- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:2.4.7-2.4.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安菲特律翁借助猎犬使怪狐化石平息祸患,并征服了塔菲俄斯诸岛,其间宙斯与阿尔克墨涅结合生下赫拉克勒斯。赫拉克勒斯幼年显现神力并习练诸艺,在杀死利诺斯后被遣往牧场,斩杀了喀泰戎的狮子。
ἀδικουμένης δὲ τῆς χώρας, ἕνα τῶν ἀστῶν παῖδα οἱ Θηβαῖοι κατὰ μῆνα προετίθεσαν αὐτῇ, πολλοὺς ἁρπαξούσῃ, τοῦτʼ εἰ μὴ γένοιτο.1 ἀπαλλαγεὶς οὖν Ἀμφιτρύων εἰς Ἀθήνας πρὸς Κέφαλον τὸν Δηιονέως, συνέπειθεν ἐπὶ μέρει τῶν ἀπὸ Τηλεβοῶν λαφύρων ἄγειν ἐπὶ τὴν θήραν τὸν κύνα ὃν Πρόκρις ἤγαγεν ἐκ Κρήτης παρὰ Μίνωος λαβοῦσα· ἦν δὲ καὶ τούτῳ πεπρωμένον πᾶν, ὅ τι ἂν διώκῃ, λαμβάνειν. διωκομένης οὖν ὑπὸ τοῦ κυνὸς τῆς ἀλώπεκος, Ζεὺς ἀμφοτέρους λίθους ἐποίησεν. Ἀμφιτρύων δὲ ἔχων ἐκ μὲν Θορικοῦ τῆς Ἀττικῆς Κέφαλον συμμαχοῦντα, ἐκ δὲ Φωκέων Πανοπέα, ἐκ δὲ Ἕλους τῆς Ἀργείας Ἕλειον τὸν Περσέως, ἐκ δὲ Θηβῶν Κρέοντα, τὰς τῶν Ταφίων νήσους ἐπόρθει. ἄχρι μὲν οὖν ἔζη Πτερέλαος, οὐκ ἐδύνατο τὴν Τάφον ἑλεῖν· ὡς δὲ ἡ Πτερελάου θυγάτηρ Κομαιθὼ ἐρασθεῖσα Ἀμφιτρύωνος τὴν χρυσῆν τρίχα τοῦ πατρὸς ἐκ τῆς κεφαλῆς ἐξείλετο, Πτερελάου τελευτήσαντος ἐχειρώσατο τὰς νήσους ἁπάσας. τὴν μὲν οὖν Κομαιθὼ κτείνει Ἀμφιτρύων καὶ τὴν λείαν ἔχων εἰς Θήβας ἔπλει, καὶ τὰς νήσους Ἑλείῳ καὶ Κεφάλῳ δίδωσι. κἀκεῖνοι πόλεις αὐτῶν ἐπωνύμους κτίσαντες κατῴκησαν.
由于该地遭受肆虐,忒拜人每月都把一个城邦公民的孩子放到她面前,因为若非如此,她便会掳走许多人。于是安菲特律翁前往雅典拜访得伊俄纽斯之子刻法罗斯,并以〔让他〕分得取自忒勒玻亚人的部分战利品为条件,说服他带着普罗克里斯从米诺斯处得来并自克里特带来的那只猎犬前去狩猎;这只犬同样命中注定无论追赶何物都能将其捕获。因此,当狐狸被猎犬追赶时,宙斯将二者都化为了石头。安菲特律翁带着阿提卡托里科斯的刻法罗斯、福基斯的帕诺培乌斯、阿尔戈斯埃洛斯的珀尔修斯之子海勒俄斯以及忒拜的克瑞翁作为盟友,洗劫了塔菲俄斯人的诸岛。只要普忒瑞拉俄斯在世,他就无法攻克塔福斯;但普忒瑞拉俄斯的女儿科迈托爱上了安菲特律翁,拔掉了父亲头上的金发,普忒瑞拉俄斯死后,他便征服了全部岛屿。于是安菲特律翁杀死了科迈托,带着战利品航向忒拜,并将诸岛分给了海勒俄斯与刻法罗斯;他们建立了以自己命名的城邦并在那里定居。
