← 伪阿波罗多洛斯

书库

§2.4.10-2.4.12

赫拉克勒斯的发狂与梯林斯的神谕

赫拉克勒斯斩杀喀泰戎的狮子并与忒斯庇俄斯的诸女结合,随后击败厄耳金诺斯使忒拜免除贡赋;但他因狂乱杀害了自己的孩子,在受净罪后前往德尔斐求得神谕,被命前往梯林斯服役。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4.10

βασιλεὺς δὲ ἦν οὗτος Θεσπιῶν, πρὸς ὃν ἀφίκετο Ἡρακλῆς ἑλεῖν βουλόμενος τὸν λέοντα. ὁ δὲ αὐτὸν ἐξένισε πεντήκοντα ἡμέρας, καὶ ἐπὶ τὴν θήραν ἐξιόντι νυκτὸς ἑκάστης μίαν συνεύναζε θυγατέρα (πεντήκοντα δὲ αὐτῷ ἦσαν ἐκ Μεγαμήδης γεγεννημέναι τῆς Ἀρνέου)· ἐσπούδαζε γὰρ πάσας ἐξ Ἡρακλέους τεκνοποιήσασθαι. Ἡρακλῆς δὲ μίαν νομίζων εἶναι τὴν ἀεὶ συνευναζομένην, συνῆλθε πάσαις. καὶ χειρωσάμενος τὸν λέοντα τὴν μὲν δορὰν ἠμφιέσατο, τῷ χάσματι δὲ ἐχρήσατο κόρυθι.

此人乃是忒斯庇埃的国王,赫拉克勒斯为了捕杀那头狮子而来到他这里。忒斯庇俄斯款待了他五十天,并在他外出狩猎期间,每夜都安排一个女儿与他同寝(他与阿尔纽斯之女梅伽墨得生有五十个女儿);因为他极渴望所有的女儿都能由赫拉克勒斯生下子嗣。赫拉克勒斯以为夜夜与自己同床的都是同一人,便与所有的女儿交合。制伏狮子之后,他将狮皮披在身上,把狮子的张口当作头盔。

