← 伪阿波罗多洛斯

书库

§2.3.1-2.3.2

柏勒洛丰的诸般考验与诛灭喀迈拉

柏勒洛丰因误杀逃亡却遭斯忒涅玻亚诬告,身携死信前往约巴忒斯处,他驾驭珀伽索斯诛灭喀迈拉并屡克险境,终获重用继承王位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3.1

Βελλεροφόντης δὲ ὁ Γλαύκου τοῦ Σισύφου, κτείνας ἀκουσίως ἀδελφὸν Δηλιάδην, ὡς δέ τινές φασι Πειρῆνα, ἄλλοι δὲ Ἀλκιμένην, πρὸς Προῖτον ἐλθὼν καθαίρεται. καὶ αὐτοῦ Σθενέβοια ἔρωτα ἴσχει, καὶ προσπέμπει λόγους περὶ συνουσίας. τοῦ δὲ ἀπαρνουμένου, λέγει πρὸς Προῖτον ὅτι Βελλεροφόντης αὐτῇ περὶ φθορᾶς προσεπέμψατο λόγους. Προῖτος δὲ πιστεύσας ἔδωκεν ἐπιστολὰς αὐτῷ πρὸς Ἰοβάτην κομίσαι, ἐν αἷς ἐνεγέγραπτο Βελλεροφόντην ἀποκτεῖναι.1 Ἰοβάτης δὲ ἀναγνοὺς ἐπέταξεν αὐτῷ Χίμαιραν κτεῖναι, νομίζων αὐτὸν ὑπὸ τοῦ θηρίου διαφθαρήσεσθαι· ἦν γὰρ οὐ μόνον ἑνὶ ἀλλὰ πολλοῖς οὐκ εὐάλωτον, εἶχε δὲ προτομὴν μὲν λέοντος, οὐρὰν δὲ δράκοντος, τρίτην δὲ κεφαλὴν μέσην αἰγός, διʼ ἧς πῦρ ἀνίει. καὶ τὴν χώραν διέφθειρε, καὶ τὰ βοσκήματα ἐλυμαίνετο· μία γὰρ φύσις τριῶν θηρίων εἶχε δύναμιν. λέγεται δὲ καὶ τὴν Χίμαιραν ταύτην τραφῆναι μὲν ὑπὸ Ἀμισωδάρου, καθάπερ εἴρηκε καὶ Ὅμηρος, γεννηθῆναι δὲ ἐκ Τυφῶνος καὶ Ἐχίδνης, καθὼς Ἡσίοδος ἱστορεῖ.

西西弗斯之子格劳科斯的儿子柏勒洛丰,因无意中杀害了自己的兄弟德利亚德斯——亦有人说是培壬,还有人说是阿尔基墨涅斯——便前往普罗伊托斯处接受了净化。斯忒涅玻亚爱恋上了他,派人送去私通的提议。在他予以拒绝后,她便向普罗伊托斯进言,称柏勒洛丰派人来提议玷污她。普罗伊托斯信以为真,便交给他一封带给约巴忒斯的信件,信中写着要将柏勒洛丰处死。约巴忒斯读完信后,命他去诛杀喀迈拉,以为他必会被那猛兽毁灭;因为这只巨兽不仅非一人所能轻易降伏,纵有众人亦难以克制,它长着狮子的前半身、巨龙的尾巴,当中还有作为第三个脑袋的山羊头,从中喷出烈火。它蹂躏那片土地,残害牲畜;一个生灵竟兼具三头猛兽的威力。据说这只喀迈拉是由阿米索达罗斯抚养长大的,正如荷马所言;且是由堤丰与厄喀德那所生,正如赫西俄德所记载。

§2.3.2

ἀναβιβάσας οὖν ἑαυτὸν ὁ Βελλεροφόντης ἐπὶ τὸν Πήγασον, ὃν εἶχεν ἵππον ἐκ Μεδούσης πτηνὸν γεγεννημένον καὶ Ποσειδῶνος, ἀρθεὶς εἰς ὕψος ἀπὸ τούτου κατετόξευσε τὴν Χίμαιραν. μετὰ δὲ τὸν ἀγῶνα τοῦτον ἐπέταξεν αὐτῷ Σολύμοις μαχεσθῆναι. ὡς δὲ ἐτελεύτησε καὶ τοῦτον, Ἀμαζόσιν ἐπέταξεν ἀγωνίσασθαι αὐτόν. ὡς δὲ καὶ ταύτας ἀπέκτεινε, τοὺς γενναιότητι Λυκίων διαφέρειν δοκοῦντας ἐπιλέξας ἐπέταξεν ἀποκτεῖναι λοχήσαντας.2 ὡς δὲ καὶ τούτους ἀπέκτεινε πάντας, θαυμάσας τὴν δύναμιν αὐτοῦ ὁ Ἰοβάτης τά τε γράμματα ἔδειξε καὶ παρʼ αὐτῷ μένειν ἠξίωσε· δοὺς δὲ τὴν θυγατέρα Φιλονόην καὶ θνήσκων τὴν βασιλείαν κατέλιπεν αὐτῷ.

于是柏勒洛丰骑上了珀伽索斯——那是他所拥有的一匹由墨杜萨与波塞冬所生的飞马——升至高空,从马背上用弓箭射死了喀迈拉。在这场恶战之后,约巴忒斯命他去迎战索吕摩伊人。当他完成此事后,约巴忒斯又命他与亚马孙人交战。当他把她们也悉数杀死后,国王选拔了在英勇方面看似冠绝吕基亚人的武士,命他们设伏刺杀他。然而当他又将这些人尽数斩杀后,约巴忒斯惊叹于他的神力,不仅将信件出示给他,还恳请他留在自己身边;并将女儿菲洛诺厄许配给他,在临终时将王位传给了他。

语法注2 条
  1. 2.3.1ἐν αἷς ἐνεγέγραπτο Βελλεροφόντην ἀποκτεῖναι

    动词 ἐνεγέγραπτο 为中被动态过去完成时第三人称单数,作无人称用法;其后接续的宾格加不定式短语 Βελλεροφόντην ἀποκτεῖναι 充当主语从句,表达书信中所载的命令(“处死柏勒洛丰”)。

  2. 2.3.2τοὺς γενναιότητι Λυκίων διαφέρειν δοκοῦντας ἐπιλέξας ἐπέταξεν ἀποκτεῖναι λοχήσαντας

    由主节动词 ἐπέταξεν(主语为约巴忒斯)支配,宾格短语 τοὺς ... δοκοῦντας 以及与之同格的不定过去时分词 λοχήσαντας 充当不定式 ἀποκτεῖναι 的逻辑主语,意为“命他们在设伏之后杀死(柏勒洛丰)”。不定式 ἀποκτεῖναι 的宾语在上下文中自明而被省略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:2.3.1-2.3.2