← 伪阿波罗多洛斯

书库

§2.4.1-2.4.2

珀尔修斯的诞生与斩杀墨杜萨

阿克里西奥斯因害怕神谕而幽禁达那厄,但她仍与宙斯生下珀尔修斯,母子二人被抛入大海。珀尔修斯成年后受波吕得克忒斯指派去斩杀戈耳工,在神祇与宁芙们的襄助下成功砍下了墨杜萨的头颅。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4.1

Ἀκρισίῳ δὲ περὶ παίδων γενέσεως ἀρρένων χρηστηριαζομένῳ ὁ θεὸς ἔφη γενέσθαι παῖδα ἐκ τῆς θυγατρός, ὃς αὐτὸν ἀποκτενεῖ. δείσας δὲ ὁ Ἀκρίσιος τοῦτο, ὑπὸ γῆν θάλαμον κατασκευάσας χάλκεον τὴν Δανάην ἐφρούρει. ταύτην μέν, ὡς ἔνιοι λέγουσιν, ἔφθειρε Προῖτος, ὅθεν αὐτοῖς καὶ ἡ στάσις ἐκινήθη· ὡς δὲ ἔνιοί φασι, Ζεὺς μεταμορφωθεὶς εἰς χρυσὸν καὶ διὰ τῆς ὀροφῆς εἰς τοὺς Δανάης εἰσρυεὶς κόλπους συνῆλθεν. αἰσθόμενος δὲ Ἀκρίσιος ὕστερον ἐξ αὐτῆς γεγεννημένον Περσέα, μὴ πιστεύσας ὑπὸ Διὸς ἐφθάρθαι, τὴν θυγατέρα μετὰ τοῦ παιδὸς εἰς λάρνακα βαλὼν ἔρριψεν εἰς θάλασσαν. προσενεχθείσης δὲ τῆς λάρνακος Σερίφῳ Δίκτυς ἄρας ἀνέτρεφε τοῦτον.

当阿克里西奥斯为求得男嗣而向神谕请教时,神告诉他,他的女儿将生下一个儿子,而这个孩子会杀死他。阿克里西奥斯对此心生恐惧,便在地下造了一座铜室,将达那厄严加看守。有人说,是普罗伊托斯玷污了她,他们的争端也由此而起;但另有人说,宙斯化作黄金,穿透屋顶流入达那厄的怀抱,与她结合。后来阿克里西奥斯得知她生下了珀尔修斯,却不相信她是为宙斯所玷污,便把女儿和孩子一同装进一只木箱,抛入了大海。当木箱漂流到塞里福斯岛时,狄克堤斯将箱子打捞上来,抚养了这个孩子。

§2.4.2

βασιλεύων δὲ τῆς Σερίφου Πολυδέκτης ἀδελφὸς Δίκτυος, Δανάης ἐρασθείς, καὶ ἠνδρωμένου Περσέως1 μὴ δυνάμενος αὐτῇ συνελθεῖν, συνεκάλει τοὺς φίλους, μεθʼ ὧν καὶ Περσέα, λέγων ἔρανον συνάγειν ἐπὶ τοὺς Ἱπποδαμείας τῆς Οἰνομάου γάμους. τοῦ δὲ Περσέως εἰπόντος καὶ ἐπὶ τῇ κεφαλῇ τῆς Γοργόνος οὐκ ἀντερεῖν,2 παρὰ μὲν τῶν λοιπῶν ᾔτησεν ἵππους, παρὰ δὲ τοῦ Περσέως οὐ λαβὼν τοὺς ἵππους, ἐπέταξε τῆς Γοργόνος κομίζειν τὴν κεφαλήν. ὁ δὲ Ἑρμοῦ καὶ Ἀθηνᾶς προκαθηγουμένων ἐπὶ τὰς Φόρκου παραγίνεται θυγατέρας, Ἐνυὼ καὶ Πεφρηδὼ καὶ Δεινώ· ἦσαν δὲ αὗται Κητοῦς τε καὶ Φόρκου, Γοργόνων ἀδελφαί, γραῖαι ἐκ γενετῆς. ἕνα τε ὀφθαλμὸν αἱ τρεῖς καὶ ἕνα ὀδόντα εἶχον, καὶ ταῦτα παρὰ μέρος ἤμειβον ἀλλήλαις. ὧν κυριεύσας ὁ Περσεύς, ὡς ἀπῄτουν, ἔφη δώσειν ἂν ὑφηγήσωνται3 τὴν ὁδὸν τὴν ἐπὶ τὰς νύμφας φέρουσαν. αὗται δὲ αἱ νύμφαι πτηνὰ εἶχον πέδιλα καὶ τὴν κίβισιν, ἥν φασιν εἶναι πήραν· "Γοργοῦς,." εἶχον δὲ καὶ τὴν Ἄϊδος κυνῆν. ὑφηγησαμένων δὲ τῶν Φορκίδων, ἀποδοὺς τόν τε ὀδόντα καὶ τὸν ὀφθαλμὸν αὐταῖς, καὶ παραγενόμενος πρὸς τὰς νύμφας, καὶ τυχὼν ὧν ἐσπούδαζε, τὴν μὲν κίβισιν περιεβάλετο, τὰ δὲ πέδιλα τοῖς σφυροῖς προσήρμοσε, τὴν δὲ κυνῆν τῇ κεφαλῇ ἐπέθετο. ταύτην ἔχων αὐτὸς μὲν οὓς ἤθελεν ἔβλεπεν, ὑπὸ ἄλλων δὲ οὐχ ἑωρᾶτο. λαβὼν δὲ καὶ παρὰ Ἑρμοῦ ἀδαμαντίνην ἅρπην, πετόμενος εἰς τὸν Ὠκεανὸν ἧκε καὶ κατέλαβε τὰς Γοργόνας κοιμωμένας. ἦσαν δὲ αὗται Σθενὼ Εὐρυάλη Μέδουσα. μόνη δὲ ἦν θνητὴ Μέδουσα· διὰ τοῦτο ἐπὶ τὴν ταύτης κεφαλὴν Περσεὺς ἐπέμφθη. εἶχον δὲ αἱ Γοργόνες κεφαλὰς μὲν περιεσπειραμένας φολίσι δρακόντων, ὀδόντας δὲ μεγάλους ὡς συῶν, καὶ χεῖρας χαλκᾶς, καὶ πτέρυγας χρυσᾶς, διʼ ὧν ἐπέτοντο. τοὺς δὲ ἰδόντας λίθους ἐποίουν. ἐπιστὰς οὖν αὐταῖς ὁ Περσεὺς κοιμωμέναις, κατευθυνούσης τὴν χεῖρα Ἀθηνᾶς, ἀπεστραμμένος καὶ βλέπων εἰς ἀσπίδα χαλκῆν, διʼ ἧς τὴν εἰκόνα τῆς Γοργόνος ἔβλεπεν, ἐκαρατόμησεν αὐτήν. ἀποτμηθείσης δὲ τῆς κεφαλῆς, ἐκ τῆς Γοργόνος ἐξέθορε Πήγασος πτηνὸς ἵππος, καὶ Χρυσάωρ ὁ Γηρυόνου πατήρ·

