← 伪阿波罗多洛斯

书库

§2.1.1-2.1.3

伊纳科斯世系与伊俄的流浪

本段记叙了始于俄刻阿诺斯之子伊纳科斯的阿耳戈斯王室世系、百眼巨人阿尔戈斯的伟绩,以及伊俄被化为牝牛后的四处流浪与诞下厄帕福斯的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.1

ἐπειδὴ δὲ τὸ τοῦ Δευκαλίωνος διεξεληλύθαμεν γένος, ἐχομένως λέγωμεν τὸ Ἰνάχειον. Ὠκεανοῦ καὶ Τηθύος γίνεται παῖς Ἴναχος, ἀφʼ οὗ ποταμὸς ἐν Ἄργει Ἴναχος καλεῖται. τούτου καὶ Μελίας τῆς Ὠκεανοῦ Φορωνεύς τε καὶ Αἰγιαλεὺς παῖδες ἐγένοντο. Αἰγιαλέως μὲν οὖν ἄπαιδος ἀποθανόντος ἡ χώρα ἅπασα Αἰγιάλεια ἐκλήθη, Φορωνεὺς δὲ ἁπάσης τῆς ὕστερον Πελοποννήσου προσαγορευθείσης δυναστεύων ἐκ Τηλεδίκης νύμφης Ἆπιν καὶ Νιόβην ἐγέννησεν. Ἆπις μὲν οὖν εἰς τυραννίδα τὴν ἑαυτοῦ μεταστήσας δύναμιν καὶ βίαιος ὢν τύραννος, ὀνομάσας ἀφʼ ἑαυτοῦ τὴν Πελοπόννησον Ἀπίαν, ὑπὸ Θελξίονος καὶ Τελχῖνος ἐπιβουλευθεὶς ἄπαις ἀπέθανε, καὶ νομισθεὶς θεὸς ἐκλήθη Σάραπις· Νιόβης δὲ καὶ Διός (ᾗ πρώτῃ γυναικὶ Ζεὺς θνητῇ ἐμίγη) παῖς Ἄργος ἐγένετο, ὡς δὲ Ἀκουσίλαός φησι, καὶ Πελασγός, ἀφʼ οὗ κληθῆναι τοὺς τὴν Πελοπόννησον οἰκοῦντας Πελασγούς.1 Ἡσίοδος δὲ τὸν Πελασγὸν αὐτόχθονά φησιν εἶναι.

既然我们已经叙述了丢卡利翁的后裔,接下来便让我们讲述伊纳科斯的世系。 大洋神俄刻阿诺斯与忒堤斯生下一子伊纳科斯,阿耳戈斯的伊纳科斯河便是以他的名字命名的。他与俄刻阿诺斯之女墨利亚生下了福罗纽斯和埃癸阿勒俄斯。埃癸阿勒俄斯无嗣而终,整片土地便被称为埃癸阿勒亚;而福罗纽斯统治着后来被称为伯罗奔尼撒的整片土地,并与水仙女忒勒狄刻生下了阿庇斯和尼俄伯。阿庇斯将自己的权力转变为僭主统治,成为一个暴虐的僭主,并以自己的名字将伯罗奔尼撒命名为阿庇亚;但他遭到忒尔克西翁与忒尔喀斯的密谋暗害,无嗣而死,被尊奉为神,称为塞拉庇斯。尼俄伯与宙斯(她是宙斯与之结合的第一个凡人女子)生有一子阿尔戈斯;而正如阿库西拉俄斯所言,还生有佩拉斯戈斯,居住在伯罗奔尼撒的人因他而被称作佩拉斯戈人。然而赫西俄德却说佩拉斯戈斯是土生之人。

§2.1.2

ἀλλὰ περὶ μὲν τούτου πάλιν ἐροῦμεν· Ἄργος δὲ λαβὼν τὴν βασιλείαν ἀφʼ ἑαυτοῦ τὴν Πελοπόννησον ἐκάλεσεν Ἄργος, καὶ γήμας Εὐάδνην τὴν Στρυμόνος καὶ Νεαίρας ἐτέκνωσεν Ἔκβασον Πείραντα Ἐπίδαυρον Κρίασον, ὃς καὶ τὴν βασιλείαν παρέλαβεν. Ἐκβάσου δὲ Ἀγήνωρ γίνεται, τούτου δὲ Ἄργος ὁ πανόπτης λεγόμενος. εἶχε δὲ οὗτος ὀφθαλμοὺς μὲν ἐν παντὶ τῷ σώματι, ὑπερβάλλων δὲ δυνάμει τὸν μὲν τὴν Ἀρκαδίαν λυμαινόμενον ταῦρον ἀνελὼν τὴν τούτου δορὰν ἠμφιέσατο, Σάτυρον δὲ τοὺς Ἀρκάδας ἀδικοῦντα καὶ ἀφαιρούμενον τὰ βοσκήματα ὑποστὰς ἀπέκτεινε. λέγεται δὲ ὅτι καὶ τὴν Ταρτάρου καὶ Γῆς Ἔχιδναν, ἣ τοὺς παριόντας συνήρπαζεν, ἐπιτηρήσας κοιμωμένην ἀπέκτεινεν. ἐξεδίκησε δὲ καὶ τὸν Ἄπιδος φόνον, τοὺς αἰτίους ἀποκτείνας.

