← 伪阿波罗多洛斯

书库

§2.1.5

达那俄斯之女的联姻与杀夫

埃及普托斯的五十个儿子与达那俄斯的五十个女儿通过抽签结为夫妻,但在新婚之夜除许珀耳涅斯特拉外,众女皆将丈夫杀害;随后记述了阿密摩涅之子瑙普利俄斯的生平与后裔。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.5

οἱ δὲ Αἰγύπτου παῖδες ἐλθόντες εἰς Ἄργος τῆς τε ἔχθρας παύσασθαι παρεκάλουν καὶ τὰς θυγατέρας αὐτοῦ γαμεῖν ἠξίουν. Δαναὸς δὲ ἅμα μὲν ἀπιστῶν αὐτῶν τοῖς ἐπαγγέλμασιν, ἅμα δὲ καὶ μνησικακῶν περὶ τῆς φυγῆς, ὡμολόγει τοὺς γάμους καὶ διεκλήρου τὰς κόρας. Ὑπερμνήστραν μὲν οὖν τὴν πρεσβυτέραν ἐξεῖλον Λυγκεῖ καὶ Γοργοφόνην Πρωτεῖ· οὗτοι γὰρ ἐκ βασιλίδος γυναικὸς Ἀργυφίης ἐγεγόνεισαν Αἰγύπτῳ. τῶν δὲ λοιπῶν ἔλαχον Βούσιρις μὲν καὶ Ἐγκέλαδος καὶ Λύκος καὶ Δαΐφρων τὰς Δαναῷ γεννηθείσας ἐξ Εὐρώπης Αὐτομάτην Ἀμυμώνην Ἀγαυὴν Σκαιήν. αὗται δὲ ἐκ βασιλίδος ἐγένοντο Δαναῷ, ἐκ δὲ Ἐλεφαντίδος Γοργοφόνη καὶ Ὑπερμνήστρα. Ἴστρος δὲ Ἱπποδάμειαν, Χαλκώδων Ῥοδίαν, Ἀγήνωρ Κλεοπάτραν, Χαῖτος Ἀστερίαν, Διοκορυστὴς Ἱπποδαμείαν, Ἄλκης Γλαύκην, Ἀλκμήνωρ Ἱππομέδουσαν, Ἱππόθοος Γόργην, Εὐχήνωρ Ἰφιμέδουσαν, Ἱππόλυτος Ῥόδην. οὗτοι μὲν οἱ δέκα ἐξ Ἀραβίας γυναικός, αἱ δὲ παρθένοι ἐξ Ἁμαδρυάδων νυμφῶν, αἱ μὲν Ἀτλαντείης, αἱ δὲ ἐκ Φοίβης. Ἀγαπτόλεμος δὲ ἔλαχε Πειρήνην, Κερκέτης δὲ Δώριον, Εὐρυδάμας Φάρτιν, Αἴγιος Μνήστραν, Ἄργιος Εὐίππην, Ἀρχέλαος Ἀναξιβίην, Μενέμαχος Νηλώ, οἱ μὲν ἑπτὰ ἐκ Φοινίσσης γυναικός, αἱ δὲ παρθένοι Αἰθιοπίδος. ἀκληρωτὶ δὲ ἔλαχον διʼ ὁμωνυμίαν τὰς Μέμφιδος οἱ ἐκ Τυρίας, Κλειτὸς Κλειτήν, Σθένελος Σθενέλην, Χρύσιππος Χρυσίππην. οἱ δὲ ἐκ Καλιάδνης νηίδος νύμφης παῖδες δώδεκα ἐκληρώσαντο περὶ τῶν ἐκ Πολυξοῦς νηίδος νύμφης· ἦσαν