- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:2.5.1-2.5.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
赫拉克勒斯前往梯林斯,完成了第一项劳役,扼死了刀枪不入的涅墨亚狮子并带回其皮;接着在伊俄拉俄斯的协助下完成了第二项劳役诛杀勒耳那九头蛇,但欧律斯透斯因其借助他人之力而拒绝将其计入十项劳役。
τοῦτο ἀκούσας ὁ Ἡρακλῆς εἰς Τίρυνθα ἦλθε, καὶ τὸ προσταττόμενον ὑπὸ Εὐρυσθέως ἐτέλει. πρῶτον μὲν οὖν ἐπέταξεν αὐτῷ τοῦ Νεμέου λέοντος τὴν δορὰν κομίζειν· τοῦτο δὲ ζῷον ἦν ἄτρωτον, ἐκ Τυφῶνος γεγεννημένον. πορευόμενος οὖν ἐπὶ τὸν λέοντα ἦλθεν εἰς Κλεωνάς, καὶ ξενίζεται παρὰ ἀνδρὶ χερνήτῃ Μολόρχῳ. καὶ θύειν ἱερεῖον θέλοντι εἰς ἡμέραν ἔφη τηρεῖν τριακοστήν,1 καὶ ἂν μὲν ἀπὸ τῆς θήρας σῶος ἐπανέλθῃ, Διὶ σωτῆρι θύειν, ἐὰν δὲ ἀποθάνῃ, τότε ὡς ἥρωι ἐναγίζειν. εἰς δὲ τὴν Νεμέαν ἀφικόμενος καὶ τὸν λέοντα μαστεύσας ἐτόξευσε τὸ πρῶτον· ὡς δὲ ἔμαθεν ἄτρωτον ὄντα, ἀνατεινάμενος τὸ ῥόπαλον ἐδίωκε. συμφυγόντος δὲ εἰς ἀμφίστομον σπήλαιον αὐτοῦ2 τὴν ἑτέραν ἐνῳκοδόμησεν εἴσοδον, διὰ δὲ τῆς ἑτέρας ἐπεισῆλθε τῷ θηρίῳ, καὶ περιθεὶς τὴν χεῖρα τῷ τραχήλῳ κατέσχεν ἄγχων ἕως ἔπνιξε, καὶ θέμενος ἐπὶ τῶν ὤμων ἐκόμιζεν εἰς Κλεωνάς. καταλαβὼν δὲ τὸν Μόλορχον ἐν τῇ τελευταίᾳ τῶν ἡμερῶν ὡς νεκρῷ μέλλοντα τὸ ἱερεῖον ἐναγίζειν, σωτῆρι θύσας Διὶ ἦγεν εἰς Μυκήνας τὸν λέοντα. Εὐρυσθεὺς δὲ καταπλαγεὶς αὐτοῦ τὴν ἀνδρείαν ἀπεῖπε τὸ λοιπὸν αὐτῷ εἰς τὴν πόλιν εἰσιέναι, δεικνύειν δὲ πρὸ τῶν πυλῶν ἐκέλευε τοὺς ἄθλους. φασὶ δὲ ὅτι δείσας καὶ πίθον ἑαυτῷ χαλκοῦν εἰσκρυβῆναι ὑπὸ γῆν κατεσκεύασε, καὶ πέμπων κήρυκα Κοπρέα Πέλοπος τοῦ Ἠλείου ἐπέταττε τοὺς ἄθλους. οὗτος δὲ Ἴφιτον κτείνας, φυγὼν εἰς Μυκήνας καὶ τυχὼν παρʼ Εὐρυσθέως καθαρσίων ἐκεῖ κατῴκει.
听了这番话,赫拉克勒斯便前往梯林斯,履行欧律斯透斯所交付的命令。欧律斯透斯首先命令他带回涅墨亚狮子的皮;这只野兽刀枪不入,乃是提丰所生。于是赫拉克勒斯前去讨伐这头狮子,来到克勒奥奈,受到贫困的短工莫洛耳科斯的款待。当莫洛耳科斯想要宰杀牲礼献祭时,赫拉克勒斯让他等到第三十天,并说如果自己平安打猎归来,就向拯救者宙斯献祭;如果自己阵亡,那时便把他当作英雄行亡者祭。他到达涅墨亚,搜寻出狮子,起初向它射箭;但他得知这头兽刀枪不入后,便举起木棒追击。当狮子逃入一个有双向洞口的洞穴时,他筑墙封死其中一个入口,从另一个洞口逼近野兽,用手臂勒住它的颈项,紧紧扼住直至将其窒息致死,然后扛在肩上运往克勒奥奈。在最后这一天,他发现莫洛耳科斯正准备把牲礼当作亡者祭献给他,便向拯救者宙斯献祭,随后将狮子带往迈锡尼。欧律斯透斯惊骇于他的英勇,从此禁止他进入城内,命令他在城门前展示这些功业的成果。据说欧律斯透斯由于恐惧,甚至为自己在地下造了一个藏身的青铜瓮,并通过派遣厄利斯人珀罗普斯的儿子科普柔斯充当使者来传达功业指令。这个科普柔斯杀死了伊菲托斯,逃亡到迈锡尼,从欧律斯透斯那里获得了净罪之礼,便在那里定居。
