- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:1.9.1-1.9.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了埃俄罗斯诸子(阿塔玛斯、西绪福斯、德伊翁、珀里厄瑞斯、玛格涅斯)的谱系与传说,重点叙述了佛里克索斯骑金羊毛公羊逃走的故事以及西绪福斯在冥府受罚的原委。
τῶν δὲ Αἰόλου παίδων Ἀθάμας, Βοιωτίας δυναστεύων, ἐκ Νεφέλης τεκνοῖ παῖδα μὲν Φρίξον θυγατέρα δὲ Ἕλλην. αὖθις δὲ Ἰνὼ γαμεῖ, ἐξ ἧς αὐτῷ Λέαρχος καὶ Μελικέρτης ἐγένοντο. ἐπιβουλεύουσα δὲ Ἰνὼ τοῖς Νεφέλης τέκνοις ἔπεισε τὰς γυναῖκας τὸν πυρὸν φρύγειν. λαμβάνουσαι δὲ κρύφα τῶν ἀνδρῶν τοῦτο ἔπρασσον. γῆ δὲ πεφρυγμένους πυροὺς δεχομένη καρποὺς ἐτησίους οὐκ ἀνεδίδου. διὸ πέμπων ὁ Ἀθάμας εἰς Δελφοὺς ἀπαλλαγὴν ἐπυνθάνετο τῆς ἀφορίας. Ἰνὼ δὲ τοὺς πεμφθέντας ἀνέπεισε λέγειν ὡς εἴη κεχρησμένον παύσεσθαι τὴν ἀκαρπίαν, ἐὰν σφαγῇ Διὶ ὁ Φρίξος.1 τοῦτο ἀκούσας Ἀθάμας, συναναγκαζόμενος ὑπὸ τῶν τὴν γῆν κατοικούντων, τῷ βωμῷ παρέστησε Φρίξον. Νεφέλη δὲ μετὰ τῆς θυγατρὸς αὐτὸν ἀνήρπασε, καὶ παρʼ Ἑρμοῦ λαβοῦσα χρυσόμαλλον κριὸν ἔδωκεν, ὑφʼ οὗ φερόμενοι διʼ οὐρανοῦ γῆν ὑπερέβησαν καὶ θάλασσαν. ὡς δὲ ἐγένοντο κατὰ τὴν μεταξὺ κειμένην θάλασσαν Σιγείου καὶ Χερρονήσου, ὤλισθεν εἰς τὸν βυθὸν ἡ Ἕλλη, κἀκεῖ θανούσης αὐτῆς ἀπʼ ἐκείνης Ἑλλήσποντος ἐκλήθη τὸ πέλαγος. Φρίξος δὲ ἦλθεν εἰς Κόλχους, ὧν Αἰήτης ἐβασίλευε παῖς Ἡλίου καὶ Περσηίδος, ἀδελφὸς δὲ Κίρκης καὶ Πασιφάης, ἣν Μίνως ἔγημεν. οὗτος αὐτὸν ὑποδέχεται, καὶ μίαν τῶν θυγατέρων Χαλκιόπην δίδωσιν. ὁ δὲ τὸν χρυσόμαλλον κριὸν Διὶ θύει φυξίῳ, τὸ δὲ τούτου δέρας Αἰήτῃ δίδωσιν· ἐκεῖνος δὲ αὐτὸ περὶ δρῦν ἐν Ἄρεος ἄλσει καθήλωσεν. ἐγένοντο δὲ ἐκ Χαλκιόπης Φρίξῳ παῖδες Ἄργος Μέλας Φρόντις Κυτίσωρος.