δὲ οἱ μὲν παῖδες Εὐρύλοχος Φάντης Περισθένης Ἕρμος Δρύας Ποταμὼν Κισσεὺς Λίξος Ἴμβρος Βρομίος Πολύκτωρ Χθονίος, αἱ δὲ κόραι Αὐτονόη Θεανὼ Ἠλέκτρα Κλεοπάτρα Εὐρυδίκη Γλαυκίππη Ἀνθήλεια Κλεοδώρη Εὐίππη Ἐρατὼ Στύγνη Βρύκη. οἱ δὲ ἐκ Γοργόνος Αἰγύπτῳ γενόμενοι ἐκληρώσαντο περὶ τῶν ἐκ Πιερίας, καὶ λαγχάνει Περίφας μὲν Ἀκταίην, Οἰνεὺς δὲ Ποδάρκην, Αἴγυπτος Διωξίππην, Μενάλκης Ἀδίτην, Λάμπος Ὠκυπέτην, Ἴδμων Πυλάργην. οὗτοι δέ εἰσι νεώτατοι· Ἴδας Ἱπποδίκην, Δαΐφρων Ἀδιάντην (αὗται δὲ ἐκ μητρὸς ἐγένοντο Ἕρσης), Πανδίων Καλλιδίκην, Ἄρβηλος Οἴμην, Ὑπέρβιος Κελαινώ, Ἱπποκορυστὴς Ὑπερίππην· οὗτοι ἐξ Ἡφαιστίνης, αἱ δὲ ἐκ Κρινοῦς. ὡς δὲ ἐκληρώσαντο τοὺς γάμους, ἑστιάσας ἐγχειρίδια δίδωσι ταῖς θυγατράσιν. αἱ δὲ κοιμωμένους τοὺς νυμφίους ἀπέκτειναν πλὴν Ὑπερμνήστρας· αὕτη γὰρ Λυγκέα διέσωσε παρθένον αὐτὴν φυλάξαντα·1 διὸ καθείρξας αὐτὴν Δαναὸς ἐφρούρει. αἱ δὲ ἄλλαι τῶν Δαναοῦ θυγατέρων τὰς μὲν κεφαλὰς τῶν νυμφίων ἐν τῇ Λέρνῃ κατώρυξαν, τὰ δὲ σώματα πρὸ τῆς πόλεως ἐκήδευσαν. καὶ αὐτὰς ἐκάθηραν Ἀθηνᾶ τε καὶ Ἑρμῆς Διὸς κελεύσαντος. Δαναὸς δὲ ὕστερον Ὑπερμνήστραν Λυγκεῖ συνῴκισε, τὰς δὲ λοιπὰς θυγατέρας εἰς γυμνικὸν ἀγῶνα τοῖς νικῶσιν ἔδωκεν.2 Ἀμυμώνη δὲ ἐκ Ποσειδῶνος ἐγέννησε Ναύπλιον. οὗτος μακρόβιος γενόμενος, πλέων τὴν θάλασσαν, τοῖς ἐμπίπτουσιν ἐπὶ θανάτῳ ἐπυρσοφόρει.3 συνέβη οὖν καὶ αὐτὸν τελευτῆσαι ἐκείνῳ τῷ θανάτῳ. πρὶν δὲ τελευτῆσαι ἔγημε ὡς μὲν οἱ τραγικοὶ λέγουσι, Κλυμένην τὴν Κατρέως, ὡς δὲ ὁ τοὺς νόστους γράψας, Φιλύραν, ὡς δὲ Κέρκωψ, Ἡσιόνην, καὶ ἐγέννησε Παλαμήδην Οἴακα Ναυσιμέδοντα.

