← 伪阿波罗多洛斯

书库

§2.2.1-2.2.2

阿克里西俄斯与普罗透斯之争及墨兰普斯的治愈

本节讲述阿克里西俄斯与普罗透斯的争斗及领土瓜分,普罗透斯之女们的发狂,以及先知墨兰普斯索取领地作为报酬治愈她们的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2.1

Λυγκεὺς δὲ μετὰ Δαναὸν Ἄργους δυναστεύων ἐξ Ὑπερμνήστρας τεκνοῖ παῖδα Ἄβαντα. τούτου δὲ καὶ Ἀγλαΐας τῆς Μαντινέως δίδυμοι παῖδες ἐγένοντο Ἀκρίσιος καὶ Προῖτος. οὗτοι καὶ κατὰ γαστρὸς μὲν ἔτι ὄντες ἐστασίαζον πρὸς ἀλλήλους, ὡς δὲ ἀνετράφησαν, περὶ τῆς βασιλείας ἐπολέμουν, καὶ πολεμοῦντες εὗρον ἀσπίδας πρῶτοι. καὶ κρατήσας Ἀκρίσιος Προῖτον Ἄργους ἐξελαύνει. ὁ δʼ ἧκεν εἰς Λυκίαν πρὸς Ἰοβάτην, ὡς δέ τινές φασι, πρὸς Ἀμφιάνακτα· καὶ γαμεῖ τὴν τούτου θυγατέρα, ὡς μὲν Ὅμηρος, Ἄντειαν, ὡς δὲ οἱ τραγικοί, Σθενέβοιαν. κατάγει δὲ αὐτὸν ὁ κηδεστὴς μετὰ στρατοῦ Λυκίων, καὶ καταλαμβάνει Τίρυνθα, ταύτην αὐτῷ Κυκλώπων τειχισάντων.1 μερισάμενοι δὲ τὴν Ἀργείαν ἅπασαν κατῴκουν, καὶ Ἀκρίσιος μὲν Ἄργους βασιλεύει, Προῖτος δὲ Τίρυνθος.

律客乌斯继达那俄斯之后统治阿耳戈斯,与许珀耳涅斯特拉生下儿子阿巴斯。阿巴斯与曼提纽斯之女阿格莱亚生下一对双胞胎儿子阿克里西俄斯与普罗透斯。他们在母腹中时就彼此争斗;待长大成人后,便为争夺王位而开战,并在交战中最早发明了盾牌。阿克里西俄斯战胜后,将普罗透斯逐出了阿耳戈斯。普罗透斯前往吕基亚投奔约巴忒斯,或者如某些人所说,投奔阿姆菲阿纳克斯;并迎娶了他的女儿,荷马称其为安忒亚,悲剧诗人们则称其为斯忒涅玻亚。岳父率领吕基亚军队护送他回国,他夺取了梯林斯,这座城是独眼巨人们为他筑起城墙的。他们瓜分了整个阿耳戈斯地区并定居下来,阿克里西俄斯统治阿耳戈斯,普罗透斯统治梯林斯。

§2.2.2

καὶ γίνεται Ἀκρισίῳ μὲν ἐξ Εὐρυδίκης τῆς Λακεδαίμονος Δανάη, Προίτῳ δὲ ἐκ Σθενεβοίας Λυσίππη καὶ Ἰφινόη καὶ Ἰφιάνασσα. αὗται δὲ ὡς ἐτελειώθησαν, ἐμάνησαν, ὡς μὲν Ἡσίοδός φησιν, ὅτι τὰς Διονύσου τελετὰς οὐ κατεδέχοντο, ὡς δὲ Ἀκουσίλαος λέγει, διότι τὸ τῆς Ἥρας ξόανον ἐξηυτέλισαν. γενόμεναι δὲ ἐμμανεῖς ἐπλανῶντο ἀνὰ τὴν Ἀργείαν ἅπασαν, αὖθις δὲ τὴν Ἀρκαδίαν καὶ τὴν Πελοπόννησον διελθοῦσαι μετʼ ἀκοσμίας ἁπάσης διὰ τῆς ἐρημίας ἐτρόχαζον. Μελάμπους δὲ ὁ Ἀμυθάονος καὶ Εἰδομένης τῆς Ἄβαντος, μάντις ὢν καὶ τὴν διὰ φαρμάκων καὶ καθαρμῶν θεραπείαν πρῶτος εὑρηκώς, ὑπισχνεῖται θεραπεύειν τὰς παρθένους, εἰ λάβοι τὸ τρίτον μέρος τῆς δυναστείας.2 οὐκ ἐπιτρέποντος δὲ Προίτου θεραπεύειν ἐπὶ μισθοῖς τηλικούτοις, ἔτι μᾶλλον ἐμαίνοντο αἱ παρθένοι καὶ προσέτι μετὰ τούτων αἱ λοιπαὶ γυναῖκες· καὶ γὰρ αὗται τὰς οἰκίας ἀπολιποῦσαι τοὺς ἰδίους ἀπώλλυον παῖδας καὶ εἰς τὴν ἐρημίαν ἐφοίτων. προβαινούσης δὲ ἐπὶ πλεῖστον τῆς συμφορᾶς, τοὺς αἰτηθέντας μισθοὺς ὁ Προῖτος ἐδίδου. ὁ δὲ ὑπέσχετο θεραπεύειν ὅταν ἕτερον τοσοῦτον τῆς γῆς ὁ ἀδελφὸς αὐτοῦ λάβῃ Βίας. Προῖτος δὲ εὐλαβηθεὶς μὴ βραδυνούσης τῆς θεραπείας αἰτηθείη καὶ πλεῖον,3 θεραπεύειν συνεχώρησεν ἐπὶ τούτοις. Μελάμπους δὲ παραλαβὼν τοὺς δυνατωτάτους τῶν νεανιῶν μετʼ ἀλαλαγμοῦ καί τινος ἐνθέου χορείας ἐκ τῶν ὀρῶν αὐτὰς εἰς Σικυῶνα συνεδίωξε. κατὰ δὲ τὸν διωγμὸν ἡ πρεσβυτάτη τῶν θυγατέρων Ἰφινόη μετήλλαξεν·4 ταῖς δὲ λοιπαῖς τυχούσαις καθαρμῶν σωφρονῆσαι συνέβη. καὶ ταύτας μὲν ἐξέδοτο Προῖτος Μελάμποδι καὶ Βίαντι, παῖδα δʼ ὕστερον ἐγέννησε Μεγαπένθην.