πρὸ τοῦ δὲ Ἀμφιτρύωνα παραγενέσθαι εἰς Θήβας Ζεύς, διὰ νυκτὸς ἐλθὼν καὶ τὴν μίαν τριπλασιάσας νύκτα, ὅμοιος Ἀμφιτρύωνι γενόμενος Ἀλκμήνῃ συνευνάσθη καὶ τὰ γενόμενα περὶ Τηλεβοῶν διηγήσατο. Ἀμφιτρύων δὲ παραγενόμενος, ὡς οὐχ ἑώρα φιλοφρονουμένην πρὸς αὐτὸν τὴν γυναῖκα, ἐπυνθάνετο τὴν αἰτίαν· εἰπούσης δὲ ὅτι τῇ προτέρᾳ νυκτὶ παραγενόμενος αὐτῇ συγκεκοίμηται, μανθάνει παρὰ Τειρεσίου τὴν γενομένην τοῦ Διὸς συνουσίαν. Ἀλκμήνη δὲ δύο ἐγέννησε παῖδας, Διὶ μὲν Ἡρακλέα, μιᾷ νυκτὶ πρεσβύτερον, Ἀμφιτρύωνι δὲ Ἰφικλέα. τοῦ δὲ παιδὸς ὄντος ὀκταμηνιαίου δύο δράκοντας ὑπερμεγέθεις Ἥρα ἐπὶ τὴν εὐνὴν ἔπεμψε, διαφθαρῆναι τὸ βρέφος θέλουσα. ἐπιβοωμένης δὲ Ἀλκμήνης Ἀμφιτρύωνα, Ἡρακλῆς διαναστὰς ἄγχων ἑκατέραις ταῖς χερσὶν αὐτοὺς διέφθειρε. Φερεκύδης δέ φησιν Ἀμφιτρύωνα, βουλόμενον μαθεῖν ὁπότερος ἦν τῶν παίδων ἐκείνου, τοὺς δράκοντας εἰς τὴν εὐνὴν ἐμβαλεῖν, καὶ τοῦ μὲν Ἰφικλέους φυγόντος τοῦ δὲ Ἡρακλέους ὑποστάντος μαθεῖν ὡς Ἰφικλῆς ἐξ αὐτοῦ γεγέννηται.
在安菲特律翁回到忒拜之前,宙斯在夜里前来,将那一夜的时间延长至三倍,化作安菲特律翁的模样与阿尔克墨涅同寝,并讲述了关于忒勒玻亚人所发生的事情。安菲特律翁回来后,见妻子并未热情相迎,便询问其缘由;当她说他前一夜已经来过并与自己同睡时,他才从忒瑞西阿斯那里得知了宙斯与她交合之事。阿尔克墨涅生了两个儿子,给宙斯生了早出生一夜的赫拉克勒斯,给安菲特律翁生了伊菲克勒斯。在这孩子八个月大时,赫拉派了两条巨蛇前往床榻,想要除掉这个婴儿。阿尔克墨涅高声呼唤安菲特律翁,赫拉克勒斯却一跃而起,双手各掐一条将它们扼死。然而费瑞居德斯却说,是安菲特律翁想要知道哪个孩子是自己的骨肉,才把毒蛇放进床榻的;在伊菲克勒斯逃跑而赫拉克勒斯迎头抵抗之后,他便知晓了伊菲克勒斯是自己的儿子。
ἐδιδάχθη δὲ Ἡρακλῆς ἁρματηλατεῖν μὲν ὑπὸ Ἀμφιτρύωνος, παλαίειν δὲ ὑπὸ Αὐτολύκου, τοξεύειν δὲ ὑπὸ Εὐρύτου, ὁπλομαχεῖν δὲ ὑπὸ Κάστορος, κιθαρῳδεῖν δὲ ὑπὸ Λίνου. οὗτος δὲ ἦν ἀδελφὸς Ὀρφέως· ἀφικόμενος δὲ εἰς Θήβας καὶ Θηβαῖος γενόμενος ὑπὸ Ἡρακλέους τῇ κιθάρᾳ πληγεὶς ἀπέθανεν· ἐπιπλήξαντα γὰρ αὐτὸν ὀργισθεὶς ἀπέκτεινε. δίκην δὲ ἐπαγόντων τινῶν αὐτῷ φόνου, παρανέγνω νόμον Ῥαδαμάνθυος λέγοντος, ὃς ἂν ἀμύνηται τὸν χειρῶν ἀδίκων κατάρξαντα, ἀθῷον εἶναι,2 καὶ οὕτως ἀπελύθη. δείσας δὲ Ἀμφιτρύων μὴ πάλιν τι ποιήσῃ τοιοῦτον, ἔπεμψεν αὐτὸν εἰς τὰ βουφόρβια. κἀκεῖ τρεφόμενος μεγέθει τε καὶ ῥώμῃ πάντων διήνεγκεν. ἦν δὲ καὶ θεωρηθεὶς φανερὸς ὅτι Διὸς παῖς ἦν·3 τετραπηχυαῖον μὲν γὰρ εἶχε τὸ σῶμα, πυρὸς δʼ ἐξ ὀμμάτων ἔλαμπεν αἴγλην. οὐκ ἠστόχει δὲ οὔτε τοξεύων οὔτε ἀκοντίζων. ἐν δὲ τοῖς βουκολίοις ὑπάρχων ὀκτωκαιδεκαέτης τὸν Κιθαιρώνειον ἀνεῖλε λέοντα. οὗτος γὰρ ὁρμώμενος ἐκ τοῦ Κιθαιρῶνος τὰς Ἀμφιτρύωνος ἔφθειρε βόας καὶ τὰς Θεσπίου.
赫拉克勒斯随安菲特律翁学习驾车,随奥托吕科斯学习摔跤,随欧律托斯学习射箭,随卡斯托耳学习重步兵格斗,随利诺斯学习弹琴歌唱。这位利诺斯是奥耳甫斯的兄弟;他来到忒拜并成为忒拜公民,后来被赫拉克勒斯用琴击中致死;因为利诺斯斥责他时,赫拉克勒斯勃然大怒将他杀死。在有人就杀人罪对他提起诉讼时,他宣读了拉达曼堤斯的律法,律法规定:凡反抗先动不义之手者均属无罪,他因此被宣告免罪。但安菲特律翁担心他会再次做出这等事情,便将他打发到牧场。赫拉克勒斯在那里被抚养长大,体魄与力量皆超群拔萃。一见之下便显而易见他是宙斯之子;因为他的身高达四肘,双眼中闪耀着火焰般的光芒。无论射箭还是投标枪,他都百发百中。 在十八岁尚在牧群中时,他斩杀了喀泰戎的狮子;因为这头猛兽从喀泰戎山冲出,蹂躏安菲特律翁与忒斯庇俄斯的牛群。
- 2.4.7πολλοὺς ἁρπαξούσῃ, τοῦτʼ εἰ μὴ γένοιτο
与格未来时分词 ἁρπαξούσῃ 与前文的代词 αὐτῇ(指怪狐)一致,并与条件从句 τοῦτʼ εἰ μὴ γένοιτο(“若非如此”)相呼应,表示预期的后果,即“若不照做,它便会掳走许多人”。
- 2.4.9λέγοντος, ὃς ἂν ἀμύνηται τὸν χειρῶν ἀδίκων κατάρξαντα, ἀθῷον εἶναι
属格分词 λέγοντος 与专有名词 Ῥαδαμάνθυος(拉达曼堤斯)一致,引导间接引语并统辖宾格不定式结构 ἀθῷον εἶναι。不定式在逻辑上的主语由泛指关系从句 ὃς ἂν ἀμύνηται...(“凡反抗先动不义之手者”)所代表的人充任。
- 2.4.9ἦν δὲ καὶ θεωρηθεὶς φανερὸς ὅτι Διὸς παῖς ἦν
形容词 φανερός 与主语(赫拉克勒斯)保持一致的人称构式(personal construction)。伴随情状分词 θεωρηθείς(“被观看时/一见之下”)作状语修饰,随后由 ὅτι 从句引出显而易见的内容(“他是宙斯之子”)。
