- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:2.5.3-2.5.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
赫拉克勒斯完成第三项劳役,活捉了克律涅亚赤牝鹿并平息了阿耳忒弥斯的愤怒;在执行第四项劳役活捉厄律曼托斯野猪的途中,他与半人马发生冲突,导致了福罗斯和喀戎的死亡。
τρίτον ἆθλον ἐπέταξεν αὐτῷ τὴν Κερυνῖτιν ἔλαφον εἰς Μυκήνας ἔμπνουν ἐνεγκεῖν. ἦν δὲ ἡ ἔλαφος ἐν Οἰνόῃ, χρυσόκερως, Ἀρτέμιδος ἱερά· διὸ καὶ βουλόμενος αὐτὴν Ἡρακλῆς μήτε ἀνελεῖν μήτε τρῶσαι, συνεδίωξεν ὅλον ἐνιαυτόν. ἐπεὶ δὲ κάμνον τὸ θηρίον τῇ διώξει συνέφυγεν εἰς ὄρος τὸ λεγόμενον Ἀρτεμίσιον, κἀκεῖθεν ἐπὶ ποταμὸν Λάδωνα, τοῦτον διαβαίνειν μέλλουσαν τοξεύσας συνέλαβε, καὶ θέμενος ἐπὶ τῶν ὤμων διὰ τῆς Ἀρκαδίας ἠπείγετο. μετʼ Ἀπόλλωνος δὲ Ἄρτεμις συντυχοῦσα ἀφῃρεῖτο, καὶ τὸ ἱερὸν ζῷον αὐτῆς κτείνοντα1 κατεμέμφετο. ὁ δὲ ὑποτιμησάμενος τὴν ἀνάγκην,2 καὶ τὸν αἴτιον εἰπὼν Εὐρυσθέα γεγονέναι, πραΰνας τὴν ὀργὴν τῆς θεοῦ τὸ θηρίον ἐκόμισεν ἔμπνουν εἰς Μυκήνας.
作为第三项劳役,欧律斯透斯命令他将克律涅亚赤牝鹿活生生带往迈锡尼。这头赤牝鹿在俄诺厄,长着金角,是献给阿耳忒弥斯的圣兽;因此赫拉克勒斯既不想杀死它,也不想击伤它,便追逐了整整一年。后来这只野兽因追击而疲惫不堪,逃往名叫阿耳忒弥西翁的山,又从那里逃向拉冬河;就在它即将渡过这条河时,赫拉克勒斯射中并捕获了它,将其扛在肩上匆匆穿过阿耳卡狄亚。然而阿耳忒弥斯同阿波罗迎面相遇,想要将鹿夺走,并责备他企图杀害自己的圣兽。赫拉克勒斯申诉自己是出于被迫无奈,并说明欧律斯透斯才是祸首,由此平息了女神的怒火,将野兽活着带往了迈锡尼。
τέταρτον ἆθλον ἐπέταξεν αὐτῷ τὸν Ἐρυμάνθιον κάπρον ζῶντα κομίζειν· τοῦτο δὲ τὸ θηρίον ἠδίκει τὴν Ψωφῖδα, ὁρμώμενον ἐξ ὄρους ὃ καλοῦσιν Ἐρύμανθον. διερχόμενος οὖν Φολόην ἐπιξενοῦται Κενταύρῳ Φόλῳ, Σειληνοῦ καὶ νύμφης μελίας παιδί. οὗτος Ἡρακλεῖ μὲν ὀπτὰ παρεῖχε τὰ κρέα, αὐτὸς δὲ ὠμοῖς ἐχρῆτο. αἰτοῦντος δὲ οἶνον Ἡρακλέους, ἔφη δεδοικέναι τὸν κοινὸν τῶν Κενταύρων ἀνοῖξαι πίθον· θαρρεῖν δὲ παρακελευσάμενος Ἡρακλῆς αὐτὸν ἤνοιξε, καὶ μετʼ οὐ πολὺ τῆς ὀσμῆς αἰσθόμενοι παρῆσαν οἱ Κένταυροι, πέτραις ὡπλισμένοι καὶ ἐλάταις, ἐπὶ τὸ τοῦ Φόλου σπήλαιον. τοὺς μὲν οὖν πρώτους τολμήσαντας εἴσω παρελθεῖν Ἄγχιον καὶ Ἄγριον Ἡρακλῆς ἐτρέψατο βάλλων δαλοῖς, τοὺς δὲ λοιποὺς ἐτόξευσε διώκων ἄχρι τῆς Μαλέας. ἐκεῖθεν δὲ πρὸς Χείρωνα συνέφυγον, ὃς ἐξελαθεὶς ὑπὸ Λαπιθῶν ὄρους Πηλίου παρὰ Μαλέαν κατῴκησε. τούτῳ περιπεπτωκότας τοὺς Κενταύρους τοξεύων ἵησι βέλος ὁ Ἡρακλῆς, τὸ δὲ ἐνεχθὲν Ἐλάτου διὰ τοῦ βραχίονος τῷ γόνατι τοῦ Χείρωνος ἐμπήγνυται. ἀνιαθεὶς δὲ Ἡρακλῆς προσδραμὼν τό τε βέλος ἐξείλκυσε, καὶ δόντος Χείρωνος φάρμακον ἐπέθηκεν. ἀνίατον δὲ ἔχων τὸ ἕλκος εἰς τὸ σπήλαιον ἀπαλλάσσεται. κἀκεῖ τελευτῆσαι βουλόμενος, καὶ μὴ δυνάμενος ἐπείπερ ἀθάνατος ἦν, ἀντιδόντος Διὶ Προμηθέως αὑτὸν ἀντʼ αὐτοῦ γενησόμενον ἀθάνατον,3 οὕτως ἀπέθανεν. οἱ λοιποὶ δὲ τῶν Κενταύρων φεύγουσιν ἄλλος ἀλλαχῇ, καὶ τινὲς μὲν παρεγένοντο εἰς ὄρος Μαλέαν, Εὐρυτίων δὲ εἰς Φολόην, Νέσσος δὲ ἐπὶ ποταμὸν Εὔηνον. τοὺς δὲ λοιποὺς ὑποδεξάμενος Ποσειδῶν εἰς Ἐλευσῖνα ὄρει κατεκάλυψεν. Φόλος δὲ ἑλκύσας ἐκ νεκροῦ τὸ βέλος ἐθαύμαζεν, εἰ τοὺς τηλικούτους τὸ μικρὸν διέφθειρε·4 τὸ δὲ τῆς χειρὸς ὀλισθῆσαν ἦλθεν ἐπὶ τὸν πόδα καὶ παραχρῆμα ἀπέκτεινεν αὐτόν. ἐπανελθὼν δὲ εἰς Φολόην Ἡρακλῆς καὶ Φόλον τελευτήσαντα θεασάμενος, θάψας αὐτὸν ἐπὶ τὴν τοῦ κάπρου θήραν παραγίνεται, καὶ διώξας αὐτὸν ἔκ τινος λόχμης μετὰ κραυγῆς, εἰς χιόνα πολλὴν παρειμένον εἰσωθήσας ἐμβροχίσας τε ἐκόμισεν εἰς Μυκήνας.
