- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:1.9.27-1.9.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊阿宋返回约尔科斯后,欲为受害的家人向珀利阿斯复仇,美狄亚设计诱使珀利阿斯的女儿们杀害了父亲。随后他们移居科林斯,因伊阿宋背信弃义,美狄亚展开报复后逃往雅典,最终返回科尔喀斯助父复位。
Πελίας δὲ ἀπογνοὺς τὴν ὑποστροφὴν τῶν Ἀργοναυτῶν τὸν Αἴσονα κτείνειν ἤθελεν· ὁ δὲ αἰτησάμενος ἑαυτὸν ἀνελεῖν1 θυσίαν ἐπιτελῶν ἀδεῶς τοῦ ταυρείου σπασάμενος αἵματος ἀπέθανεν. ἡ δὲ Ἰάσονος μήτηρ ἐπαρασαμένη Πελίᾳ, νήπιον ἀπολιποῦσα παῖδα Πρόμαχον ἑαυτὴν ἀνήρτησε· Πελίας δὲ καὶ τὸν αὐτῇ καταλειφθέντα παῖδα ἀπέκτεινεν. ὁ δὲ Ἰάσων κατελθὼν τὸ μὲν δέρας ἔδωκε, περὶ ὧν δὲ ἠδικήθη μετελθεῖν ἐθέλων καιρὸν ἐξεδέχετο. καὶ τότε μὲν εἰς Ἰσθμὸν μετὰ τῶν ἀριστέων πλεύσας ἀνέθηκε τὴν ναῦν Ποσειδῶνι, αὖθις δὲ Μήδειαν παρακαλεῖ ζητεῖν ὅπως Πελίας αὐτῷ δίκας ὑπόσχῃ. ἡ δὲ εἰς τὰ βασίλεια τοῦ Πελίου παρελθοῦσα πείθει τὰς θυγατέρας αὐτοῦ τὸν πατέρα κρεουργῆσαι καὶ καθεψῆσαι, διὰ φαρμάκων αὐτὸν ἐπαγγελλομένη ποιήσειν νέον· καὶ τοῦ πιστεῦσαι χάριν2 κριὸν μελίσασα καὶ καθεψήσασα ἐποίησεν ἄρνα. αἱ δὲ πιστεύσασαι τὸν πατέρα κρεουργοῦσι καὶ καθέψουσιν. Ἄκαστος δὲ μετὰ τῶν τὴν Ἰωλκὸν οἰκούντων τὸν πατέρα θάπτει, τὸν δὲ Ἰάσονα μετὰ τῆς Μηδείας τῆς Ἰωλκοῦ ἐκβάλλει.
珀利阿斯对阿耳戈船英雄们的归还感到绝望,意欲杀死埃宋;但埃宋请求自尽,在举行献祭时毫不畏惧地饮下公牛之血而死。伊阿宋的母亲诅咒了珀利阿斯,留下幼子普罗马科斯后自缢身亡;珀利阿斯连她留下的那个幼子也杀害了。伊阿宋归来后交出了金羊毛,但他渴望为自己所遭受的侵害复仇,便等待时机。当时他与众英雄航行至地峡,将船献给了波塞冬,随后他又请美狄亚想办法让珀利阿斯向他偿还血债。美狄亚潜入珀利阿斯的王宫,说服他的女儿们将父亲分尸并烹煮,许诺通过药物让他重返青春;为了取得她们的信任,她将一只公羊切碎并烹煮,使其变成了一只羊羔。女儿们信以为真,便将父亲分尸并烹煮。阿卡斯托斯与约尔科斯的居民一同埋葬了父亲,并将伊阿宋与美狄亚逐出了约尔科斯。
