← 伪阿波罗多洛斯

书库

§2.5.10

第十项劳役:夺取革律翁的牛群并归还

赫拉克勒斯奉命执行第十项劳役去取革律翁的牛群;他借得太阳神的金杯渡往厄律忒亚,击杀了恶犬奥耳托斯、牧人格律翁等人并夺得牛群。归途中他在摔跤较量中击毙了扣留逃跑公牛的厄律克斯,克服了赫拉降下的骚扰和地理阻碍,最终将牛群送交欧律斯透斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5.10

δέκατον ἐπετάγη ἆθλον τὰς Γηρυόνου βόας ἐξ Ἐρυθείας κομίζειν. Ἐρύθεια δὲ ἦν Ὠκεανοῦ πλησίον κειμένη νῆσος, ἣ νῦν Γάδειρα καλεῖται. ταύτην κατῴκει Γηρυόνης Χρυσάορος καὶ Καλλιρρόης τῆς Ὠκεανοῦ, τριῶν ἔχων ἀνδρῶν συμφυὲς σῶμα, συνηγμένον εἰς ἓν κατὰ τὴν γαστέρα, ἐσχισμένον δὲ εἰς τρεῖς ἀπὸ λαγόνων τε καὶ μηρῶν. εἶχε δὲ φοινικᾶς βόας, ὧν ἦν βουκόλος Εὐρυτίων, φύλαξ δὲ Ὄρθος ὁ κύων δικέφαλος ἐξ Ἐχίδνης καὶ Τυφῶνος γεγεννημένος. πορευόμενος οὖν ἐπὶ τὰς Γηρυόνου βόας διὰ τῆς Εὐρώπης, ἄγρια πολλὰ ζῷα ἀνελὼν Λιβύης ἐπέβαινε, καὶ παρελθὼν Ταρτησσὸν ἔστησε σημεῖα τῆς πορείας ἐπὶ τῶν ὅρων Εὐρώπης καὶ Λιβύης ἀντιστοίχους δύο στήλας. θερόμενος δὲ ὑπὸ Ἡλίου κατὰ τὴν πορείαν, τὸ τόξον ἐπὶ τὸν θεὸν ἐνέτεινεν· ὁ δὲ τὴν ἀνδρείαν αὐτοῦ θαυμάσας χρύσεον ἔδωκε δέπας, ἐν ᾧ τὸν Ὠκεανὸν διεπέρασε. καὶ παραγενόμενος εἰς Ἐρύθειαν ἐν ὄρει Ἄβαντι αὐλίζεται. αἰσθόμενος δὲ ὁ κύων ἐπʼ αὐτὸν ὥρμα· ὁ δὲ καὶ τοῦτον τῷ ῥοπάλῳ παίει, καὶ τὸν βουκόλον Εὐρυτίωνα τῷ κυνὶ βοηθοῦντα ἀπέκτεινε. Μενοίτης δὲ ἐκεῖ τὰς Ἅιδου βόας βόσκων Γηρυόνῃ τὸ γεγονὸς ἀπήγγειλεν. ὁ δὲ καταλαβὼν Ἡρακλέα παρὰ ποταμὸν Ἀνθεμοῦντα τὰς βόας ἀπάγοντα, συστησάμενος μάχην τοξευθεὶς ἀπέθανεν. Ἡρακλῆς δὲ ἐνθέμενος τὰς βόας εἰς τὸ δέπας καὶ διαπλεύσας εἰς Ταρτησσὸν Ἡλίῳ πάλιν ἀπέδωκε τὸ δέπας. διελθὼν δὲ Ἀβδηρίαν εἰς Λιγυστίνην ἦλθεν, ἐν ᾗ τὰς βόας ἀφῃροῦντο Ἰαλεβίων τε καὶ Δέρκυνος οἱ Ποσειδῶνος υἱοί, οὓς κτείνας διὰ Τυρρηνίας ᾔει. ἀπὸ Ῥηγίου δὲ εἷς ἀπορρήγνυσι1 ταῦρος, καὶ ταχέως εἰς τὴν θάλασσαν ἐμπεσὼν καὶ διανηξάμενος εἰς Σικελίαν, καὶ τὴν πλησίον χώραν διελθὼν ἦλθεν εἰς πεδίον Ἔρυκος, ὃς ἐβασίλευεν Ἐλύμων. Ἔρυξ δὲ ἦν Ποσειδῶνος παῖς, ὃς τὸν ταῦρον ταῖς ἰδίαις συγκατέμιξεν ἀγέλαις. παραθέμενος οὖν τὰς βόας Ἡρακλῆς Ἡφαίστῳ ἐπὶ τὴν αὐτοῦ ζήτησιν ἠπείγετο· εὑρὼν δὲ ἐν ταῖς τοῦ Ἔρυκος ἀγέλαις, λέγοντος οὐ δώσειν ἂν μὴ παλαίσας αὐτοῦ περιγένηται,2 τρὶς περιγενόμενος κατὰ τὴν πάλην ἀπέκτεινε, καὶ τὸν ταῦρον λαβὼν μετὰ τῶν ἄλλων ἐπὶ τὸν Ἰόνιον ἤλαυνε πόντον. ὡς δὲ ἦλθεν ἐπὶ τοὺς μυχοὺς τοῦ πόντου, ταῖς βουσὶν οἶστρον ἐνέβαλεν ἡ Ἥρα, καὶ σχίζονται κατὰ τὰς τῆς Θράκης ὑπωρείας· ὁ δὲ διώξας τὰς μὲν συλλαβὼν ἐπὶ τὸν Ἑλλήσποντον ἤγαγεν, αἱ δὲ ἀπολειφθεῖσαι τὸ λοιπὸν ἦσαν ἄγριαι. μόλις δὲ τῶν βοῶν συνελθουσῶν Στρυμόνα μεμψάμενος τὸν ποταμόν, πάλαι τὸ ῥεῖθρον πλωτὸν ὂν3 ἐμπλήσας πέτραις ἄπλωτον ἐποίησε, καὶ τὰς βόας Εὐρυσθεῖ κομίσας δέδωκεν. ὁ δὲ αὐτὰς κατέθυσεν Ἥρᾳ.

作为第十项劳役,他被命令将革律翁的牛群从厄律忒亚运回。厄律忒亚是一座靠近大洋河的岛屿,如今被称为加狄拉。克律萨俄耳与大洋神之女卡利罗厄的儿子革律翁居住于此,他拥有三人合生的躯体,腹部连结为一体,自腰侧和大腿处分叉为三。他拥有赤褐色的牛群,放牧者为欧律提翁,看守者则是厄喀德那与堤丰所生的双头犬奥耳托斯。赫拉克勒斯因此穿越欧罗巴前往夺取革律翁的牛群,在诛杀了许多野兽之后踏足利比亚;穿过塔耳忒索斯后,他在欧罗巴与利比亚的交界处立起了两座相对的石柱,作为自己行程的标志。在行进途中,赫拉克勒斯被太阳神灼烤难耐,便向这位神祇张弓搭箭;太阳神赞赏他的英勇,赐给他一只金杯,他便乘着这只金杯渡过了大洋河。抵达厄律忒亚后,他在阿巴斯山宿营。双头犬察觉到他便猛扑过来;他用木棒将其击毙,并将赶来援助恶犬的牛倌欧律提翁一同诛杀。在那里为哈得斯放牛的墨诺忒斯将所发生的事报告给了革律翁。革律翁在安忒穆斯河畔追上了正驱赶牛群离开的赫拉克勒斯,发起战斗,却中箭身亡。赫拉克勒斯把牛群装入金杯,渡海回到塔耳忒索斯,将金杯归还给太阳神。 穿过阿布德利亚后,他来到利古里亚境内,在那里波塞冬之子伊阿勒比翁与德耳库诺斯企图劫夺牛群,赫拉克勒斯击杀了他们,取道梯耳利尼亚前行。从雷吉翁起,有一头公牛突然脱缰冲逃,迅速跳入大海游向西西里,穿过邻近区域来到厄吕弥人的国王厄律克斯的平原。厄律克斯是波塞冬之子,他把这头公牛混入了自己的牛群。赫拉克勒斯遂将牛群托付给赫淮斯托斯,急忙前去搜寻公牛;他在厄律克斯的牛群中找到了它,厄律克斯声称除非角力胜过自己,否则绝不交还,赫拉克勒斯便在角力中连胜三次将其击毙,夺回公牛,与其他牛群一同赶往伊奥尼亚海湾。当他行至海湾最深处时,赫拉给牛群降下狂虻,牛群遂沿着色雷斯山麓四处溃散;赫拉克勒斯穷追不舍,捕回一部分驱往赫勒斯滂,遗落的那些牛此后便成了野牛。好不容易集合了牛群,赫拉克勒斯归咎于斯特律蒙河,便用乱石填满其原先可以通航的河道使之无法通航,随后把牛群运去交给了欧律斯透斯。欧律斯透斯将这些牛献祭给了赫拉。

语法注3 条
  1. 2.5.10ἀπορρήγνυσι

    动词 ἀπορρήγνυμι 的主动现在时形式在此作不及物动词使用(“逃脱”、“狂奔冲出”),并作为历史现在时。此处虽通常可见中动形 ἀπορρήγνυται,但主动形亦可不及物地表达“突破狂奔”之意。

  2. 2.5.10λέγοντος οὐ δώσειν ἂν μὴ παλαίσας αὐτοῦ περιγένηται

    属格独立结构 λέγοντος 的逻辑主语(Ἔρυκος)由前文省略承前。它引出代表原直接引语条件句(οὐ δώσω, ἐὰν μὴ... περιγένῃ)的间接引语。属格代词 αὐτοῦ 则由表示胜过、超越的复合动词 περιγένηται 所支配(属格表比较与支配)。

  3. 2.5.10πάλαι τὸ ῥεῖθρον πλωτὸν ὂν

    分词 ὂν 与表语形容词 πλωτόν 一起修饰名词短语 τὸ ῥεῖθρον,带有让步意味(“尽管其河道昔日尚可通航”)。名词 τὸ ῥεῖθρον 既作随后分词 ἐμπλήσας 的宾语,又是主句动词 ἐποίησε 的直接宾语(ἄπλωτον 为其宾语补足语)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:2.5.10