← 伪阿波罗多洛斯

书库

§2.4.5-2.4.6

珀尔修斯的后裔与安菲特律翁的流亡

本段记述了珀尔修斯后裔的世系,叙述了赫拉施计致使欧律斯透斯早产、迈锡尼人与塔菲俄斯人的冲突,以及安菲特律翁误杀厄勒克特律翁后流亡忒拜并承担除去卡德墨亚怪狐之任务的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4.5

ἐγένοντο δὲ ἐξ Ἀνδρομέδας παῖδες αὐτῷ, πρὶν μὲν ἐλθεῖν εἰς τὴν Ἑλλάδα Πέρσης, ὃν παρὰ Κηφεῖ κατέλιπεν (ἀπὸ τούτου δὲ τοὺς Περσῶν βασιλέας λέγεται γενέσθαι), ἐν Μυκήναις δὲ Ἀλκαῖος καὶ Σθένελος καὶ Ἕλειος Μήστωρ τε καὶ Ἠλεκτρύων, καὶ θυγάτηρ Γοργοφόνη, ἣν Περιήρης ἔγημεν. ἐκ μὲν οὖν Ἀλκαίου καὶ Ἀστυδαμείας τῆς Πέλοπος, ὡς δὲ ἔνιοι λέγουσι Λαονόμης τῆς Γουνέως, ὡς δὲ ἄλλοι πάλιν Ἱππονόμης τῆς Μενοικέως, Ἀμφιτρύων ἐγένετο καὶ θυγάτηρ Ἀναξώ, ἐκ δὲ Μήστορος καὶ Λυσιδίκης τῆς Πέλοπος Ἱπποθόη. ταύτην ἁρπάσας Ποσειδῶν καὶ κομίσας ἐπὶ τὰς Ἐχινάδας νήσους μίγνυται, καὶ γεννᾷ Τάφιον, ὃς ᾤκισε Τάφον καὶ τοὺς λαοὺς Τηλεβόας ἐκάλεσεν, ὅτι τηλοῦ τῆς πατρίδος ἔβη. ἐκ Ταφίου δὲ παῖς Πτερέλαος ἐγένετο· τοῦτον ἀθάνατον ἐποίησε Ποσειδῶν, ἐν τῇ κεφαλῇ χρυσῆν ἐνθεὶς τρίχα. Πτερελάῳ δὲ ἐγένοντο παῖδες Χρομίος Τύραννος Ἀντίοχος Χερσιδάμας Μήστωρ Εὐήρης. Ἠλεκτρύων δὲ γήμας τὴν Ἀλκαίου θυγατέρα Ἀναξώ, ἐγέννησε θυγατέρα μὲν Ἀλκμήνην, παῖδας δὲ Στρατοβάτην Γοργοφόνον Φυλόνομον Κελαινέα Ἀμφίμαχον Λυσίνομον Χειρίμαχον Ἀνάκτορα Ἀρχέλαον, μετὰ δὲ τούτους καὶ νόθον ἐκ Φρυγίας γυναικὸς Μιδέας Λικύμνιον. Σθενέλου δὲ καὶ Νικίππης τῆς Πέλοπος Ἀλκυόνη καὶ Μέδουσα, ὕστερον δὲ καὶ Εὐρυσθεὺς ἐγένετο, ὃς καὶ Μυκηνῶν ἐβασίλευσεν. ὅτε γὰρ Ἡρακλῆς ἔμελλε γεννᾶσθαι, Ζεὺς ἐν θεοῖς ἔφη τὸν ἀπὸ Περσέως γεννηθησόμενον τότε βασιλεύσειν Μυκηνῶν, Ἥρα δὲ διὰ ζῆλον Εἰλειθυίας ἔπεισε τὸν μὲν Ἀλκμήνης τόκον ἐπισχεῖν,1 Εὐρυσθέα δὲ τὸν Σθενέλου παρεσκεύασε γεννηθῆναι ἑπταμηνιαῖον ὄντα.