§2.4.11

ἀνακάμπτοντι δὲ αὐτῷ ἀπὸ τῆς θήρας συνήντησαν κήρυκες παρὰ Ἐργίνου πεμφθέντες, ἵνα παρὰ Θηβαίων τὸν δασμὸν λάβωσιν. ἐτέλουν δὲ Θηβαῖοι τὸν δασμὸν Ἐργίνῳ διʼ αἰτίαν τήνδε. Κλύμενον τὸν Μινυῶν βασιλέα λίθῳ βαλὼν Μενοικέως ἡνίοχος, ὄνομα Περιήρης, ἐν Ὀγχηστῷ Ποσειδῶνος τεμένει τιτρώσκει· ὁ δὲ κομισθεὶς εἰς Ὀρχομενὸν ἡμιθνὴς ἐπισκήπτει τελευτῶν Ἐργίνῳ τῷ παιδὶ ἐκδικῆσαι τὸν θάνατον αὐτοῦ. στρατευσάμενος δὲ Ἐργῖνος ἐπὶ Θήβας, κτείνας οὐκ ὀλίγους ἐσπείσατο μεθʼ ὅρκων, ὅπως πέμπωσιν αὐτῷ Θηβαῖοι δασμὸν ἐπὶ εἴκοσιν ἔτη, κατὰ ἔτος ἑκατὸν βόας. ἐπὶ τοῦτον τὸν δασμὸν εἰς Θήβας τοὺς κήρυκας ἀπιόντας συντυχὼν Ἡρακλῆς ἐλωβήσατο· ἀποτεμὼν γὰρ αὐτῶν τὰ ὦτα καὶ τὰς ῥῖνας, καὶ τὰς χεῖρας δήσας ἐκ τῶν τραχήλων,1 ἔφη τοῦτον Ἐργίνῳ καὶ Μινύαις δασμὸν κομίζειν.2 ἐφʼ οἷς ἀγανακτῶν ἐστράτευσεν ἐπὶ Θήβας. Ἡρακλῆς δὲ λαβὼν ὅπλα παρʼ Ἀθηνᾶς καὶ πολεμαρχῶν Ἐργῖνον μὲν ἔκτεινε, τοὺς δὲ Μινύας ἐτρέψατο καὶ τὸν δασμὸν διπλοῦν ἠνάγκασε Θηβαίοις φέρειν. συνέβη δὲ κατὰ τὴν μάχην Ἀμφιτρύωνα γενναίως μαχόμενον τελευτῆσαι. λαμβάνει δὲ Ἡρακλῆς παρὰ Κρέοντος ἀριστεῖον τὴν πρεσβυτάτην θυγατέρα Μεγάραν, ἐξ ἧς αὐτῷ παῖδες ἐγένοντο τρεῖς, Θηρίμαχος Κρεοντιάδης Δηικόων. τὴν δὲ νεωτέραν θυγατέρα Κρέων Ἰφικλεῖ δίδωσιν, ἤδη παῖδα Ἰόλαον ἔχοντι ἐξ Αὐτομεδούσης τῆς Ἀλκάθου. ἔγημε δὲ καὶ Ἀλκμήνην μετὰ τὸν Ἀμφιτρύωνος θάνατον Διὸς παῖς Ῥαδάμανθυς, κατῴκει δὲ ἐν Ὠκαλέαις τῆς Βοιωτίας πεφευγώς. προμαθὼν δὲ παρʼ Εὐρύτου τὴν τοξικὴν Ἡρακλῆς ἔλαβε παρὰ Ἑρμοῦ μὲν ξίφος, παρʼ Ἀπόλλωνος δὲ τόξα, παρὰ δὲ Ἡφαίστου θώρακα χρυσοῦν, παρὰ δὲ Ἀθηνᾶς πέπλον· ῥόπαλον μὲν γὰρ αὐτὸς ἔτεμεν ἐκ Νεμέας.

在他打猎归来途中,遇见了厄耳金诺斯派遣来向忒拜人索取贡赋的使臣。忒拜人向厄耳金诺斯纳贡乃是由于以下缘故。墨诺伊刻俄斯的御者,名叫珀里埃瑞斯,在翁刻斯托斯的波塞冬圣所内用石头击中敏亚斯人的国王克吕墨诺斯并使其负伤;克吕墨诺斯半死不活地被抬回奥尔科墨诺斯,临终前嘱咐儿子厄耳金诺斯为自己的死报仇。于是厄耳金诺斯率军讨伐忒拜,斩杀了不少人之后立誓缔结和约,规定忒拜人须在二十年间每年向他纳贡一百头牛。赫拉克勒斯遇见这些正前往忒拜索取这笔贡赋的使臣,便将他们残害;他割下了他们的耳朵和鼻子,将他们被斩下的双手悬挂在脖颈上,让他们把这笔贡赋带给厄耳金诺斯和敏亚斯人。厄耳金诺斯对此愤恨不已,率军讨伐忒拜。赫拉克勒斯从雅典娜那里获得了甲胄,统领战事,不仅杀死了厄耳金诺斯,击溃了敏亚斯人,还强迫他们向忒拜人缴纳加倍的贡赋。在战斗中,安菲特律翁英勇奋战而阵亡。赫拉克勒斯从克瑞翁处获得长女墨伽拉作为战功的奖赏,他与她生了三个儿子:忒里马科斯、克瑞翁提阿得斯与得伊科翁。克瑞翁将次女许配给伊菲克勒斯,而伊菲克勒斯此前已与阿尔卡托俄斯之女奥托墨杜萨生有儿子伊俄拉俄斯。在安菲特律翁死后,宙斯之子拉达曼堤斯娶了阿尔克墨涅,已流亡的他居住在玻俄提亚的俄卡勒埃。 赫拉克勒斯此前已随欧律托斯学会了射箭,他又从赫尔墨斯处获得宝剑,从阿波罗处获得弓箭,从赫淮斯托斯处获得黄金胸甲,从雅典娜处获得长袍;至于木棒,则是他自己从涅墨亚砍伐而来的。