不过关于此人,我们日后还会再谈;阿尔戈斯继承了王位,以自己的名字将伯罗奔尼撒命名为阿尔戈斯,并娶了斯特律蒙与涅埃拉之女欧阿德涅,生下厄克巴索斯、佩拉斯、埃庇达乌洛斯和克里阿索斯,克里阿索斯随后也继承了王位。 厄克巴索斯生阿革诺耳,阿革诺耳生被称为百眼巨人的阿尔戈斯。此人全身上下皆长有眼睛,他力量过人,除掉了蹂躏阿卡迪亚的公牛并披上其皮;他又迎战并杀死了侵害阿卡迪亚人、掠夺其牲畜的萨堤洛斯。据说,他还守候在抓捕过路行人的厄客德娜(塔耳塔罗斯与该亚之女)身边,趁她熟睡时将她杀死。他还处决了谋害阿庇斯的凶手,为之报了仇。

§2.1.3

Ἄργου δὲ καὶ Ἰσμήνης τῆς Ἀσωποῦ παῖς Ἴασος, οὗ φασιν Ἰὼ γενέσθαι. Κάστωρ δὲ ὁ συγγράψας τὰ χρονικὰ καὶ πολλοὶ τῶν τραγικῶν Ἰνάχου τὴν Ἰὼ λέγουσιν· Ἡσίοδος δὲ καὶ Ἀκουσίλαος Πειρῆνος αὐτήν φασιν εἶναι. ταύτην ἱερωσύνην τῆς Ἥρας ἔχουσαν Ζεὺς ἔφθειρε. φωραθεὶς δὲ ὑφʼ Ἥρας τῆς μὲν κόρης ἁψάμενος εἰς βοῦν μετεμόρφωσε λευκήν, ἀπωμόσατο δὲ ταύτῃ μὴ συνελθεῖν· διό φησιν Ἡσίοδος οὐκ ἐπισπᾶσθαι τὴν ἀπὸ τῶν θεῶν ὀργὴν τοὺς γινομένους ὅρκους ὑπὲρ ἔρωτος.2 Ἥρα δὲ αἰτησαμένη παρὰ Διὸς τὴν βοῦν φύλακα αὐτῆς κατέστησεν Ἄργον τὸν πανόπτην, ὃν Φερεκύδης μὲν Ἀρέστορος λέγει, Ἀσκληπιάδης δὲ Ἰνάχου, Κέρκωψ δὲ Ἄργου καὶ Ἰσμήνης τῆς Ἀσωποῦ θυγατρός· Ἀκουσίλαος δὲ γηγενῆ αὐτὸν λέγει. οὗτος ἐκ τῆς ἐλαίας ἐδέσμευεν αὐτὴν3 ἥτις ἐν τῷ Μυκηναίων ὑπῆρχεν ἄλσει. Διὸς δὲ ἐπιτάξαντος Ἑρμῇ κλέψαι τὴν βοῦν, μηνύσαντος Ἱέρακος, ἐπειδὴ λαθεῖν οὐκ ἠδύνατο, λίθῳ βαλὼν ἀπέκτεινε τὸν Ἄργον, ὅθεν ἀργειφόντης ἐκλήθη. Ἥρα δὲ τῇ βοῒ οἶστρον ἐμβάλλει ἡ δὲ πρῶτον ἧκεν εἰς τὸν ἀπʼ ἐκείνης Ἰόνιον κόλπον κληθέντα, ἔπειτα διὰ τῆς Ἰλλυρίδος πορευθεῖσα καὶ τὸν Αἷμον ὑπερβαλοῦσα διέβη τὸν τότε μὲν καλούμενον πόρον Θρᾴκιον, νῦν δὲ ἀπʼ ἐκείνης Βόσπορον. ἀπελθοῦσα δὲ εἰς Σκυθίαν καὶ τὴν Κιμμερίδα γῆν, πολλὴν χέρσον πλανηθεῖσα καὶ πολλὴν διανηξαμένη θάλασσαν Εὐρώπης τε καὶ Ἀσίας, τελευταῖον ἧκεν εἰς Αἴγυπτον, ὅπου τὴν ἀρχαίαν μορφὴν ἀπολαβοῦσα γεννᾷ παρὰ τῷ Νείλῳ ποταμῷ Ἔπαφον παῖδα. τοῦτον δὲ Ἥρα δεῖται Κουρήτων ἀφανῆ ποιῆσαι· οἱ δὲ ἠφάνισαν αὐτόν. καὶ Ζεὺς μὲν αἰσθόμενος κτείνει Κούρητας, Ἰὼ δὲ ἐπὶ ζήτησιν τοῦ παιδὸς ἐτράπετο. πλανωμένη δὲ κατὰ τὴν Συρίαν ἅπασαν (ἐκεῖ γὰρ ἐμηνύετο ὅτι ἡ τοῦ Βυβλίων βασιλέως γυνὴ ἐτιθήνει τὸν υἱόν) καὶ τὸν Ἔπαφον εὑροῦσα, εἰς Αἴγυπτον ἐλθοῦσα ἐγαμήθη Τηλεγόνῳ τῷ βασιλεύοντι τότε Αἰγυπτίων. ἱδρύσατο δὲ ἄγαλμα Δήμητρος, ἣν ἐκάλεσαν Ἶσιν Αἰγύπτιοι, καὶ τὴν Ἰὼ Ἶσιν ὁμοίως προσηγόρευσαν.

