- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:2.5.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
赫拉克勒斯领受第十一项劳役前往寻找赫斯珀里得斯的金苹果,途中击杀了安泰俄斯与布西里斯等人,解救了普罗米修斯,并通过智诱阿特拉斯夺得金苹果复命。
τελεσθέντων δὲ τῶν ἄθλων ἐν μηνὶ καὶ ἔτεσιν ὀκτώ, μὴ προσδεξάμενος Εὐρυσθεὺς τόν τε τῶν τοῦ Αὐγέου βοσκημάτων καὶ τὸν τῆς ὕδρας, ἑνδέκατον ἐπέταξεν ἆθλον παρʼ Ἑσπερίδων χρύσεα μῆλα κομίζειν. ταῦτα δὲ ἦν, οὐχ ὥς τινες εἶπον ἐν Λιβύῃ, ἀλλʼ ἐπὶ τοῦ Ἄτλαντος ἐν Ὑπερβορέοις· ἃ Διὶ Γῆ γήμαντι Ἥραν ἐδωρήσατο. ἐφύλασσε δὲ αὐτὰ δράκων ἀθάνατος, Τυφῶνος καὶ Ἐχίδνης, κεφαλὰς ἔχων ἑκατόν· ἐχρῆτο δὲ φωναῖς παντοίαις καὶ ποικίλαις. μετὰ τούτου δὲ Ἑσπερίδες ἐφύλαττον, Αἴγλη Ἐρύθεια Ἑσπερία Ἀρέθουσα. πορευόμενος οὖν ἐπὶ ποταμὸν Ἐχέδωρον ἧκε. Κύκνος δὲ Ἄρεος καὶ Πυρήνης εἰς μονομαχίαν αὐτὸν προεκαλεῖτο. Ἄρεος δὲ τοῦτον ἐκδικοῦντος καὶ συνιστάντος μονομαχίαν, βληθεὶς κεραυνὸς μέσος ἀμφοτέρων διαλύει τὴν μάχην. βαδίζων δὲ διʼ Ἰλλυριῶν, καὶ σπεύδων ἐπὶ ποταμὸν Ἠριδανόν, ἧκε πρὸς νύμφας Διὸς καὶ Θέμιδος. αὗται μηνύουσιν αὐτῷ Νηρέα. συλλαβὼν δὲ αὐτὸν κοιμώμενον καὶ παντοίας ἐναλλάσσοντα μορφὰς ἔδησε, καὶ οὐκ ἔλυσε πρὶν ἢ μαθεῖν παρʼ αὐτοῦ ποῦ τυγχάνοιεν τὰ μῆλα καὶ αἱ Ἑσπερίδες. μαθὼν δὲ Λιβύην διεξῄει. ταύτης ἐβασίλευε παῖς Ποσειδῶνος Ἀνταῖος, ὃς τοὺς ξένους ἀναγκάζων παλαίειν ἀνῄρει. τούτῳ παλαίειν ἀναγκαζόμενος Ἡρακλῆς ἀράμενος ἅμμασι μετέωρον κλάσας ἀπέκτεινε· ψαύοντα γὰρ γῆς ἰσχυρότερον συνέβαινε γίνεσθαι, διὸ καὶ Γῆς τινες ἔφασαν τοῦτον εἶναι παῖδα. μετὰ Λιβύην δὲ Αἴγυπτον διεξῄει. ταύτης ἐβασίλευε Βούσιρις Ποσειδῶνος παῖς καὶ Λυσιανάσσης τῆς Ἐπάφου. οὗτος τοὺς ξένους ἔθυεν ἐπὶ βωμῷ Διὸς κατά τι λόγιον· ἐννέα γὰρ ἔτη ἀφορία τὴν Αἴγυπτον κατέλαβε, Φρασίος δὲ ἐλθὼν ἐκ Κύπρου, μάντις τὴν ἐπιστήμην, ἔφη τὴν ἀφορίαν παύσασθαι ἐὰν ξένον ἄνδρα τῷ Διὶ σφάξωσι κατʼ ἔτος. Βούσιρις δὲ ἐκεῖνον πρῶτον σφάξας τὸν μάντιν τοὺς κατιόντας ξένους ἔσφαζε. συλληφθεὶς οὖν καὶ Ἡρακλῆς τοῖς βωμοῖς προσεφέρετο τὰ δὲ δεσμὰ διαρρήξας τόν τε Βούσιριν καὶ τὸν ἐκείνου παῖδα Ἀμφιδάμαντα ἀπέκτεινε. διεξιὼν δὲ Ἀσίαν Θερμυδραῖς, Λινδίων λιμένι, προσίσχει. καὶ βοηλάτου τινὸς λύσας τὸν ἕτερον τῶν ταύρων ἀπὸ τῆς ἁμάξης εὐωχεῖτο θύσας. ὁ δὲ βοηλάτης βοηθεῖν ἑαυτῷ μὴ δυνάμενος στὰς ἐπί τινος ὄρους κατηρᾶτο. διὸ καὶ νῦν, ἐπειδὰν θύωσιν Ἡρακλεῖ, μετὰ καταρῶν τοῦτο πράττουσι. παριὼν δὲ Ἀραβίαν Ἠμαθίωνα κτείνει παῖδα Τιθωνοῦ. καὶ διὰ τῆς Λιβύης πορευθεὶς ἐπὶ τὴν ἔξω θάλασσαν παρʼ Ἡλίου τὸ δέπας παραλαμβάνει. καὶ περαιωθεὶς ἐπὶ τὴν ἤπειρον τὴν ἀντικρὺ κατετόξευσεν ἐπὶ τοῦ Καυκάσου τὸν ἐσθίοντα τὸ τοῦ Προμηθέως ἧπαρ ἀετόν, ὄντα Ἐχίδνης καὶ Τυφῶνος· καὶ τὸν Προμηθέα ἔλυσε, δεσμὸν ἑλόμενος τὸν τῆς ἐλαίας,1 καὶ παρέσχε τῷ Διὶ Χείρωνα θνήσκειν ἀθάνατον ἀντʼ αὐτοῦ θέλοντα. ὡς δὲ ἧκεν εἰς Ὑπερβορέους πρὸς Ἄτλαντα, εἰπόντος Προμηθέως τῷ Ἡρακλεῖ αὐτὸν ἐπὶ τὰ μῆλα μὴ πορεύεσθαι, διαδεξάμενον δὲ Ἄτλαντος τὸν πόλον ἀποστέλλειν ἐκεῖνον,2 πεισθεὶς διεδέξατο. Ἄτλας δὲ δρεψάμενος παρʼ Ἑσπερίδων τρία μῆλα ἧκε πρὸς Ἡρακλέα. καὶ μὴ βουλόμενος τὸν πόλον ἔχειν καὶ σπεῖραν ἐπὶ τῆς κεφαλῆς θέλειν ποιήσασθαι.3 τοῦτο ἀκούσας Ἄτλας, ἐπὶ γῆς καταθεὶς τὰ μῆλα τὸν πόλον διεδέξατο. καὶ οὕτως ἀνελόμενος αὐτὰ Ἡρακλῆς ἀπηλλάττετο. ἔνιοι δέ φασιν οὐ παρὰ Ἄτλαντος αὐτὰ λαβεῖν, ἀλλʼ αὐτὸν δρέψασθαι τὰ μῆλα, κτείναντα τὸν φρουροῦντα ὄφιν. κομίσας δὲ τὰ μῆλα Εὐρυσθεῖ ἔδωκεν. ὁ δὲ λαβὼν Ἡρακλεῖ ἐδωρήσατο· παρʼ οὗ λαβοῦσα Ἀθηνᾶ πάλιν αὐτὰ ἀπεκόμισεν· ὅσιον γὰρ οὐκ ἦν αὐτὰ τεθῆναί που.