塞里福斯的统治者、狄克堤斯的兄弟波吕得克忒斯爱恋上了达那厄,但由于珀尔修斯已长大成人,他无法与她结合;于是他召集了友人,其中也包括珀尔修斯,宣称要为迎娶奥诺马奥斯的女儿希波达弥亚筹集份礼。珀尔修斯声称即使是要戈耳工的首级他也绝不推辞,于是国王向其他人索取马匹,却不肯收下珀尔修斯的马匹,而是命他带回戈耳工的首级。珀尔修斯在赫耳墨斯和雅典娜的引路下,来到了福耳库斯的女儿们那里,即厄纽俄、培普瑞多和狄诺;她们是刻托与福耳库斯所生,是戈耳工们的姐妹,生来便是老妪。她们三人共用一只眼睛和一颗牙齿,轮流交替使用。珀尔修斯夺取了这些东西,当她们索要时,他说只要她们指引通往宁芙们的道路,就会归还。这些宁芙拥有飞翼凉鞋和据说是革囊的“基比西斯”; "戈耳工的,。" 她们还拥有哈得斯的头盔。在福耳库斯的女儿们指路之后,他将牙齿和眼睛归还给她们,来到了宁芙们那里;获得了所期盼之物后,他把革囊背在身上,将凉鞋系在脚踝,把头盔戴在头上。戴着这顶头盔,他自己能看见想见的人,他人却看不见他。他又从赫耳墨斯那里得到了一柄金刚石弯刀,腾空飞往大洋河,发现戈耳工们正在沉睡。她们是斯忒诺、欧律阿勒和墨杜萨。唯有墨杜萨是肉身必死的凡躯;因此珀尔修斯被派去取她的首级。戈耳工们头上缠绕着巨蛇的鳞甲,长着野猪般的巨齿、青铜的手臂,以及用来飞翔的黄金翅膀。她们会把看见她们的人变成石头。于是珀尔修斯趁她们沉睡时逼近,在雅典娜引导其手臂之下,转过头去注视着一面青铜盾牌,透过盾牌看着戈耳工的影像,斩下了她的头颅。当头颅被砍下时,从戈耳工体内跃出了飞马珀伽索斯,以及格律翁之父克律萨俄耳。

语法注3 条
  1. 2.4.2ἠνδρωμένου Περσέως

    独立属格结构(genitive absolute),表时间或原因,意为“由于珀尔修斯已长大成人(或当珀尔修斯已长大成人时)”,构成了后接分词 μὴ δυνάμενος(不能)的背景情况或原因。

  2. 2.4.2καὶ ἐπὶ τῇ κεφαλῇ τῆς Γοργόνος οὐκ ἀντερεῖν

    前置词 ἐπί 搭配与格,表示条件或针对的对象(“关于/在……一事上”)。副词 καί 起强调作用,意为“甚至”:“即便是针对戈耳工的首级他也绝不推辞(即便被索要戈耳工的首级也不会拒绝)”。

  3. 2.4.2ἔφη δώσειν ἂν ὑφηγήσωνται

    间接引语中未来真实条件句(条件从句用 ἐάν + 虚拟语气,主句用将来时直陈语气)的转换。直接引语形式应为 δώσω, ἐὰν ὑφηγήσησθε(“如果你们为我引路,我就归还”);在间接引语中,主句动词转换为依赖 ἔφη 的将来时不定式 δώσειν,而条件从句则保留了 ἄν (= ἐάν) 搭配虚拟语气 ὑφηγήσωνται。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:2.4.1-2.4.2