阿尔戈斯与阿索波斯之女伊斯墨涅生有一子伊阿索斯,据说伊俄便是伊阿索斯所生。但编撰编年史的卡斯托耳以及许多悲剧诗人都说伊俄是伊纳科斯之女;赫西俄德与阿库西拉俄斯则说她是佩林之女。当她担任赫拉的女祭司时,宙斯诱惑了她。被赫拉发觉后,宙斯触碰少女,将她变成了一头白牝牛,并发誓自己未曾与她同房;因此赫西俄德说,为爱情所发的誓言不会招致诸神的愤怒。赫拉向宙斯索要这头牝牛,并任命百眼的阿尔戈斯看守她——费瑞居德斯说他是阿瑞斯托耳之子,阿斯克勒庇阿得斯说是伊纳科斯之子,凯尔科普斯说是阿尔戈斯与阿索波斯之女伊斯墨涅之子,阿库西拉俄斯则说他是大地所生。阿尔戈斯将她拴在迈锡尼人圣林中的一棵橄榄树上。宙斯命赫尔墨斯盗走牝牛,但因希厄拉克斯告密,赫尔墨斯无法暗中得手,便用石头掷击杀死了阿尔戈斯,因此赫尔墨斯被称为阿尔革丰忒斯。赫拉遂将牛虻投向牝牛,她首先来到了因她而得名的伊奥尼亚海湾,随后穿过伊利里亚,翻越海墨斯山,渡过了当时被称为色雷斯通道、如今因她而得名为博斯普鲁斯的海峡。她走向斯基泰和金梅里亚的土地,游荡了欧亚大片陆地,横渡了诸多海域,最终来到了埃及;在那里她恢复了原本的形态,并在尼罗河畔生下儿子厄帕福斯。赫拉央求库瑞忒斯人将这孩子弄走,他们便将他藏匿了起来。宙斯发觉后杀死了库瑞忒斯人,而伊俄则踏上了寻找儿子的路途。 她走遍了整个叙利亚(因为有消息称比布罗斯国王的妻子正在哺育这孩子),找到了厄帕福斯后,来到埃及,嫁给了当时统治埃及人的忒勒戈诺斯。她为德墨忒尔立了一尊神像,埃及人称德墨忒尔为伊西斯,并同样将伊俄称为伊西斯。

语法注3 条
  1. 2.1.1ἀφʼ οὗ κληθῆναι τοὺς τὴν Πελοπόννησον οἰκοῦντας Πελασγούς

    不定式 κληθῆναι 用于关系从句中。这是受到前文引述动词(ὡς δὲ Ἀκουσίλαός φησι)的影响,间接引语的结构渗透进关系从句,从而将从属从句的主动词转变为不定式。

  2. 2.1.3οὐκ ἐπισπᾶσθαι τὴν ἀπὸ τῶν θεῶν ὀργὴν τοὺς γινομένους ὅρκους ὑπὲρ ἔρωτος

    在带不定式的宾格结构中,不定式 ἐπισπᾶσθαι 的逻辑主语是后置的 τοὺς γινομένους ὅρκους(“所发的誓言”),直接宾语则是前置的 τὴν ἀπὸ τῶν θεῶν ὀργήν(“来自诸神的愤怒”)。

  3. 2.1.3ἐκ τῆς ἐλαίας ἐδέσμευεν αὐτὴν

    介词 ἐκ 支配属格通常表示起点(“从……”),但与捆绑、系结类动词(如 δεσμεύω)连用时,在古典希腊语中表示附着或固定于某物的悬附起点,意为“拴在……上”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:2.1.1-2.1.3