οἱ δὲ ἧκον εἰς Κόρινθον, καὶ δέκα μὲν ἔτη διετέλουν εὐτυχοῦντες, αὖθις δὲ τοῦ τῆς Κορίνθου βασιλέως Κρέοντος τὴν θυγατέρα Γλαύκην Ἰάσονι ἐγγυῶντος, παραπεμψάμενος3 Ἰάσων Μήδειαν ἐγάμει. ἡ δέ, οὕς τε ὤμοσεν Ἰάσων θεοὺς ἐπικαλεσαμένη καὶ τὴν Ἰάσονος ἀχαριστίαν μεμψαμένη πολλάκις, τῇ μὲν γαμουμένῃ πέπλον μεμαγμένον φαρμάκοις ἔπεμψεν, ὃν ἀμφιεσαμένη μετὰ τοῦ βοηθοῦντος πατρὸς πυρὶ λάβρῳ κατεφλέχθη, τοὺς δὲ παῖδας οὓς εἶχεν ἐξ Ἰάσονος, Μέρμερον καὶ Φέρητα, ἀπέκτεινε, καὶ λαβοῦσα παρὰ Ἡλίου ἅρμα πτηνῶν δρακόντων ἐπὶ τούτου φεύγουσα ἦλθεν εἰς Ἀθήνας. λέγεται δὲ καὶ ὅτι φεύγουσα τοὺς παῖδας ἔτι νηπίους ὄντας κατέλιπεν, ἱκέτας καθίσασα ἐπὶ τὸν βωμὸν τῆς Ἥρας τῆς ἀκραίας· Κορίνθιοι δὲ αὐτοὺς ἀναστήσαντες4 κατετραυμάτισαν. Μήδεια δὲ ἧκεν εἰς Ἀθήνας, κἀκεῖ γαμηθεῖσα Αἰγεῖ παῖδα γεννᾷ Μῆδον. ἐπιβουλεύουσα δὲ ὕστερον Θησεῖ φυγὰς ἐξ Ἀθηνῶν μετὰ τοῦ παιδὸς ἐκβάλλεται. ἀλλʼ οὗτος μὲν πολλῶν κρατήσας βαρβάρων τὴν ὑφʼ ἑαυτὸν χώραν ἅπασαν Μηδίαν ἐκάλεσε, καὶ στρατευόμενος ἐπὶ Ἰνδοὺς ἀπέθανε· Μήδεια δὲ εἰς Κόλχους ἦλθεν ἄγνωστος, καὶ καταλαβοῦσα Αἰήτην ὑπὸ τοῦ ἀδελφοῦ Πέρσου τῆς βασιλείας ἐστερημένον, κτείνασα τοῦτον τῷ πατρὶ τὴν βασιλείαν ἀποκατέστησεν.
他们来到了科林斯,过了十年幸福的日子;但后来科林斯国王克瑞翁将女儿格劳刻许配给伊阿宋,伊阿宋便休弃美狄亚,娶了格劳刻。美狄亚呼告伊阿宋曾指着发誓的神明,多次指责伊阿宋的忘恩负义,并送给新娘一件浸透了药物的袍服;新娘穿上它,便与前来救援的父亲一同被烈火焚烧而亡;美狄亚杀死了她为伊阿宋所生的儿子墨耳墨罗斯和斐瑞斯,并从赫利俄斯那里得到了由带翼龙拉着的战车,乘着它逃到了雅典。也有人说,她在逃亡时留下了尚在襁褓中的孩子们,让他们作为祈求者坐在阿克赖亚的赫拉的祭坛上;但科林斯人将他们强行拉起并伤残致死。 美狄亚来到雅典,在那里嫁给埃勾斯,生下一子墨杜斯。但后来她因图谋陷害忒修斯,便与儿子一同作为流亡者被逐出雅典。墨杜斯征服了许多蛮族,将他统治下的全部地区命名为米底亚,后来在远征印度人时战死;而美狄亚隐姓埋名回到科尔喀斯,发现埃厄忒斯被其兄弟珀耳塞斯篡夺了王位,她杀死了珀耳塞斯,为父亲恢复了王位。
- 1.9.27αἰτησάμενος ἑαυτὸν ἀνελεῖν
中间位分词 αἰτησάμενος 后接带反身代词 ἑαυτόν 的主动不定词 ἀνελεῖν,表示“请求允许自杀/自行了断”。
- 1.9.27τοῦ πιστεῦσαι χάριν
前置词性副词 χάριν 支配定冠词与不定词构成的属格 τοῦ πιστεῦσαι,构成目的表达,意为“为了使之确信/为了博取信任”。
- 1.9.28παραπεμψάμενος
动词 παραπέμπω 的中间位分词,在此处具有法律和社交语境下的专有含义,指“休弃”、“遗弃”妻子。
- 1.9.28ἀναστήσαντες
ἀνίστημι 的第一不定过去时主动分词(作及物动词用),意为“使……站起”或“强行拉起”,指将作为祈求者坐在祭坛上的孩子们强行拽离。
