← 伪阿波罗多洛斯

书库

§2.1.4

柏罗斯的谱系与达那俄斯逃往阿耳戈斯

本节记述了厄帕福斯的后裔柏罗斯、埃及普托斯与达那俄斯的谱系及领地划分,叙述了达那俄斯因畏惧埃及普托斯的诸子而逃至阿耳戈斯即位,以及其女阿密摩涅与波塞冬相遇的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.4

Ἔπαφος δὲ βασιλεύων Αἰγυπτίων γαμεῖ Μέμφιν τὴν Νείλου θυγατέρα, καὶ ἀπὸ ταύτης κτίζει Μέμφιν πόλιν, καὶ τεκνοῖ θυγατέρα Λιβύην, ἀφʼ ἧς ἡ χώρα Λιβύη ἐκλήθη. Λιβύης δὲ καὶ Ποσειδῶνος γίνονται παῖδες δίδυμοι Ἀγήνωρ καὶ Βῆλος. Ἀγήνωρ μὲν οὖν εἰς Φοινίκην ἀπαλλαγεὶς ἐβασίλευσε, κἀκεῖ τῆς μεγάλης ῥίζης ἐγένετο γενεάρχης· ὅθεν ὑπερθησόμεθα περὶ τούτου. Βῆλος δὲ ὑπομείνας ἐν Αἰγύπτῳ βασιλεύει μὲν Αἰγύπτου, γαμεῖ δὲ Ἀγχινόην τὴν Νείλου θυγατέρα, καὶ αὐτῷ γίνονται παῖδες δίδυμοι, Αἴγυπτος καὶ Δαναός, ὡς δέ φησιν Εὐριπίδης, καὶ Κηφεὺς καὶ Φινεὺς προσέτι. Δαναὸν μὲν οὖν Βῆλος ἐν Λιβύῃ κατῴκισεν, Αἴγυπτον δὲ ἐν Ἀραβίᾳ, ὃς καὶ καταστρεψάμενος τὴν Μελαμπόδων χώραν ἀφʼ ἑαυτοῦ ὠνόμασεν Αἴγυπτον. γίνονται δὲ ἐκ πολλῶν γυναικῶν Αἰγύπτῳ μὲν παῖδες πεντήκοντα, θυγατέρες δὲ Δαναῷ πεντήκοντα. στασιασάντων δὲ αὐτῶν περὶ τῆς ἀρχῆς ὕστερον, Δαναὸς τοὺς Αἰγύπτου παῖδας δεδοικώς, ὑποθεμένης Ἀθηνᾶς αὐτῷ ναῦν κατεσκεύασε πρῶτος καὶ τὰς θυγατέρας ἐνθέμενος ἔφυγε. προσσχὼν δὲ Ῥόδῳ τὸ τῆς Λινδίας ἄγαλμα Ἀθηνᾶς ἱδρύσατο. ἐντεῦθεν δὲ ἧκεν εἰς Ἄργος, καὶ τὴν βασιλείαν αὐτῷ παραδίδωσι Γελάνωρ ὁ τότε βασιλεύων αὐτὸς δὲ κρατήσας τῆς χώρας ἀφʼ ἑαυτοῦ τοὺς ἐνοικοῦντας Δαναοὺς ὠνόμασε. ἀνύδρου δὲ τῆς χώρας ὑπαρχούσης, ἐπειδὴ καὶ τὰς πηγὰς ἐξήρανε Ποσειδῶν μηνίων Ἰνάχῳ διότι τὴν χώραν Ἥρας ἐμαρτύρησεν εἶναι,1 τὰς θυγατέρας ὑδρευσομένας2 ἔπεμψε. μία δὲ αὐτῶν Ἀμυμώνη ζητοῦσα ὕδωρ ῥίπτει βέλος ἐπὶ ἔλαφον καὶ κοιμωμένου Σατύρου τυγχάνει,3 κἀκεῖνος περιαναστὰς ἐπεθύμει συγγενέσθαι· Ποσειδῶνος δὲ ἐπιφανέντος ὁ Σάτυρος μὲν ἔφυγεν, Ἀμυμώνη δὲ τούτῳ συνευνάζεται, καὶ αὐτῇ Ποσειδῶν τὰς ἐν Λέρνῃ πηγὰς ἐμήνυσεν.

厄帕福斯统治着埃及人,娶尼罗河之女孟菲斯为妻,并以她的名字建立了孟菲斯城,生下女儿利比亚,该地区便因她而得名利比亚。利比亚与波塞冬生下双胞胎儿子阿革诺耳与柏罗斯。阿革诺耳前往腓尼基并在那里称王,成为一庞大世系的始祖;因此关于他,我们稍后再谈。柏罗斯则留在埃及,统治着埃及,娶尼罗河之女安喀诺厄为妻;他生下双胞胎儿子埃及普托斯与达那俄斯,正如欧里庇得斯所言,此外还生有刻甫斯和菲纽斯。柏罗斯将达那俄斯安置在利比亚,将埃及普托斯安置在阿拉伯;埃及普托斯征服了黑足人的土地,并以自己的名字将其命名为埃及。埃及普托斯与多位妇人生了五十个儿子,达那俄斯则生了五十个女儿。后来他们为争夺王权发生内讧,达那俄斯畏惧埃及普托斯的诸子,在雅典娜的指点下率先建造了一艘船,载上女儿们逃离。他在罗得岛靠岸,建立了林多斯雅典娜的塑像。从那里他来到了阿耳戈斯,当时的统治者格拉诺耳将王位让给了他;他掌控了那片土地后,以自己的名字将居民命名为达那奥斯人。由于波塞冬对伊纳科斯作证该地属于赫拉而心怀怨恨,甚至将泉水也一并弄干,导致该地缺水;达那俄斯便打发女儿们去汲水。其中一个女儿阿密摩涅在寻找水源时,向一头鹿射出一箭,却击中了一个正在熟睡的萨堤洛斯;萨堤洛斯一跃而起,企图与她交合。但波塞冬显现后,萨堤洛斯仓皇逃走,阿密摩涅便与波塞冬同寝,波塞冬向她指明了勒耳那的泉眼所在。

语法注3 条
  1. 2.1.4διότι τὴν χώραν Ἥρας ἐμαρτύρησεν εἶναι

    由表示作证的动词 ἐμαρτύρησεν 引导的间接引语(宾格不定式结构)。τὴν χώραν 作不定式 εἶναι 的主语宾格,Ἥρας 则作为表语性的领属属格(“作证该土地属于赫拉”)。

  2. 2.1.4ὑδρευσομένας

    未来时分词(中动相、阴性宾格复数)与派遣动词(ἔπεμψε)连用,作状语表示动作的目的(“去汲水”)。

  3. 2.1.4κοιμωμένου Σατύρου τυγχάνει

    动词 τυγχάνω 在射击或投掷的语境(ῥίπτει βέλος)中表示“击中、命中(目标)”,其支配的命中对象 κοιμωμένου Σατύρου 采用属格(目标/接触属格),而非通常意义下的“偶然遇见”或“获得”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:2.1.4