← 伪阿波罗多洛斯

书库

§2.4.3-2.4.4

安德洛墨达的获救与阿克里西奥斯之死

珀尔修斯斩杀墨杜萨后,在埃塞俄比亚从海怪手中解救了安德洛墨达并娶其为妻,随后返回塞里福斯将波吕得克忒斯等人化为顽石。后来在竞技会中,他失手掷铁饼致死外祖父阿克里西奥斯,应验了神谕,最终与墨伽彭忒斯互换领土成为梯林斯的统治者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4.3

τούτους δὲ ἐγέννησεν ἐκ Ποσειδῶνος. ὁ μὲν οὖν Περσεὺς ἐνθέμενος εἰς τὴν κίβισιν τὴν κεφαλὴν τῆς Μεδούσης ὀπίσω πάλιν ἐχώρει, αἱ δὲ Γοργόνες ἐκ τῆς κοίτης ἀναστᾶσαι τὸν Περσέα ἐδίωκον, καὶ συνιδεῖν αὐτὸν οὐκ ἠδύναντο διὰ τὴν κυνῆν. ἀπεκρύπτετο γὰρ ὑπʼ αὐτῆς. παραγενόμενος δὲ εἰς Αἰθιοπίαν, ἧς ἐβασίλευε Κηφεύς, εὗρε τὴν τούτου θυγατέρα Ἀνδρομέδαν παρακειμένην βορὰν θαλασσίῳ κήτει. Κασσιέπεια γὰρ ἡ Κηφέως γυνὴ Νηρηίσιν ἤρισε περὶ κάλλους, καὶ πασῶν εἶναι κρείσσων ηὔχησεν· ὅθεν αἱ Νηρηίδες ἐμήνισαν, καὶ Ποσειδῶν αὐταῖς συνοργισθεὶς πλήμμυράν τε ἐπὶ τὴν χώραν ἔπεμψε καὶ κῆτος. Ἄμμωνος δὲ χρήσαντος τὴν ἀπαλλαγὴν τῆς συμφορᾶς,1 ἐὰν ἡ Κασσιεπείας θυγάτηρ Ἀνδρομέδα προτεθῇ τῷ κήτει βορά, τοῦτο ἀναγκασθεὶς ὁ Κηφεὺς ὑπὸ τῶν Αἰθιόπων ἔπραξε, καὶ προσέδησε τὴν θυγατέρα πέτρᾳ. ταύτην θεασάμενος ὁ Περσεὺς καὶ ἐρασθεὶς ἀναιρήσειν ὑπέσχετο Κηφεῖ τὸ κῆτος, εἰ μέλλει σωθεῖσαν αὐτὴν αὐτῷ δώσειν γυναῖκα. ἐπὶ τούτοις γενομένων ὅρκων, ὑποστὰς τὸ κῆτος ἔκτεινε καὶ τὴν Ἀνδρομέδαν ἔλυσεν. ἐπιβουλεύοντος δὲ αὐτῷ Φινέως, ὃς ἦν ἀδελφὸς τοῦ Κηφέως ἐγγεγυημένος πρῶτος τὴν Ἀνδρομέδαν, μαθὼν τὴν ἐπιβουλήν, τὴν Γοργόνα δείξας μετὰ τῶν συνεπιβουλευόντων αὐτὸν ἐλίθωσε παραχρῆμα. παραγενόμενος δὲ εἰς Σέριφον, καὶ καταλαβὼν προσπεφευγυῖαν τοῖς βωμοῖς μετὰ τοῦ Δίκτυος τὴν μητέρα διὰ τὴν Πολυδέκτου βίαν, εἰσελθὼν εἰς τὰ βασίλεια, συγκαλέσαντος τοῦ Πολυδέκτου τοὺς φίλους ἀπεστραμμένος τὴν κεφαλὴν τῆς Γοργόνος ἔδειξε· τῶν δὲ ἰδόντων, ὁποῖον ἕκαστος ἔτυχε σχῆμα ἔχων, ἀπελιθώθη.2 καταστήσας δὲ τῆς Σερίφου Δίκτυν βασιλέα, ἀπέδωκε τὰ μὲν πέδιλα καὶ τὴν κίβισιν καὶ τὴν κυνῆν Ἑρμῇ, τὴν δὲ κεφαλὴν τῆς Γοργόνος Ἀθηνᾷ. Ἑρμῆς μὲν οὖν τὰ προειρημένα πάλιν ἀπέδωκε ταῖς νύμφαις, Ἀθηνᾶ δὲ ἐν μέσῃ τῇ ἀσπίδι τῆς Γοργόνος τὴν κεφαλὴν ἐνέθηκε. λέγεται δὲ ὑπʼ ἐνίων ὅτι διʼ Ἀθηνᾶν ἡ Μέδουσα ἐκαρατομήθη· φασὶ δὲ ὅτι καὶ περὶ κάλλους ἠθέλησεν ἡ Γοργὼ αὐτῇ συγκριθῆναι.

