- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:1.9.12-1.9.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
墨兰普斯利用其预言能力获取费拉科斯的牛群以相助兄弟比阿斯求婚,随后定居阿尔戈斯,文中记叙了其后裔世系;又记述了阿波罗服侍斐瑞斯之子阿德墨托斯,以及其妻阿尔刻斯提斯代夫赴死并重返人间的始末。
Βίας δὲ ἐμνηστεύετο Πηρὼ τὴν Νηλέως· ὁ δὲ πολλῶν αὐτῷ μνηστευομένων τὴν θυγατέρα δώσειν ἔφη τῷ τὰς Φυλάκου βόας κομίσαντι αὐτῷ. αὗται δὲ ἦσαν ἐν Φυλάκῃ, καὶ κύων ἐφύλασσεν αὐτὰς οὗ οὔτε ἄνθρωπος οὔτε θηρίον πέλας ἐλθεῖν ἠδύνατο.1 ταύτας ἀδυνατῶν Βίας τὰς βόας κλέψαι παρεκάλει τὸν ἀδελφὸν συλλαβέσθαι. Μελάμπους δὲ ὑπέσχετο, καὶ προεῖπεν ὅτι φωραθήσεται κλέπτων καὶ δεθεὶς ἐνιαυτὸν οὕτω τὰς βόας λήψεται. μετὰ δὲ τὴν ὑπόσχεσιν εἰς Φυλάκην ἀπῄει καί, καθάπερ προεῖπε, φωραθεὶς ἐπὶ τῇ κλοπῇ δέσμιος ἐν οἰκήματι ἐφυλάσσετο. λειπομένου δὲ τοῦ ἐνιαυτοῦ βραχέος χρόνου, τῶν κατὰ τὸ κρυφαῖον τῆς στέγης σκωλήκων ἀκούει, τοῦ μὲν ἐρωτῶντος πόσον ἤδη μέρος τοῦ δοκοῦ διαβέβρωται, τῶν δὲ ἀποκρινομένων2 λοιπὸν ἐλάχιστον εἶναι. καὶ ταχέως ἐκέλευσεν αὑτὸν εἰς ἕτερον οἴκημα μεταγαγεῖν, γενομένου δὲ τούτου μετʼ οὐ πολὺ συνέπεσε τὸ οἴκημα. θαυμάσας δὲ Φύλακος, καὶ μαθὼν ὅτι ἐστὶ μάντις ἄριστος, λύσας παρεκάλεσεν εἰπεῖν ὅπως αὐτοῦ τῷ παιδὶ Ἰφίκλῳ παῖδες γένωνται. ὁ δὲ ὑπέσχετο ἐφʼ ᾧ τὰς βόας λήψεται. καὶ καταθύσας ταύρους δύο καὶ μελίσας τοὺς οἰωνοὺς προσεκαλέσατο· παραγενομένου δὲ αἰγυπιοῦ, παρὰ τούτου μανθάνει δὴ ὅτι Φύλακός ποτε κριοὺς τέμνων ἐπὶ τῶν αἰδοίων παρὰ τῷ Ἰφίκλῳ τὴν μάχαιραν ᾑμαγμένην ἔτι κατέθετο, δείσαντος δὲ τοῦ παιδὸς καὶ φυγόντος αὖθις κατὰ τῆς ἱερᾶς δρυὸς αὐτὴν ἔπηξε, καὶ ταύτην ἀμφιτροχάσας ἐκάλυψεν ὁ φλοιός. ἔλεγεν οὖν, εὑρεθείσης τῆς μαχαίρας εἰ ξύων τὸν ἰὸν ἐπὶ ἡμέρας δέκα Ἰφίκλῳ δῷ πιεῖν, παῖδα γεννήσειν. ταῦτα μαθὼν παρʼ αἰγυπιοῦ Μελάμπους τὴν μὲν μάχαιραν εὗρε, τῷ δὲ Ἰφίκλῳ τὸν ἰὸν ξύσας ἐπὶ ἡμέρας δέκα δέδωκε πιεῖν, καὶ παῖς αὐτῷ Ποδάρκης ἐγένετο. τὰς δὲ βόας εἰς Πύλον ἤλασε, καὶ τῷ ἀδελφῷ τὴν Νηλέως θυγατέρα λαβὼν ἔδωκε. καὶ μέχρι μέν τινος ἐν Μεσσήνῃ κατῴκει, ὡς δὲ τὰς ἐν Ἄργει γυναῖκας ἐξέμηνε Διόνυσος, ἐπὶ μέρει τῆς βασιλείας ἰασάμενος αὐτὰς ἐκεῖ μετὰ Βίαντος κατῴκησε.