δεύτερον δὲ ἆθλον ἐπέταξεν αὐτῷ τὴν Λερναίαν ὕδραν κτεῖναι· αὕτη δὲ ἐν τῷ τῆς Λέρνης ἕλει ἐκτραφεῖσα ἐξέβαινεν εἰς τὸ πεδίον καὶ τά τε βοσκήματα καὶ τὴν χώραν διέφθειρεν. εἶχε δὲ ἡ ὕδρα ὑπερμέγεθες σῶμα, κεφαλὰς ἔχον ἐννέα, τὰς μὲν ὀκτὼ θνητάς, τὴν δὲ μέσην ἀθάνατον. ἐπιβὰς οὖν ἅρματος, ἡνιοχοῦντος Ἰολάου, παρεγένετο εἰς τὴν Λέρνην, καὶ τοὺς μὲν ἵππους ἔστησε, τὴν δὲ ὕδραν εὑρὼν ἔν τινι λόφῳ παρὰ τὰς πηγὰς τῆς Ἀμυμώνης, ὅπου ὁ φωλεὸς αὐτῆς ὑπῆρχε, βάλλων βέλεσι πεπυρωμένοις ἠνάγκασεν ἐξελθεῖν, ἐκβαίνουσαν δὲ αὐτὴν κρατήσας κατεῖχεν. ἡ δὲ θατέρῳ τῶν ποδῶν ἐνείχετο περιπλακεῖσα. τῷ ῥοπάλῳ δὲ τὰς κεφαλὰς κόπτων οὐδὲν ἀνύειν ἠδύνατο· μιᾶς γὰρ κοπτομένης κεφαλῆς δύο ἀνεφύοντο. ἐπεβοήθει δὲ καρκίνος τῇ ὕδρᾳ ὑπερμεγέθης, δάκνων τὸν πόδα. διὸ τοῦτον ἀποκτείνας ἐπεκαλέσατο καὶ αὐτὸς βοηθὸν τὸν Ἰόλαον, ὃς μέρος τι καταπρήσας τῆς ἐγγὺς ὕλης τοῖς δαλοῖς ἐπικαίων τὰς ἀνατολὰς τῶν κεφαλῶν ἐκώλυεν ἀνιέναι. καὶ τοῦτον τὸν τρόπον τῶν ἀναφυομένων κεφαλῶν περιγενόμενος, τὴν ἀθάνατον ἀποκόψας κατώρυξε καὶ βαρεῖαν ἐπέθηκε πέτραν, παρὰ τὴν ὁδὸν τὴν φέρουσαν διὰ Λέρνης εἰς Ἐλαιοῦντα τὸ δὲ σῶμα τῆς ὕδρας ἀνασχίσας τῇ χολῇ τοὺς ὀιστοὺς ἔβαψεν. Εὐρυσθεὺς δὲ ἔφη μὴ δεῖν καταριθμῆσαι τοῦτον ἐν τοῖς δέκα τὸν ἆθλον·3 οὐ γὰρ μόνος ἀλλὰ καὶ μετὰ Ἰολάου τῆς ὕδρας περιεγένετο.
作为第二项劳役,欧律斯透斯命令他杀死勒耳那的九头蛇;这条蛇在勒耳那的沼泽中长大,常常窜到平原上,残害牲畜与土地。九头蛇身躯庞大,长有九个头,其中八个是必死的,中间的一个则是长生不死的。于是赫拉克勒斯登上由伊俄拉俄斯驾驭的战车,来到了勒耳那。他停下马匹,在阿密墨涅泉水附近的一处山丘上找到了九头蛇——它的巢穴就在那里——用带火的箭射击逼它出洞,并在它窜出时将其一把抓住死死按住。然而九头蛇却缠绕住他的一只脚不放。他用木棒敲碎它的头,却无济于事;因为每砸烂一个头,就会重新长出两个。不仅如此,一只巨大的螃蟹也跑来协助九头蛇,狠狠咬住赫拉克勒斯的脚。于是他杀死了这只螃蟹,自己也唤来伊俄拉俄斯相助;伊俄拉俄斯烧毁了附近的一部分树林,用燃火的火把烙焦新生头颅的根部,阻止它们再长出来。以这种方式克制了不断长出的头颅后,赫拉克勒斯斩下了那个不死的头,将其埋入地下,并在通往埃拉犹斯、穿过勒耳那的大道旁压上了一块巨石;他又剖开九头蛇的躯体,将箭镞浸蘸在其苦胆之中。然而欧律斯透斯声称不应将这一劳役计入十项劳役之中;因为他并非独自一人、而是借助伊俄拉俄斯的力量才制伏了九头蛇。
- 2.5.1καὶ θύειν ἱερεῖον θέλοντι εἰς ἡμέραν ἔφη τηρεῖν τριακοστήν
与格分词 θέλοντι 修饰未明言的间接宾语莫洛耳科斯,依附于主动词 ἔφη(“对想要献祭的他说道”)。间接引语中跟在 ἔφη 之后的动词不定式 τηρεῖν 表示命令(间接命令),省略了宾语,结合上下文意为“推迟献祭/坚守等待至第三十天”。
- 2.5.1συμφυγόντος δὲ εἰς ἀμφίστομον σπήλαιον αὐτοῦ
短语 συμφυγόντος ... αὐτοῦ 为属格独立结构,代词 αὐτοῦ 指代前文的“狮子(λέων)”。接下来的 τὴν ἑτέραν ... εἴσοδον 则是动词 ἐνῳκοδόμησεν 的直接宾格宾语,指该洞穴两个洞口中的一个。
- 2.5.2Εὐρυσθεὺς δὲ ἔφη μὴ δεῖν καταριθμῆσαι τοῦτον ἐν τοῖς δέκα τὸν ἆθλον
否定词 μή 置于无人称不定式 δεῖν 之前,构成否定责任/义务的表达(“声称不应当将这项劳役计入”)。在带有 φημί 的间接引语中,通常会将否定词 οὐ 前置于主动词(οὔ φημι),此处则将 μή 直接置于不定式 δεῖν 之前以明确否定该义务。
