← 伪阿波罗多洛斯

书库

§1.9.7-1.9.11

萨尔摩纽斯的毁灭与堤洛的后代

本节记述了萨尔摩纽斯因不敬神而遭覆灭,其女堤洛与波塞冬所生之子珀利阿斯和涅柔斯的诞生与复仇,涅柔斯的后代及遭赫拉克勒斯讨伐的命运,以及克瑞透斯的谱系与墨兰普斯获得预言能力的始末。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9.7

Σαλμωνεὺς δὲ τὸ μὲν πρῶτον περὶ Θεσσαλίαν κατῴκει, παραγενόμενος δὲ αὖθις εἰς Ἦλιν ἐκεῖ πόλιν ἔκτισεν. ὑβριστὴς δὲ ὢν καὶ τῷ Διὶ ἐξισοῦσθαι θέλων διὰ τὴν ἀσέβειαν ἐκολάσθη· ἔλεγε γὰρ ἑαυτὸν εἶναι Δία, καὶ τὰς ἐκείνου θυσίας ἀφελόμενος ἑαυτῷ προσέτασσε θύειν, καὶ βύρσας μὲν ἐξηραμμένας ἐξ ἅρματος μετὰ λεβήτων χαλκῶν σύρων ἔλεγε βροντᾶν,1 βάλλων δὲ εἰς οὐρανὸν αἰθομένας λαμπάδας ἔλεγεν ἀστράπτειν. Ζεὺς δὲ αὐτὸν κεραυνώσας τὴν κτισθεῖσαν ὑπʼ αὐτοῦ πόλιν καὶ τοὺς οἰκήτορας ἠφάνισε πάντας.

萨尔摩纽斯起初住在色萨利一带,后来来到厄利斯,并在那里建立了一座城。但他生性狂妄,妄图与宙斯平起平坐,因这种不敬神之举而遭到了惩罚;因为他声称自己就是宙斯,夺走宙斯的祭品并命令人们向自己献祭;他在战车后面连同青铜釜一起拖着晒干的牛皮,声称自己在打雷,又把燃烧的火把掷向空中,声称自己在闪电。宙斯用雷霆击杀了他,将他所建立的城及其所有居民彻底消灭。

§1.9.8

Τυρὼ δὲ ἡ Σαλμωνέως θυγάτηρ καὶ Ἀλκιδίκης παρὰ Κρηθεῖ τρεφομένη ἔρωτα ἴσχει Ἐνιπέως τοῦ ποταμοῦ, καὶ συνεχῶς ἐπὶ τὰ τούτου ῥεῖθρα φοιτῶσα τούτοις ἐπωδύρετο. Ποσειδῶν δὲ εἰκασθεὶς Ἐνιπεῖ συγκατεκλίθη αὐτῇ· ἡ δὲ γεννήσασα κρύφα διδύμους παῖδας ἐκτίθησιν. ἐκκειμένων δὲ τῶν βρεφῶν, παριόντων ἱπποφορβῶν2 ἵππος μία προσαψαμένη τῇ χηλῇ θατέρου τῶν βρεφῶν πέλιόν τι τοῦ προσώπου μέρος ἐποίησεν. ὁ δὲ ἱπποφορβὸς ἀμφοτέρους τοὺς παῖδας ἀνελόμενος ἔθρεψε, καὶ τὸν μὲν πελιωθέντα Πελίαν ἐκάλεσε, τὸν δὲ ἕτερον Νηλέα. τελειωθέντες δὲ ἀνεγνώρισαν τὴν μητέρα, καὶ τὴν μητρυιὰν ἀπέκτειναν Σιδηρώ· κακουμένην γὰρ γνόντες ὑπʼ αὐτῆς τὴν μητέρα ὥρμησαν ἐπʼ αὐτήν, ἡ δὲ φθάσασα εἰς τὸ τῆς Ἥρας τέμενος κατέφυγε, Πελίας δὲ ἐπʼ αὐτῶν τῶν βωμῶν αὐτὴν κατέσφαξε, καὶ καθόλου διετέλει τὴν Ἥραν ἀτιμάζων.