作为第四项劳役,欧律斯透斯命令他将厄律曼托斯野猪活捉带回;这只野兽从人们称为厄律曼托斯的山中奔出,危害普索菲斯。赫拉克勒斯在途经福洛厄时,受到半人马福罗斯的款待,福罗斯是西勒诺斯与梣树仙女的儿子。福罗斯向赫拉克勒斯提供烤肉,自己则食用生肉。当赫拉克勒斯索要葡萄酒时,福罗斯说害怕打开半人马公有的酒瓮;但赫拉克勒斯鼓励他放心,打开了酒瓮。不久之后,半人马们闻到了酒香,便手持石块和冷杉木作为武器,来到福罗斯的洞穴。于是赫拉克勒斯投掷火把,击退了首先胆敢闯入洞内的安喀俄斯和阿格里俄斯,并用箭射击其余的人,一直追赶至玛勒阿。他们从那里逃往喀戎处避难,喀戎曾被拉庇泰人逐出珀利翁山,在玛勒阿附近定居。半人马们聚拢在喀戎周围,赫拉克勒斯向他们放箭,箭穿过厄拉托斯的手臂,刺入了喀戎的膝盖。赫拉克勒斯见状痛苦不已,飞奔上前拔出箭矢,敷上喀戎给他的药物。然而喀戎因伤口无法医治而退入洞中;他想死在洞中,但由于长生不死而无法死去,直到普罗米修斯向宙斯提出由自己代替他承受不死之身,喀戎才得以死去。其余的半人马各奔东西逃亡:有的到达玛勒阿山,欧律提翁逃往福洛厄,涅索斯逃往厄厄诺斯河;波塞冬则接纳了其余的半人马,将他们隐匿在厄琉息斯的一座山中。而福罗斯从一具尸体上拔下箭矢,惊异于如此微小的东西竟能毁灭这般巨大的身躯;不料箭从手中滑落,正中他的脚上,立即将他致死。赫拉克勒斯返回福洛厄,见福罗斯已死,将其安葬后便前去猎捕野猪;他大声呼喊着将野猪从树丛中驱赶出来,乘其筋疲力尽将其推进深雪之中,套上绳索捕获,运回了迈锡尼。
- 2.5.3κτείνοντα
现在时分词 κτείνοντα 为阳性宾格单数,与 κατεμέμφετο 省略的直接宾语(赫拉克勒斯)保持一致。鉴于赤牝鹿实际上是被活捉的(ἔμπνουν),此处的现在时分词具有企图/尝试(conative present)含义,指“责备他企图杀害圣兽”。
- 2.5.3ὑποτιμησάμενος τὴν ἀνάγκην
动词 ὑποτιμάομαι 原为法庭术语,意为“(在量刑时)提出减轻处罚的理由,请求酌情量刑”。此处作为中动相动词带直接宾语 τὴν ἀνάγκην(必然性、被迫之情),表示“以迫不得已为由进行申辩”。
- 2.5.4ἀντιδόντος Διὶ Προμηθέως αὑτὸν ἀντʼ αὐτοῦ γενησόμενον ἀθάνατον
此处的核心结构是由 ἀντιδόντος... Προμηθέως(普罗米修斯提供/交换)构成的独立属格。动词 ἀντιδίδωμι 支配直接宾语 αὑτόν(自己)与与格间接宾语 Διί(向宙斯),将来时分词短语 γενησόμενον ἀθάνατον(将成为不死者)充当 αὑτόν 的宾语补足语,介词短语 ἀντʼ αὐτοῦ 则意为“代替他(喀戎)”。该结构准确表达了喀戎因剧痛求死而将不死之身转让给普罗米修斯的神话交换机制。
- 2.5.4εἰ τοὺς τηλικούτους τὸ μικρὸν διέφθειρε
连词 εἰ 附属于表示惊奇的动词 ἐθαύμαζεν,引导间接疑问从句(“是否/竟然……”)。在古典希腊语中,表示惊奇的动词后常接 εἰ 从句而非 ὅτι,以传达难以置信或惊异的语气。宾语 τοὺς τηλικούτους(如此庞大之人)与主语 τὸ μικρόν(如此微小之物)在语序上的紧密并置,增强了大小悬殊的修辞反差。