埃俄罗斯的诸子中,统治维奥蒂亚的阿塔玛斯与涅斐勒生下了儿子佛里克索斯和女儿赫勒。后来他又娶了伊诺,她为他生了勒阿耳科斯和墨利客耳忒斯。伊诺图谋陷害涅斐勒的孩子们,便说服妇女们把麦种炒熟。她们瞒着丈夫〔把麦种〕取来,照做了。大地播下了炒熟的麦子,便不再产出每年的收成。因此阿塔玛斯派使者去德尔斐,询问摆脱荒年的方法。伊诺却买通了被派遣的人,让他们回报说神谕宣示,如果把佛里克索斯献祭给宙斯,荒年就会止息。阿塔玛斯听信此言,在当地居民的强迫之下,将佛里克索斯带到了祭坛前。然而涅斐勒将他与女儿一同掠走救出,并把从赫耳墨斯处得来的金羊毛公羊交给了他们;他们乘着这只羊穿过天空,越过了陆地和海洋。但当他们来到西盖翁与赫耳索涅索斯之间的海面上空时,赫勒滑落坠入深渊,并死在那里,那片海域遂依她的名字被称为赫勒斯滂。佛里克索斯则来到了科尔喀斯,统治那里的埃厄忒斯是赫利俄斯与珀耳塞伊斯之子,也是喀耳刻与弥诺斯之妻帕西法厄的兄弟。埃厄忒斯接待了他,并将自己的一个女儿喀尔喀俄佩嫁给了他。佛里克索斯将金羊毛公羊献祭给庇佑逃亡者的宙斯,把羊皮送给了埃厄忒斯;埃厄忒斯便将它钉在阿瑞斯圣林中的一棵橡树上。喀尔喀俄佩为佛里克索斯生下了诸子阿尔戈斯、墨拉斯、佛戎提斯和屈提索洛斯。
Ἀθάμας δὲ ὕστερον διὰ μῆνιν Ἥρας καὶ τῶν ἐξ Ἰνοῦς ἐστερήθη παίδων· αὐτὸς μὲν γὰρ μανεὶς ἐτόξευσε Λέαρχον, Ἰνὼ δὲ Μελικέρτην μεθʼ ἑαυτῆς εἰς πέλαγος ἔρριψεν. ἐκπεσὼν δὲ τῆς Βοιωτίας ἐπυνθάνετο τοῦ θεοῦ ποῦ κατοικήσει· χρησθέντος δὲ αὐτῷ κατοικεῖν ἐν ᾧπερ ἂν τόπῳ ὑπὸ ζῴων ἀγρίων ξενισθῇ,2 πολλὴν χώραν διελθὼν ἐνέτυχε λύκοις προβάτων μοίρας νεμομένοις· οἱ δέ, θεωρήσαντες αὐτόν, ἃ διῃροῦντο ἀπολιπόντες ἔφυγον. Ἀθάμας δὲ κτίσας τὴν χώραν Ἀθαμαντίαν ἀφʼ ἑαυτοῦ προσηγόρευσε, καὶ γήμας Θεμιστὼ τὴν Ὑψέως ἐγέννησε Λεύκωνα Ἐρύθριον Σχοινέα Πτῶον.
后来阿塔玛斯因赫拉的愤怒,也失去了伊诺所生的孩子;他自己发狂用箭射死了勒阿耳科斯,伊诺则带着墨利客耳忒斯一同跳入了大海。他被逐出维奥蒂亚后,便向神询问应当定居何处;神谕指示他定居在受到野兽款待的地方,他走过了大片土地,遇见一群正在分食羊块的狼;狼看见他,丢下正在分食的羊肉逃走了。阿塔玛斯便营建了该地,按自己的名字命名为阿塔曼提亚;他又娶了许普修斯之女忒弥斯托,生下了勒乌孔、厄律特里俄斯、斯科伊纽斯和普托俄斯。
Σίσυφος δὲ ὁ Αἰόλου κτίσας Ἐφύραν τὴν νῦν λεγομένην Κόρινθον γαμεῖ Μερόπην τὴν Ἄτλαντος. ἐξ αὐτῶν παῖς γίνεται Γλαῦκος, ᾧ παῖς Βελλεροφόντης ἐξ Εὐρυμέδης ἐγεννήθη, ὃς ἔκτεινε τὴν πυρίπνουν Χίμαιραν. κολάζεται δὲ Σίσυφος ἐν Ἅιδου πέτρον ταῖς χερσὶ καὶ τῇ κεφαλῇ κυλίων, καὶ τοῦτον ὑπερβάλλειν θέλων· οὗτος δὲ ὠθούμενος ὑπʼ αὐτοῦ ὠθεῖται πάλιν εἰς τοὐπίσω. τίνει δὲ ταύτην τὴν δίκην διὰ τὴν Ἀσωποῦ θυγατέρα Αἴγιναν· ἁρπάσαντα γὰρ αὐτὴν κρύφα Δία Ἀσωπῷ μηνῦσαι ζητοῦντι λέγεται.3
埃俄罗斯之子西绪福斯建立了厄费拉(即如今被称为科林斯的城),娶了阿特拉斯之女墨洛佩。他们生下了儿子格劳科斯,格劳科斯与欧律墨得生了柏勒罗丰,也就是杀死吐火怪兽喀迈拉的人。西绪福斯在冥府中受罚,用双手和头推滚巨石,想要推过山顶;但这块石头经他一推,又滚落回后方。他受此惩罚是因为阿索波斯之女埃癸娜;据说宙斯暗中拐走她,西绪福斯却告发给了正在寻找女儿的阿索波斯。
Δηιὼν δὲ βασιλεύων τῆς Φωκίδος Διομήδην τὴν Ξούθου γαμεῖ, καὶ αὐτῷ γίνεται θυγάτηρ μὲν Ἀστεροδία, παῖδες δὲ Αἰνετὸς Ἄκτωρ Φύλακος Κέφαλος, ὃς γαμεῖ Πρόκριν τὴν Ἐρεχθέως. αὖθις δὲ ἡ Ἠὼς αὐτὸν ἁρπάζει ἐρασθεῖσα.