萨尔摩纽斯与阿尔喀狄刻之女堤洛由克瑞透斯抚养长大,她爱上了厄尼培乌斯河,经常前往河边对着流水哀诉。波塞冬化作厄尼培乌斯的模样与她同卧;她暗中生下一对孪生男婴,将他们遗弃。在婴儿被遗弃在外时,一群养马人走过,其中一匹母马用马蹄碰到了其中一个婴儿,把他脸上的一处碰成了青黑色。养马人收养抚育了这两个孩子,把带青黑印记的起名为珀利阿斯,另一个起名为涅琉斯。他们长大成人后认出了生母,并杀死了继母西得洛;因为他们得知母亲遭受她的虐待,便向她冲去,西得洛抢先逃入了赫拉的圣域,但珀利阿斯就在祭坛之上将她宰杀,并且自始至终一直侮慢赫拉。

§1.9.9

ἐστασίασαν δὲ ὕστερον πρὸς ἀλλήλους, καὶ Νηλεὺς μὲν ἐκπεσὼν ἧκεν εἰς Μεσσήνην καὶ Πύλον κτίζει, καὶ γαμεῖ Χλωρίδα τὴν Ἀμφίονος, ἐξ ἧς αὐτῷ γίνεται θυγάτηρ μὲν Πηρώ, ἄρρενες δὲ Ταῦρος Ἀστέριος Πυλάων Δηίμαχος Εὐρύβιος Ἐπίλαος Φράσιος Εὐρυμένης Εὐαγόρας Ἀλάστωρ Νέστωρ Περικλύμενος, ᾧ δὴ καὶ Ποσειδῶν δίδωσι μεταβάλλειν τὰς μορφάς, καὶ μαχόμενος ὅτε Ἡρακλῆς ἐξεπόρθει Πύλον, γινόμενος ὁτὲ μὲν λέων ὁτὲ δὲ ὄφις ὁτὲ δὲ μέλισσα, ὑφʼ Ἡρακλέους μετὰ τῶν ἄλλων Νηλέως παίδων ἀπέθανεν.3 ἐσώθη δὲ Νέστωρ μόνος, ἐπειδὴ παρὰ Γερηνίοις ἐτρέφετο· ὃς γήμας Ἀναξιβίαν τὴν Κρατιέως θυγατέρας μὲν Πεισιδίκην καὶ Πολυκάστην ἐγέννησε, παῖδας δὲ Περσέα Στράτιχον Ἄρητον Ἐχέφρονα Πεισίστρατον Ἀντίλοχον Θρασυμήδην.

后来他们兄弟二人互相争斗,被驱逐的涅柔斯来到墨塞涅,建立了皮洛斯,并娶了安菲翁之女克洛里斯;她为他生了一个女儿培罗,以及诸子陶洛斯、阿斯忒里俄斯、皮拉翁、得伊玛科斯、欧律比俄斯、厄庇拉俄斯、弗拉西俄斯、欧律墨涅斯、欧阿戈拉斯、阿拉斯托耳、涅斯托耳以及珀里克吕墨诺斯;正是波塞冬赋予了珀里克吕墨诺斯变幻形貌的本领,在赫拉克勒斯攻破皮洛斯时他奋起作战,时而化作雄狮,时而化作毒蛇,时而化作蜜蜂,最终与涅柔斯的其余诸子一同被赫拉克勒斯杀死。唯独涅斯托耳因为在革瑞尼亚人那里抚养而幸存;他娶了克拉提厄斯之女阿那克西比亚,生下了女儿佩西狄刻和波吕卡斯忒,以及诸子珀耳修斯、斯特拉提科斯、阿瑞托斯、厄客弗戎、佩西斯特拉托斯、安提洛科斯和斯拉叙墨得斯。

§1.9.10

Πελίας δὲ περὶ Θεσσαλίαν κατῴκει, καὶ γήμας Ἀναξιβίαν τὴν Βίαντος, ὡς δὲ ἔνιοι Φυλομάχην τὴν Ἀμφίονος, ἐγέννησε παῖδα μὲν Ἄκαστον, θυγατέρας δὲ Πεισιδίκην Πελόπειαν Ἱπποθόην Ἄλκηστιν.

珀利阿斯住在色萨利一带,娶了比阿斯之女阿那克西比亚(据某些人说则是安菲翁之女费洛玛客),生下了儿子阿卡斯托斯,以及诸女佩西狄刻、珀洛佩亚、希波托厄和阿尔刻斯提斯。

