳役,欧律斯透斯命令他将色雷斯人狄俄墨得斯的牝马带回迈锡尼。这狄俄墨得斯是阿瑞斯与库瑞涅之子,是色雷斯极其好战的比斯托涅斯部族的国王,拥有食人的牝马。于是赫拉克勒斯率领自愿跟随的人乘船渡海,制服了看守马槽的人,将牝马牵往海边。比斯托涅斯人武装赶来增援,赫拉克勒斯便将牝马交给阿布得洛斯看守。这阿布得洛斯是赫耳墨斯之子,来自俄普斯的洛克里斯人,是赫拉克勒斯的爱宠;牝马将他拖拽撕扯致死。赫拉克勒斯与比斯托涅斯人交战,杀死了狄俄墨得斯,迫使其余的人逃走,并在死去的阿布得洛斯的坟墓旁建立了一座名叫阿布得拉的城池,随后将牝马运回交给了欧律斯透斯。但欧律斯透斯放走了牝马,牝马来到所谓的奥林匹斯山,最终被野兽吞噬。

语法注3 条
  1. 2.5.5τῶν Αὐγείου βοσκημάτων ἐν ἡμέρᾳ μιᾷ μόνον ἐκφορῆσαι τὴν ὄνθον

    属格短语 τῶν Αὐγείου βοσκημάτων(奥革阿斯牲畜的)通过倒装(hyperbaton)与修饰的名词 τὴν ὄνθον(粪便)相分离。虽然在语法上也可理解为表示分离的属格(“从奥革阿斯的牲畜处运出粪便”),但作为修饰 ὄνθος 的领属属格(“奥革阿斯牲畜的粪便”)在句意上最为自然。

  2. 2.5.7τὸν διαπορθμεύσαντα Εὐρώπην Διί

    与格 Διί 作为利益与格依附于分词 διαπορθμεύσαντα(“为宙斯摆渡了欧罗巴”),表示该运送行为是替宙斯或为宙斯的意图所进行的。

  3. 2.5.7ἐπειδὴ συλλαβεῖν ἀξιοῦντι Μίνως εἶπεν αὐτῷ λαμβάνειν διαγωνισαμένῳ

    与格分词 ἀξιοῦντι(当他请求时)与 διαγωνισαμένῳ(亲自争斗后)皆与间接宾语 αὐτῷ(赫拉克勒斯)保持语法一致。前者作时间/背景的状语分词,后者则修饰不定式 λαμβάνειν,表示条件或方式(“告诉他若要获取,当自己格斗取之”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:2.5.5-2.5.8