阿克里西俄斯与拉刻代蒙之女欧律狄刻生下达那厄,普罗透斯与斯忒涅玻亚生下吕西珀、伊菲诺厄与伊菲阿纳萨。她们成年后发了疯,正如赫西俄德所言,是因为她们不肯接受狄奥尼索斯的秘仪;而正如阿库西拉俄斯所言,是因为她们贬低了赫拉的木雕神像。发狂之后,她们游荡在整个阿耳戈斯地区,随后穿过阿卡迪亚与伯罗奔尼撒,极尽失态地奔跑在荒野之中。阿密萨翁与阿巴斯之女埃多墨涅的儿子墨兰普斯是一位先知,并且最早发现了用草药与净化进行医治的方法,他许诺若能获得王国三分之一的统治权,便医治这些少女。普罗透斯不允以如此昂贵的酬劳进行治疗,少女们愈发疯狂,加之其余的妇人也随之发疯;因为她们也抛弃家园,残杀自己的骨肉,出入于荒野。灾祸愈演愈烈之际,普罗透斯愿付出所要求的酬劳。但墨兰普斯许诺,只有当他的兄弟比阿斯获得土地中同样大的一份时,他才进行医治。普罗透斯唯恐治疗一旦延误会被索要更多,遂同意按这些条件进行医治。墨兰普斯带领青年中最健壮者,伴着呐喊与某种附神的狂舞,将她们从群山中驱赶到西库翁。在追赶过程中,长女伊菲诺厄死去了;而其余的人得到净化,恢复了神智。普罗透斯将她们嫁给墨兰普斯与比阿斯,后来又生下了儿子墨伽彭忒斯。

语法注4 条
  1. 2.2.1ταύτην αὐτῷ Κυκλώπων τειχισάντων

    Κυκλώπων τειχισάντων 为独立属格结构,表示背景原因或时间。与格 αὐτῷ 作利益与格(“为他”,指普罗透斯),依附于分词 τειχισάντων。指示词 ταύτην(梯林斯)回指前文的 Τίρυνθα,作分词 τειχισάντων 的直接宾语。

  2. 2.2.2εἰ λάβοι τὸ τρίτον μέρος τῆς δυναστείας

    此条件从句受历史现在时动词 ὑπισχνεῖται 引领,属于间接引语。直接引语中的虚拟语气未然条件(ἐὰν λάβω)在过去时态语境下按规则转为 εἰ 搭配希求语气(间接引语希求法)。

  3. 2.2.2μὴ βραδυνούσης τῆς θεραπείας αἰτηθείη καὶ πλεῖον

    由表示担忧的过去分词 εὐλαβηθείς 引出的恐惧从句(μή 搭配希求语气 αἰτηθείη,因处于过去语境)。βραδυνούσης τῆς θεραπείας 为兼具条件意味的独立属格结构(“若治疗被耽搁”)。

  4. 2.2.2μετήλλαξεν

    动词 μεταλλάσσω 本义为“改变、调换”,此处为省略了 τὸν βίον(生命)的习用表达,意为“离世”、“身故”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:2.2.1-2.2.2