德伊翁统治福基斯,娶了克苏托斯之女狄奥墨得,生下了一个女儿阿斯忒洛狄亚,以及诸子埃涅托斯、阿克托耳、菲拉科斯和刻法罗斯;刻法罗斯娶了厄瑞克透斯之女普罗克里斯。后来厄俄斯爱上了他,便将他掠走。
Περιήρης δὲ Μεσσήνην κατασχὼν Γοργοφόνην τὴν Περσέως ἔγημεν, ἐξ ἧς Ἀφαρεὺς αὐτῷ καὶ Λεύκιππος καὶ Τυνδάρεως ἔτι τε Ἰκάριος παῖδες ἐγένοντο. πολλοὶ δὲ τὸν Περιήρην λέγουσιν οὐκ Αἰόλου παῖδα ἀλλὰ Κυνόρτα τοῦ Ἀμύκλα· διόπερ τὰ περὶ τῶν Περιήρους ἐκγόνων ἐν τῷ Ἀτλαντικῷ γένει δηλώσομεν.
珀里厄瑞斯占有了墨塞涅,娶了珀耳修斯之女戈耳戈福涅,生下了诸子阿法柔斯、勒乌基波斯、廷达瑞俄斯以及伊卡里俄斯。但许多人说珀里厄瑞斯并非埃俄罗斯之子,而是阿密克拉斯之子屈诺耳塔斯的儿子;因此关于珀里厄瑞斯的后代,我们将在论述阿特拉斯家族的章节中详述。
Μάγνης δὲ γαμεῖ νύμφην νηίδα, καὶ γίνονται αὐτῷ παῖδες Πολυδέκτης καὶ Δίκτυς· οὗτοι Σέριφον ᾤκισαν.
玛格涅斯娶了一位水泽仙女,生下了波吕得克忒斯和狄克堤斯;这两个人在塞里福斯定居。
- 1.9.1ὡς εἴη κεχρησμένον παύσεσθαι τὴν ἀκαρπίαν, ἐὰν σφαγῇ Διὶ ὁ Φρίξος
这是嵌入间接引语中的条件句(带有斜格祈愿语气 εἴη κεχρησμένον)。由于主句动词 ἀνέπεισε 为过去时,表示神谕内容的 ὡς 从句述语变为完成时祈愿语气,而条件从句 ἐὰν σφαγῇ 则保留了带 ἐάν 的虚拟语气。这反映了原初直接引语的构造:“已降下神谕(κέχρησται),若被献祭(ἐὰν σφαγῇ)便会止息(παύσεται)”。
- 1.9.2χρησθέντος δὲ αὐτῷ κατοικεῖν ἐν ᾧπερ ἂν τόπῳ ὑπὸ ζῴων ἀγρίων ξενισθῇ
基于无人称动词的属格独立结构(genitive absolute)。χρησθέντος 为中性单数分词,意为“当有神谕指示他(αὐτῷ)定居时……”。关系从句 ἐν ᾧπερ ἂν τόπῳ...(在……的那个地方)内含先行词,修饰不定式 κατοικεῖν。
- 1.9.3ἁρπάσαντα γὰρ αὐτὴν κρύφα Δία Ἀσωπῷ μηνῦσαι ζητοῦντι λέγεται
依赖于无人称动词 λέγεται 的“宾格加不定式”结构。不定式 μηνῦσαι 的逻辑主语(西绪福斯)因承接上文而省略;宾格 Δία(宙斯)是分词 ἁρπάσαντα 的主语,整体充当 μηνῦσαι 的受词:“因为据说[西绪福斯]向正在寻找的阿索波斯告发了宙斯暗中拐走她一事”。