§2.4.12

μετὰ δὲ τὴν πρὸς Μινύας μάχην συνέβη αὐτῷ κατὰ ζῆλον Ἥρας μανῆναι, καὶ τούς τε ἰδίους παῖδας, οὓς ἐκ Μεγάρας εἶχεν, εἰς πῦρ ἐμβαλεῖν καὶ τῶν Ἰφικλέους δύο· διὸ καταδικάσας ἑαυτοῦ φυγὴν3 καθαίρεται μὲν ὑπὸ Θεσπίου, παραγενόμενος δὲ εἰς Δελφοὺς πυνθάνεται τοῦ θεοῦ ποῦ κατοικήσει. ἡ δὲ Πυθία τότε πρῶτον Ἡρακλέα αὐτὸν προσηγόρευσε· τὸ δὲ πρώην Ἀλκείδης προσηγορεύετο. κατοικεῖν δὲ αὐτὸν εἶπεν ἐν Τίρυνθι, Εὐρυσθεῖ λατρεύοντα ἔτη δώδεκα, καὶ τοὺς ἐπιτασσομένους ἄθλους δέκα ἐπιτελεῖν, καὶ οὕτως ἔφη, τῶν ἄθλων συντελεσθέντων, ἀθάνατον αὐτὸν ἔσεσθαι.

但在同敏亚斯人的战役之后,因赫拉的嫉妒,他陷入狂乱,将自己与墨伽拉所生的亲生子嗣以及伊菲克勒斯的两个儿子投入火中。因此他判处自己流放,由忒斯庇俄斯为他行了净罪之礼;随后他前往德尔斐,向神询问自己应定居何处。皮提亚当时首次称呼他为赫拉克勒斯;在此之前他一直被称为阿尔喀得斯。神谕让他定居在梯林斯,侍奉欧律斯透斯十二年,完成所交付的十项劳役,并说在劳役完成之后,他将获得不死之身。

语法注3 条
  1. 2.4.11τὰς χεῖρας δήσας ἐκ τῶν τραχήλων

    介词短语 ἐκ τῶν τραχήλων 表示悬挂的依附起点(“从颈部悬挂”)。与前面的分词句 ἀποτεμὼν τὰ ὦτα καὶ τὰς ῥῖνας(割下耳朵和鼻子)相呼应,此处应理解为赫拉克勒斯亦斩断了他们的双手,并将其绳系悬挂于使臣们的颈项上。虽然在语法上亦可设想为将活人完好的双手反绑于颈后,但结合神话平行文献传统及介词 ἐκ 的悬挂用法,取“将斩下的双手挂在脖子上”更为自然准确。

  2. 2.4.11ἔφη τοῦτον Ἐργίνῳ καὶ Μινύαις δασμὸν κομίζειν

    不定式 κομίζειν 的逻辑主语(使臣们,即省略的 αὐτούς)根据上下文补出,指示代名词 τοῦτον 指代被割下的身体器官(耳、鼻、手),作宾语。该句为间接引语/命令句,意为赫拉克勒斯吩咐使臣们把这些(断肢割肉)作为贡赋运回给厄耳金诺斯和敏亚斯人。

  3. 2.4.12καταδικάσας ἑαυτοῦ φυγήν

    司法动词 καταδικάζω 习惯上以属格表示被判罪的人(ἑαυτοῦ),以宾格表示判处的刑罚(φυγήν)。与反身代词属格连用,意为“对自己判处流放之刑”,表示他在误杀子嗣后自觉承担惩罚并自我放逐。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:2.4.10-2.4.12