珀尔修斯与安德洛墨达生有数子:在他前往希腊之前生了珀耳塞斯,将他留在了刻甫斯处(据说波斯诸王即由此人而出);在迈锡尼则生了阿尔开俄斯、斯忒涅罗斯、海勒俄斯、墨斯托耳和厄勒克特律翁,以及女儿戈耳戈珀涅,佩里厄瑞斯娶了她。 阿尔开俄斯与珀罗普斯的女儿阿斯堤达墨亚——或如某些人所说是古纽斯的女儿拉俄诺墨,又如另一些人所说是墨诺扣斯的女儿希波诺墨——生了安菲特律翁和女儿阿纳克索;墨斯托耳与珀罗普斯的女儿吕西狄刻生了希波托厄。波塞冬掳走她并带至厄喀那得斯群岛,与她交合生下塔菲俄斯;塔菲俄斯建立了塔福斯城,因离家乡甚远,便称其民众为忒勒玻亚人。塔菲俄斯生子普忒瑞拉俄斯;波塞冬在其头上植入一根金发,使其长生不死。普忒瑞拉俄斯生子赫罗米俄斯、堤兰诺斯、安提俄科斯、赫耳西达玛斯、墨斯托耳、欧厄瑞斯。 厄勒克特律翁娶阿尔开俄斯的女儿阿纳克索,生女阿尔克墨涅,以及诸子斯特拉托巴忒斯、戈耳戈珀诺斯、菲洛诺墨斯、刻莱纽斯、安菲马科斯、吕西诺墨斯、赫里马科斯、阿纳克托耳、阿尔刻拉俄斯;在此之后,又与一个弗律癸亚女子米狄亚生下私生子利库姆尼俄斯。 斯忒涅罗斯与珀罗普斯的女儿尼基珀生了阿尔库俄涅和墨杜萨,后来又生了欧律斯透斯,他也统治了迈锡尼。因为在赫拉克勒斯即将出生之时,宙斯在诸神中宣称,当时自珀尔修斯一系出生之人将统治迈锡尼;而赫拉出于嫉妒,说服厄勒堤亚诸女神延缓阿尔克墨涅的产期,并使斯忒涅罗斯之子欧律斯透斯七个月便早产问世。

§2.4.6

Ἠλεκτρύονος δὲ βασιλεύοντος Μυκηνῶν, μετὰ Ταφίων οἱ Πτερελάου παῖδες ἐλθόντες τὴν Μήστορος ἀρχὴν ἀπῄτουν, καὶ μὴ προσέχοντος Ἠλεκτρύονος ἀπήλαυνον τὰς βόας· ἀμυνομένων δὲ τῶν Ἠλεκτρύονος παίδων, ἐκ προκλήσεως2 ἀλλήλους ἀπέκτειναν. ἐσώθη δὲ τῶν Ἠλεκτρύονος παίδων Λικύμνιος ἔτι νέος ὑπάρχων, τῶν δὲ Πτερελάου Εὐήρης, ὃς καὶ τὰς ναῦς ἐφύλασσε. τῶν δὲ Ταφίων οἱ διαφυγόντες ἀπέπλευσαν τὰς ἐλαθείσας βόας ἑλόντες, καὶ παρέθεντο τῷ βασιλεῖ τῶν Ἠλείων Πολυξένῳ· Ἀμφιτρύων δὲ παρὰ Πολυξένου λυτρωσάμενος αὐτὰς ἤγαγεν εἰς Μυκήνας. ὁ δὲ Ἠλεκτρύων τὸν τῶν παίδων θάνατον βουλόμενος ἐκδικῆσαι, παραδοὺς τὴν βασιλείαν Ἀμφιτρύωνι καὶ τὴν θυγατέρα Ἀλκμήνην, ἐξορκίσας ἵνα μέχρι τῆς ἐπανόδου παρθένον αὐτὴν φυλάξῃ, στρατεύειν ἐπὶ Τηλεβόας διενοεῖτο. ἀπολαμβάνοντος δὲ αὐτοῦ τὰς βόας, μιᾶς ἐκθορούσης Ἀμφιτρύων ἐπʼ αὐτὴν ἀφῆκεν ὃ μετὰ χεῖρας εἶχε ῥόπαλον, τὸ δὲ ἀποκρουσθὲν ἀπὸ τῶν κεράτων εἰς τὴν Ἠλεκτρύονος κεφαλὴν ἐλθὸν ἀπέκτεινεν αὐτόν. ὅθεν λαβὼν ταύτην τὴν πρόφασιν Σθένελος παντὸς Ἄργους ἐξέβαλεν Ἀμφιτρύωνα, καὶ τὴν ἀρχὴν τῶν Μυκηνῶν καὶ τῆς Τίρυνθος αὐτὸς κατέσχε· τὴν δὲ Μίδειαν, μεταπεμψάμενος τοὺς Πέλοπος παῖδας Ἀτρέα καὶ Θυέστην, παρέθετο τούτοις. Ἀμφιτρύων δὲ σὺν Ἀλκμήνῃ καὶ Λικυμνίῳ παραγενόμενος ἐπὶ Θήβας ὑπὸ Κρέοντος ἡγνίσθη, καὶ δίδωσι τὴν ἀδελφὴν Περιμήδην Λικυμνίῳ. λεγούσης δὲ Ἀλκμήνης γαμηθήσεσθαι αὐτῷ τῶν ἀδελφῶν αὐτῆς ἐκδικήσαντι τὸν θάνατον,3 ὑποσχόμενος ἐπὶ Τηλεβόας στρατεύει Ἀμφιτρύων, καὶ παρεκάλει συλλαβέσθαι Κρέοντα. ὁ δὲ ἔφη στρατεύσειν, ἐὰν πρότερον ἐκεῖνος τὴν Καδμείαν τῆς ἀλώπεκος ἀπαλλάξῃ· ἔφθειρε γὰρ τὴν Καδμείαν ἀλώπηξ θηρίον. ὑποστάντος δὲ ὅμως εἱμαρμένον ἦν αὐτὴν μηδέ τινα καταλαβεῖν.4