埃及普托斯的诸子来到阿耳戈斯,劝说化解仇恨,并要求迎娶达那俄斯的女儿们。达那俄斯既不信任他们的誓言,又对当年的逃亡怀恨在心,但还是应允了婚事,并用抽签分配这些少女。他们先为律客乌斯挑选了长女许珀耳涅斯特拉,为普罗透斯挑选了戈耳戈珀涅;因为他们是埃及普托斯与王后阿耳癸菲亚所生。其余的人中,布西里斯、恩克拉多斯、吕科斯与达伊佛隆分到了达那俄斯与欧罗巴所生的女儿奥托玛忒、阿密摩涅、阿伽薇与斯开埃;这些女儿是达那俄斯与王后所生,而戈耳戈珀涅与许珀耳涅斯特拉则是厄勒凡提斯所生。伊斯忒罗斯娶希波达墨亚,卡尔科冬娶罗狄亚,阿革诺耳娶克勒奥帕特拉,凯托斯娶阿斯忒里亚,狄奥科律斯特斯娶希波达墨亚,阿尔刻斯娶格劳刻,阿尔克墨诺耳娶希波墨杜萨,希波托俄斯娶戈耳革,欧刻诺耳娶伊菲墨杜萨,希波吕托斯娶罗德。这十个儿子出自一位阿拉伯妇人,而少女们则出自树林仙女,有的是亚特兰忒亚所生,有的是福柏所生。阿伽普托勒摩斯抽得佩瑞涅,刻耳刻忒斯抽得多里翁,欧律达玛斯抽得法尔提斯,埃吉俄斯抽得涅斯特拉,阿耳吉俄斯抽得欧伊珀,阿耳刻拉俄斯抽得阿纳克西比娅,墨涅玛科斯抽得涅罗;这七人出自一位腓尼基妇人,少女们则出自一位埃塞俄比亚妇人。出自推罗妇人的儿子们因名字相同而无需抽签便分得了孟菲斯的女儿们:克勒托斯娶克勒忒,斯忒涅罗斯娶斯忒涅勒,克律西波斯娶克律西珀。水泽仙女卡利阿德涅所生的十二个儿子,就水泽仙女波吕克索所生的女儿们抽签;儿子们是欧律洛科斯、凡忒斯、佩里斯忒涅斯、赫耳摩斯、德律阿斯、波塔蒙、基修斯、利克索斯、印布罗斯、布罗米俄斯、波吕克托耳、克托尼俄斯;少女们是奥托诺厄、忒阿诺、厄勒克特拉、克勒奥帕特拉、欧律狄刻、格劳基珀、安忒勒亚、克勒奥多瑞、欧伊珀、厄剌托、斯堤格涅、布律刻。埃及普托斯与戈耳戈所生的儿子们就皮埃里亚所生的女儿们抽签:佩里法斯抽得阿克泰埃,奥纽斯抽得波达耳刻,埃及普托斯抽得狄俄克西珀,墨纳耳刻斯抽得阿狄忒,兰波斯抽得俄库珀忒,伊德蒙抽得皮拉耳革。以下是最年轻的:伊达斯抽得希波狄刻,达伊佛隆抽得阿狄安忒(她们是母亲赫耳塞所生),潘狄翁抽得卡利狄刻,阿耳柏罗斯抽得奥厄墨,许珀耳比俄斯抽得刻莱诺,希波科律斯特斯抽得许珀里珀;这些儿子出自赫淮斯提涅,少女们则出自克里诺。 当他们分配完婚事后,达那俄斯设宴款待,并给女儿们递发了短剑。她们趁新郎熟睡时将其杀害,唯独许珀耳涅斯特拉例外;因为她救了保全自己童贞的律客乌斯;达那俄斯因此将她关押看守起来。达那俄斯的其余女儿将新郎们的头颅埋在勒耳那,遗体则葬在城前。在宙斯的命令下,雅典娜与赫耳墨斯净化了她们。后来达那俄斯将许珀耳涅斯特拉嫁给律客乌斯,将其余的女儿作为竞力比赛的奖赏赐给了优胜者。 阿密摩涅与波塞冬生下瑙普利俄斯。他寿元绵长,航行于海中,常向落难漂泊之人点燃致命的假烽火以致其死亡。结果他自己也因同一种死法而丧命。在死前,正如悲剧诗人们所说,他娶了卡特柔斯之女克吕墨涅;正如《归航纪》的作者所说,他娶了菲吕拉;正如刻耳扣普斯所说,他娶了赫西俄涅;他生下了帕拉墨得斯、奥阿克斯与瑙西墨冬。

语法注3 条
  1. 2.1.5παρθένον αὐτὴν φυλάξαντα

    宾格分词 φυλάξαντα 修饰先行宾语 Λυγκέα,作原因分词,解释了她宽恕其性命的原由;παρθένον 为补足宾格(述语性宾格),表示“使她保持处女之身”。

  2. 2.1.5εἰς γυμνικὸν ἀγῶνα τοῖς νικῶσιν ἔδωκεν

    介词短语 εἰς γυμνικὸν ἀγῶνα(“在运动竞赛中/作为竞技赏赐”)与与格分词 τοῖς νικῶσιν(“赐予获胜者”)共同修饰动词 ἔδωκεν,反映了通过求婚者赛跑等竞技活动将新娘作为奖品分发的传说。

  3. 2.1.5τοῖς ἐμπίπτουσιν ἐπὶ θανάτῳ ἐπυρσοφόρει

    与格分词 τοῖς ἐμπίπτουσιν(“遭遇困境者/触礁漂流者”)用作动词 ἐπυρσοφόρει(举起烽火)所支配的受害与格;介词短语 ἐπὶ θανάτῳ 表目的或结果(“以致于死/令其送命”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:2.1.5