比阿斯曾向涅琉斯之女培罗求婚;但因向其女儿求婚者甚多,涅琉斯便声明将把女儿许配给为他带来费拉科斯牛群的人。这些牛位于费拉客,并有一只无论人兽皆无法接近的恶犬看守着它们。比阿斯无法偷取这些牛,便请求兄弟前来相助。墨兰普斯答应了,并预言自己将在偷盗时当场被捉,但在被关押一年之后,便会以此方式取得那些牛。许诺之后,他动身前往费拉客,正如他所预言的那样,因行窃当场被捕,作为囚徒被关押在一间屋子里监视起来。在满一年还差短暂的一段时日时,他听见屋顶暗处的蠹虫说话,一只询问横梁已经有多少部分被蛀空,其余的回答说所剩无几。他便立刻吩咐将自己转移到另一间屋子里,转移完成后不久,那间屋子便坍塌了。费拉科斯大为惊异,得知他是位出色的预言家,便解开他的绳索,请求他指点如何才能使自己的儿子伊菲克洛斯获得子嗣。墨兰普斯答应了,条件是以那些牛作为酬劳。他宰杀了公牛二头,切成肉块,召引猛禽;当一只兀鹰飞来时,他从兀鹰那里得知,费拉科斯当年为公羊实施去势时,曾把那把犹带鲜血的小刀放在伊菲克洛斯身旁,那孩子惊恐逃跑,费拉科斯便将小刀插在神圣的橡树上,树皮在小刀周围生长包裹将其掩盖。兀鹰因而说道,若找到这把小刀,刮下锈斑给伊菲克洛斯连饮十天,他便能生子。墨兰普斯从兀鹰那里得知这些后,寻得了小刀,刮下锈斑给伊菲克洛斯饮用了十天,伊菲克洛斯便得了一子,名为波达耳客斯。墨兰普斯把牛群赶往皮洛斯,取得了涅琉斯的女儿并交给兄弟为妻。他曾有一段时间住在墨塞涅,但当狄俄倪索斯使阿尔戈斯的妇女发狂后,他以获得一部分王权为条件医治了她们,遂与比阿斯一同迁居该地。
Βίαντος δὲ καὶ Πηροῦς Ταλαός, οὗ καὶ Λυσιμάχης τῆς Ἄβαντος τοῦ Μελάμποδος Ἄδραστος Παρθενοπαῖος Πρῶναξ Μηκιστεὺς Ἀριστόμαχος Ἐριφύλη, ἣν Ἀμφιάραος γαμεῖ. Παρθενοπαίου δὲ Πρόμαχος ἐγένετο, ὃς μετὰ τῶν ἐπιγόνων ἐπὶ Θήβας ἐστρατεύθη, Μηκιστέως δὲ Εὐρύαλος, ὃς ἧκεν εἰς Τροίαν. Πρώνακτος δὲ ἐγένετο Λυκοῦργος, Ἀδράστου δὲ καὶ Ἀμφιθέας τῆς Πρώνακτος θυγατέρες μὲν Ἀργεία Δηιπύλη Αἰγιάλεια, παῖδες δὲ Αἰγιαλεὺς καὶ Κυάνιππος.
比阿斯与培罗生下了塔拉俄斯;塔拉俄斯与墨兰普斯之子阿巴斯的女儿莉西玛客生下了阿德剌斯托斯、帕耳忒诺派俄斯、普罗纳克斯、墨喀斯透斯、阿里斯托马科斯,以及埃里费勒(安菲阿剌俄斯娶她为妻)。帕耳忒诺派俄斯生了普罗马科斯(他曾随厄庇戈诺伊远征忒拜),墨喀斯透斯生了欧律阿洛斯(他曾前往特洛伊)。普罗纳克斯生了吕库耳戈斯;阿德剌斯托斯与普罗纳克斯之女安菲忒亚生下了女儿阿尔革亚、得伊庇勒、埃癸阿勒亚,以及儿子埃癸阿勒乌斯和库阿尼波斯。
Φέρης δὲ ὁ Κρηθέως Φερὰς ἐν Θεσσαλίᾳ κτίσας ἐγέννησεν Ἄδμητον καὶ Λυκοῦργον. Λυκοῦργος μὲν οὖν περὶ Νεμέαν κατῴκησε, γήμας δὲ Εὐρυδίκην, ὡς δὲ ἔνιοί φασιν Ἀμφιθέαν, ἐγέννησεν Ὀφέλτην τὸν ὕστερον κληθέντα Ἀρχέμορον.