在厄勒克特律翁统治迈锡尼期间,普忒瑞拉俄斯的诸子率塔菲俄斯人前来,索要墨斯托耳的统治权;厄勒克特律翁不予理睬,他们便赶走了母牛群。厄勒克特律翁的诸子奋起抵抗,双方便在互下战书的决斗中同归于尽。厄勒克特律翁诸子中唯有利库姆尼俄斯因尚且年幼而幸免于难,普忒瑞拉俄斯诸子中则唯有看守船只的欧厄瑞斯幸存。逃脱的塔菲俄斯人带着赶走的母牛乘船离去,托付给厄利斯国王波吕克塞诺斯;安菲特律翁从波吕克塞诺斯处赎回牛群,带回迈锡尼。厄勒克特律翁欲为诸子报仇,将王国与女儿阿尔克墨涅托付给安菲特律翁,并让他起誓在其归来之前保持阿尔克墨涅的童贞,随后谋划出征忒勒玻亚人。然而在他接收牛群时,有一头牛突然跃出,安菲特律翁将手中的木棒掷向它,木棒被牛角弹回,击中厄勒克特律翁的头部,当场将其致死。斯忒涅罗斯以此为借口,将安菲特律翁逐出整个阿耳戈斯,自己攫取了迈锡尼与梯林斯的统治权;又召来珀罗普斯的儿子阿特柔斯与堤厄斯忒斯,将米狄亚托付给他们。 安菲特律翁携阿尔克墨涅和利库姆尼俄斯逃至忒拜,受到克瑞翁的净化,并将妹妹佩里墨得许配给利库姆尼俄斯。阿尔克墨涅表示,若安菲特律翁为其兄弟们报仇,她便嫁给他;安菲特律翁允诺后出征忒勒玻亚人,并请求克瑞翁予以相助。克瑞翁表示,若他先使卡德墨亚之地摆脱狐狸之害,自己便参战;因为有一只怪狐正在糟践卡德墨亚之地。尽管安菲特律翁应承了下来,但命中注定这只狐狸绝不会被任何人捕获。

语法注4 条
  1. 2.4.5Εἰλειθυίας ἔπεισε τὸν μὲν Ἀλκμήνης τόκον ἐπισχεῖν

    Εἰλειθυίας(宾格复数)既是动词 ἔπεισε 的直接宾语,同时也是不定式 ἐπισχεῖν 的逻辑主语。此句指赫拉说服助产诸女神厄勒堤亚推迟阻遏阿尔克墨涅的生产。

  2. 2.4.6ἐκ προκλήσεως

    介词短语 ἐκ προκλήσεως 作状语,意为“经由挑战/互下战书”,指双方通过互相下战书决斗的方式交战并同归于尽。

  3. 2.4.6τῶν ἀδελφῶν αὐτῆς ἐκδικήσαντι τὸν θάνατον

    与格分词 ἐκδικήσαντι 与前文的代词 αὐτῷ(指安菲特律翁)保持一致,用作表条件或时间的附带分词,意为“当他为她兄弟们的死报仇之后”。

  4. 2.4.6ὑποστάντος δὲ ὅμως εἱμαρμένον ἦν αὐτὴν μηδέ τινα καταλαβεῖν

    ὑποστάντος 为属格独立结构,其逻辑主语(安菲特律翁)根据上下文承前省略。主句为非人称结构 εἱμαρμένον ἦν(“注定……”),后接带有不定式的从句 αὐτὴν μηδέ τινα καταλαβεῖν;其中 μηδέ τινα 为作不定式逻辑主语的宾格(“没有任何人”),αὐτήν 则为指代怪狐的宾格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:2.4.5-2.4.6