§1.9.11

Κρηθεὺς δὲ κτίσας Ἰωλκὸν γαμεῖ Τυρὼ τὴν Σαλμωνέως, ἐξ ἧς αὐτῷ γίνονται παῖδες Αἴσων Ἀμυθάων Φέρης. Ἀμυθάων μὲν οὖν οἰκῶν Πύλον Εἰδομένην γαμεῖ τὴν Φέρητος, καὶ γίνονται παῖδες αὐτῷ Βίας καὶ Μελάμπους, ὃς ἐπὶ τῶν χωρίων διατελῶν, οὔσης πρὸ τῆς οἰκήσεως αὐτοῦ δρυὸς ἐν ᾗ φωλεὸς ὄφεων ὑπῆρχεν, ἀποκτεινάντων τῶν θεραπόντων τοὺς ὄφεις τὰ μὲν ἑρπετὰ ξύλα συμφορήσας ἔκαυσε, τοὺς δὲ τῶν ὄφεων νεοσσοὺς ἔθρεψεν.4 οἱ δὲ γενόμενοι τέλειοι παραστάντες αὐτῷ κοιμωμένῳ τῶν ὤμων ἐξ ἑκατέρου τὰς ἀκοὰς ταῖς γλώσσαις ἐξεκάθαιρον. ὁ δὲ ἀναστὰς καὶ γενόμενος περιδεὴς τῶν ὑπερπετομένων ὀρνέων τὰς φωνὰς συνίει, καὶ παρʼ ἐκείνων μανθάνων προύλεγε τοῖς ἀνθρώποις τὰ μέλλοντα. προσέλαβε δὲ καὶ τὴν διὰ τῶν ἱερῶν μαντικήν, περὶ δὲ τὸν Ἀλφειὸν συντυχὼν Ἀπόλλωνι τὸ λοιπὸν ἄριστος ἦν μάντις.

克瑞透斯建立了约尔科斯,娶了萨尔摩纽斯之女堤洛;她为他生下了埃宋、阿密塔翁和斐瑞斯等诸子。阿密塔翁住在皮洛斯,娶了斐瑞斯之女伊多墨涅,为他生下了比阿斯和墨兰普斯两个儿子。这位墨兰普斯长年住在乡间;他的住宅前有一棵橡树,树中有一个蛇窝;当仆人们把蛇杀死后,他堆聚柴木焚烧了那些爬虫,却抚育了幼蛇。幼蛇长大后,在他熟睡时立于其身旁,分别从他两侧的肩膀用舌头舔净了他的双耳。他醒来后虽甚感惊骇,却能听懂在上空飞过的鸟雀的鸣叫,并从它们那里学习,为人预言未来之事。他还习得了通过牺牲进行占卜的法术,在阿尔斐俄斯河一带与阿波罗相遇后,从此成为最出色的预言者。

语法注4 条
  1. 1.9.7ἔλεγε βροντᾶν

    通常用作无人称动词的 βροντάω(打雷)在此作主句主语(萨尔摩纽斯)的同主语不定式补足语,表示他声称自己正在打雷。

  2. 1.9.8ἐκκειμένων δὲ τῶν βρεφῶν, παριόντων ἱπποφορβῶν

    此处连续出现两个属格绝对结构。前一个 ἐκκειμένων δὲ τῶν βρεφῶν 提供背景状态(男婴被遗弃),后一个 παριόντων ἱπποφορβῶν 则引出同时发生的动作(养马人经过)。

  3. 1.9.9ᾧ δὴ καὶ Ποσειδῶν δίδωσι μεταβάλλειν τὰς μορφάς, καὶ μαχόμενος ὅτε Ἡρακλῆς ἐξεπόρθει Πύλον, γινόμενος ὁτὲ μὲν λέων ὁτὲ δὲ ὄφις ὁτὲ δὲ μέλισσα, ὑφʼ Ἡρακλέους μετὰ τῶν ἄλλων Νηλέως παίδων ἀπέθανεν.

    在由关系代词 ᾧ 引导的关系从句内部发生了主语转换。与格 ᾧ 所依附的主语是 Ποσειδῶν(“波塞冬赋予他……”),但接续的分词 μαχόμενος、γινόμενος 以及动词 ἀπέθανεν 的主语则转为了先行词珀里克吕墨诺斯本人。

  4. 1.9.11ὃς ἐπὶ τῶν χωρίων διατελῶν, οὔσης πρὸ τῆς οἰκήσεως αὐτοῦ δρυὸς ἐν ᾗ φωλεὸς ὄφεων ὑπῆρχεν, ἀποκτεινάντων τῶν θεραπόντων τοὺς ὄφεις τὰ μὲν ἑρπετὰ ξύλα συμφορήσας ἔκαυσε, τοὺς δὲ τῶν ὄφεων νεοσσοὺς ἔθρεψεν.

    在主格关系代词 ὃς(墨兰普斯)及分词 διατελῶν 之后,插入了两个属格绝对结构(οὔσης... δρυός 与 ἀποκτεινάντων τῶν θεραπόντων)以及一个关系从句,最终由对照句 τὰ μὲν... ἔκαυσε, τοὺς δὲ... ἔθρεψεν 完成主干。句子的核心骨架为 ὃς ... ἔκαυσε ... ἔθρεψεν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:1.9.7-1.9.11