克瑞透斯之子斐瑞斯在色萨利建立了斐赖,生下了阿德墨托斯和吕库耳戈斯。吕库耳戈斯定居在涅墨亚一带,娶了欧律狄刻(据某些人说是安菲忒亚),生下了后来被称为阿耳客摩洛斯的俄斐尔忒斯。
Ἀδμήτου δὲ βασιλεύοντος τῶν Φερῶν, ἐθήτευσεν Ἀπόλλων αὐτῷ μνηστευομένῳ τὴν Πελίου θυγατέρα Ἄλκηστιν. ἐκείνου δὲ δώσειν ἐπαγγειλαμένου τὴν θυγατέρα τῷ καταζεύξαντι ἅρμα λέοντος καὶ κάπρου, Ἀπόλλων ζεύξας ἔδωκεν· ὁ δὲ κομίσας πρὸς Πελίαν Ἄλκηστιν λαμβάνει. θύων δὲ ἐν τοῖς γάμοις ἐξελάθετο Ἀρτέμιδι θῦσαι· διὰ τοῦτο τὸν θάλαμον ἀνοίξας εὗρε δρακόντων σπειράμασι πεπληρωμένον. Ἀπόλλων δὲ εἰπὼν ἐξιλάσκεσθαι τὴν θεόν, ᾐτήσατο παρὰ μοιρῶν ἵνα, ὅταν Ἄδμητος μέλλῃ τελευτᾶν, ἀπολυθῇ τοῦ θανάτου, ἂν ἑκουσίως τις ὑπὲρ αὐτοῦ θνήσκειν ἕληται.3 ὡς δὲ ἦλθεν ἡ τοῦ θνήσκειν ἡμέρα, μήτε τοῦ πατρὸς μήτε τῆς μητρὸς ὑπὲρ αὐτοῦ θνήσκειν θελόντων, Ἄλκηστις ὑπεραπέθανε. καὶ αὐτὴν πάλιν ἀνέπεμψεν ἡ Κόρη, ὡς δὲ ἔνιοι λέγουσιν, Ἡρακλῆς πρὸς αὐτὸν ἀνεκόμισε μαχεσάμενος Ἅιδῃ.
阿德墨托斯统治斐赖时,阿波罗在他向珀利阿斯之女阿尔刻斯提斯求婚期间曾受雇服侍他。珀利阿斯曾许诺将女儿许配给能够用狮子与野猪套驾战车的人,阿波罗便为阿德墨托斯套好战车交给了他;阿德墨托斯将其带到珀利阿斯面前,迎娶了阿尔刻斯提斯。但他在婚礼献祭时,却遗忘了向阿耳忒弥斯献祭;因此当他打开新房时,发现里面塞满了盘绕的毒蛇。阿波罗吩咐他平息女神的怒火,并向命运女神祈求,使阿德墨托斯在将死之时,若有人甘愿代他受死,便可免于一死。但当死亡之日来临,其父其母皆不愿代他而死,阿尔刻斯提斯便代他捐躯。此后少女(珀耳塞福涅)将她重新送回人间,或者如某些人所言,是赫拉克勒斯与哈得斯搏斗后将她带回交还给阿德墨托斯。
- 1.9.12οὗ οὔτε ἄνθρωπος οὔτε θηρίον πέλας ἐλθεῖν ἠδύνατο
此处 οὗ 为阳性单数属格关系代词,先行词为 κύων,作副词 πέλας(“在……附近”)所要求的属格补足语,意即“接近那只犬”。虽然亦可将 οὗ 视作关系副词(“在……之处”),但从与 πέλας 的自然搭配来看,作代词属格更为确切。
- 1.9.12τῶν κατὰ τὸ κρυφαῖον τῆς στέγης σκωλήκων ἀκούει, τοῦ μὲν ἐρωτῶντος ... τῶν δὲ ἀποκρινομένων
感官动词 ἀκούει 支配属格名词短语 τῶν ... σκωλήκων 作为宾语,随后的分词 τοῦ μὲν ἐρωτῶντος 与 τῶν δὲ ἀποκρινομένων 则作为“部分与整体”的同格成分(部分属格),修饰该名词短语。尽管形式上与属格独立结构相似,但此处宜按听觉动词直接支配的属格分词结构来理解。
- 1.9.15ἵνα, ὅταν Ἄδμητος μέλλῃ τελευτᾶν, ἀπολυθῇ τοῦ θανάτου, ἂν ἑκουσίως τις ὑπὲρ αὐτοῦ θνήσκειν ἕληται
在由 ᾐτήσατο(“请求”)所引出的 ἵνα 从属目的/请求从句内部,嵌套了一个时间从句(ὅταν Ἄδμητος μέλλῃ...)以及一个假定条件从句(ἂν ... ἕληται)。从句的核心结构为 ἵνα ... ἀπολυθῇ τοῦ θανάτου(“得以免死”),而 ἄν 条件从句则充当其生效的先决条件(“如果有人自愿替他赴死”)。