劳役在八年零一个月内完成之后,欧律斯透斯不认可奥革阿斯的牲畜那一项以及水蛇那一项,便派下了第十一项劳役,要他从赫斯珀里得斯那里运回金苹果。这些金苹果并不像某些人所说的那样在利比亚,而是在许珀耳玻瑞俄斯人境内的阿特拉斯那里;那是大地在宙斯迎娶赫拉时赠送给宙斯的。一条由堤丰与厄喀德那所生的不死巨龙看守着它们,它拥有一百个头颅,能发出各种各样各异的声音。与它一同看守的还有赫斯珀里得斯姊妹:埃格勒、厄律忒亚、赫斯珀利亚、阿剌托萨。于是赫拉克勒斯出发,来到了厄刻多洛斯河。阿瑞斯与庇瑞涅之子库克诺斯向他提出单挑。由于阿瑞斯为库克诺斯复仇并加入战斗,一道霹雳落入两人中间,化解了这场争斗。赫拉克勒斯步行穿过伊利里亚人地区,急行至厄里达诺斯河,来到了宙斯与忒弥斯的宁芙女儿们那里。她们向他指明了涅柔斯。赫拉克勒斯趁涅柔斯熟睡时将其抓住,尽管涅柔斯变换出各种形态,他仍将其捆绑,直到从他那里探听到苹果和赫斯珀里得斯姊妹在何处才将他释放。得知之后,他穿越了利比亚。统治这里的波塞冬之子安泰俄斯,强迫外乡人角力并加以杀害。被迫与他角力的赫拉克勒斯用合抱之术将其高高举起,折断其躯体将其杀死;因为安泰俄斯只要触碰大地就会变得更为强大,因此也有人说他是大地之子。 离开利比亚后,赫拉克勒斯穿越了埃及。统治这里的是波塞冬与厄帕福斯之女吕西阿那萨的儿子布西里斯。他依照某则神谕把外乡人作为牺牲献在宙斯的祭坛上;因为荒歉之灾席卷了埃及长达九年,而从塞浦路斯来的一位通晓占卜术的占卜者弗剌西俄斯声称,如果他们每年向宙斯宰杀一名外邦男子作为祭品,荒歉就会停止。布西里斯首先杀死了那位占卜者,随后便宰杀前来的外乡人。于是赫拉克勒斯也被捕并被押送到祭坛前,但他挣断了绳索,杀死了布西里斯及其子安菲达玛斯。 在穿越亚细亚时,他在林多斯人的港口塞耳密德赖停靠。他从一位赶牛人的大车上解下两头公牛中的一头,宰杀之后大快朵颐。赶牛人无力自卫,便站在某座山上咒骂不绝。因此直到如今,当人们向赫拉克勒斯献祭时,都是伴随着诅咒来进行的。 在途经阿拉伯时,他杀死了提托诺斯之子厄马提翁。穿过利比亚行至外海,他从太阳神那里接过了那只杯子。渡海到达对面的大陆后,他在高加索山上用箭射死了那只啄食普罗米修斯肝脏的巨鹰——它是厄喀德那与堤丰的后代;随后他解救了普罗米修斯,选用了橄榄枝作为束缚,并将虽为不死之身却愿代普罗米修斯赴死的喀戎献给了宙斯。 当他来到许珀耳玻瑞俄斯人那里的阿特拉斯面前时,由于普罗米修斯曾告诫赫拉克勒斯不要亲自前去取苹果,而应接替阿特拉斯顶住天穹并打发他前去,赫拉克勒斯听从劝告接替了他。阿特拉斯从赫斯珀里得斯那里摘取了三个苹果,回到赫拉克勒斯面前。他不想再接回天穹,赫拉克勒斯便声称想要在头上垫个软垫。阿特拉斯听闻此言,把苹果放在地上接过了天穹。赫拉克勒斯就这样拾起苹果脱身离去。不过也有人说,苹果并非得自阿特拉斯,而是赫拉克勒斯诛杀了看守的毒蛇后亲自摘取的。他把苹果带回交给了欧律斯透斯。欧律斯透斯接下后又将其赠予赫拉克勒斯;雅典娜从赫拉克勒斯手中接过来,再次把它们送回了原处,因为将它们安置在任何地方都是不合乎神圣法则的。
- 2.5.11δεσμὸν ἑλόμενος τὸν τῆς ἐλαίας
δεσμόν 充当谓语性或同位语性的宾格(“选择以橄榄枝作为束缚”),这一表述关涉普罗米修斯佩戴橄榄枝花环以象征其曾经所受桎梏的神话传统。
- 2.5.11διαδεξάμενον δὲ Ἄτλαντος τὸν πόλον ἀποστέλλειν ἐκεῖνον
间接命令/劝告(从属于 εἰπόντος Προμηθέως)中的不定式结构。分词 διαδεξάμενον 用宾格,与不定式 ἀποστέλλειν 未明写出的宾格主语(赫拉克勒斯)保持一致。Ἄτλαντος 则是动词 διαδέχομαι(“从……处接替”)所要求的属格,充当其宾语而非定语。
- 2.5.11καὶ μὴ βουλόμενος τὸν πόλον ἔχειν καὶ σπεῖραν ἐπὶ τῆς κεφαλῆς θέλειν ποιήσασθαι
原文存在文意脱落或省言法(aposiopesis)之处。在以阿特拉斯为主语的主格分词短语(μὴ βουλόμενος τὸν πόλον ἔχειν)之后,直接承接了转述赫拉克勒斯要求的宾格加不定式结构(σπεῖραν ... θέλειν ποιήσασθαι),中间缺少显式的发话动词。