这些是她为波塞冬所生的。于是珀尔修斯将墨杜萨的头颅装入革囊,踏上归途;戈耳工们从卧榻上起来追赶珀尔修斯,却因头盔而无法看见他,因为他被头盔隐去了身形。 他来到了由刻甫斯统治的埃塞俄比亚,发现刻甫斯的女儿安德洛墨达被置于此处,作为海怪的食物。原来是刻甫斯的妻子卡斯西厄珀亚在美貌上与涅柔斯诸女争胜,夸称自己胜过所有神女;因此涅柔斯诸女大发雷霆,波塞冬亦随之动怒,降下洪水与海怪祸害该国。阿蒙神谕昭示,若将卡斯西厄珀亚之女安德洛墨达献给海怪作食,灾祸方得免除;刻甫斯在埃塞俄比亚人的逼迫下只得照办,将女儿绑在岩石上。珀尔修斯见到了她并坠入爱河,向刻甫斯许诺,若在救出她后将其许配为妻,自己便去消灭海怪。在依此立下誓言后,他迎战海怪并斩杀了它,解救了安德洛墨达。然而刻甫斯的兄弟、起初与安德洛墨达定有婚约的菲纽斯图谋陷害他;珀尔修斯得知阴谋后,出示戈耳工的头颅,当场将他与同谋者一并化为了石头。随后他回到塞里福斯,发现母亲因波吕得克忒斯的强暴而与狄克堤斯一同逃往祭坛避难。珀尔修斯走进王宫,正逢波吕得克忒斯召集友人,便转过身亮出戈耳工的头颅;凡见到头颅者,无论当时呈何种姿势,尽皆化为顽石。他立狄克堤斯为塞里福斯之王,将凉鞋、革囊与头盔归还给赫耳墨斯,并将戈耳工的头颅献给了雅典娜。赫耳墨斯将上述物件重新归还给宁芙们,雅典娜则把戈耳工的头颅镶嵌在盾牌中央。有人说,墨杜萨被斩首乃是由于雅典娜之故;而且他们说,戈耳工在美貌上也想与她相较。

§2.4.4

Περσεὺς δὲ μετὰ Δανάης καὶ Ἀνδρομέδας ἔσπευδεν εἰς Ἄργος, ἵνα Ἀκρίσιον θεάσηται. ὁ δὲ τοῦτο μαθὼν καὶ δεδοικὼς τὸν χρησμόν, ἀπολιπὼν Ἄργος εἰς τὴν Πελασγιῶτιν ἐχώρησε γῆν. Τευταμίδου δὲ τοῦ Λαρισσαίων βασιλέως ἐπὶ κατοιχομένῳ τῷ πατρὶ διατιθέντος γυμνικὸν ἀγῶνα, παρεγένετο καὶ ὁ Περσεὺς ἀγωνίσασθαι θέλων, ἀγωνιζόμενος δὲ πένταθλον, τὸν δίσκον ἐπὶ τὸν Ἀκρισίου πόδα βαλὼν παραχρῆμα ἀπέκτεινεν αὐτόν. αἰσθόμενος δὲ τὸν χρησμὸν τετελειωμένον τὸν μὲν Ἀκρίσιον ἔξω τῆς πόλεως ἔθαψεν, αἰσχυνόμενος δὲ εἰς Ἄργος ἐπανελθεῖν ἐπὶ τὸν κλῆρον τοῦ διʼ αὐτοῦ τετελευτηκότος, παραγενόμενος εἰς Τίρυνθα πρὸς τὸν Προίτου παῖδα Μεγαπένθην ἠλλάξατο, τούτῳ τε τὸ Ἄργος ἐνεχείρισε.3 καὶ Μεγαπένθης μὲν ἐβασίλευσεν Ἀργείων, Περσεὺς δὲ Τίρυνθος, προστειχίσας Μίδειαν καὶ Μυκήνας.

珀尔修斯带着达那厄和安德洛墨达急赴阿耳戈斯,欲与阿克里西奥斯相见。后者得知此事,因畏惧神谕而离开阿耳戈斯,逃往珀拉斯癸俄提斯地区。正值拉里萨国王透塔米得斯为亡父举办体育竞技会,珀尔修斯也因渴望参赛而赶赴彼处;在参加五项全能竞技时,他掷出的铁饼击中阿克里西奥斯的脚,当场将其致死。珀尔修斯察觉神谕已然应验,便将阿克里西奥斯葬于城外;但他深感羞愧,不愿返回阿耳戈斯去继承因自己而死之人的份地,遂前往梯林斯普罗伊托斯之子墨伽彭忒斯处,与其交换领地,将阿耳戈斯托付给他。于是墨伽彭忒斯统治了阿耳戈斯人,而珀尔修斯在筑造了米狄亚与迈锡尼的城墙之后,统治了梯林斯。

语法注3 条
  1. 2.4.3Ἄμμωνος δὲ χρήσαντος τὴν ἀπαλλαγὴν τῆς συμφορᾶς

    在属格绝对结构(Ἄμμωνος χρήσαντος)中,分词 χρήσαντος 带宾格名词短语 τὴν ἀπαλλαγὴν τῆς συμφορᾶς(“从灾难中解脱”)作为其直接宾语,其后的条件从句 ἐὰν ... προτεθῇ 则说明了神谕所宣示的免灾条件。

  2. 2.4.3τῶν δὲ ἰδόντων, ὁποῖον ἕκαστος ἔτυχε σχῆμα ἔχων, ἀπελιθώθη

    此处出现句法断式(破格结构或意合构词)。前面的属格分词短语 τῶν δὲ ἰδόντων(“而在看见的人之中”)作为表示整体的悬垂属格(兼具部分属格性质),随后的分配性单数代词 ἕκαστος 接管为主语,并支配单数动词 ἀπελιθώθη。

  3. 2.4.4ἠλλάξατο, τούτῳ τε τὸ Ἄργος ἐνεχείρισε

    中间态动词 ἠλλάξατο(ἀλλάσσω 的不定过去中间态)省略了在语境中显而易见的直接宾语(领地/王位),表示“进行了(领地的)交换”。紧接其后的并列分句 τούτῳ τε τὸ Ἄργος ἐνεχείρισε(“并将阿耳戈斯托付给他”)则补充说明了交换的具体内容(让出阿耳戈斯以换取梯林斯)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:2.4.3-2.4.4