← 伪阿波罗多洛斯

书库

§1.9.24-1.9.26

阿普叙耳托斯之死与阿尔戈英雄归乡

美狄亚杀死弟弟阿普叙耳托斯以阻延追击的父亲埃厄忒斯;英雄们历经喀耳刻的净化、塞壬与游岩的凶险以及费阿克斯人之岛,在克里特岛消灭塔罗斯后最终返回约尔科斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9.24

Αἰήτης δὲ ἐπιγνοὺς τὰ τῇ Μηδείᾳ τετολμημένα ὥρμησε τὴν ναῦν διώκειν. ἰδοῦσα δὲ αὐτὸν πλησίον ὄντα Μήδεια τὸν ἀδελφὸν φονεύει καὶ μελίσασα κατὰ τοῦ βυθοῦ ῥίπτει. συναθροίζων δὲ Αἰήτης τὰ τοῦ παιδὸς μέλη τῆς διώξεως ὑστέρησε· διόπερ ὑποστρέψας, καὶ τὰ σωθέντα τοῦ παιδὸς μέλη θάψας, τὸν τόπον προσηγόρευσε Τόμους. πολλοὺς δὲ τῶν Κόλχων ἐπὶ τὴν ζήτησιν τῆς Ἀργοῦς ἐξέπεμψεν, ἀπειλήσας, εἰ μὴ Μήδειαν ἄξουσιν, αὐτοὺς πείσεσθαι τὰ ἐκείνης.1 οἱ δὲ σχισθέντες ἄλλος ἀλλαχοῦ ζήτησιν ἐποιοῦντο. τοῖς δὲ Ἀργοναύταις τὸν Ἠριδανὸν ποταμὸν ἤδη παραπλέουσι Ζεὺς μηνίσας ὑπὲρ τοῦ φονευθέντος Ἀψύρτου χειμῶνα λάβρον ἐπιπέμψας ἐμβάλλει πλάνην. καὶ αὐτῶν τὰς Ἀψυρτίδας νήσους παραπλεόντων ἡ ναῦς φθέγγεται μὴ λήξειν τὴν ὀργὴν τοῦ Διός, ἐὰν μὴ πορευθέντες εἰς τὴν Αὐσονίαν τὸν Ἀψύρτου φόνον καθαρθῶσιν ὑπὸ Κίρκης. οἱ δὲ παραπλεύσαντες τὰ Λιγύων καὶ Κελτῶν ἔθνη, καὶ διὰ τοῦ Σαρδονίου πελάγους διακομισθέντες, παραμειψάμενοι Τυρρηνίαν ἦλθον εἰς Αἰαίην, ἔνθα Κίρκης ἱκέται γενόμενοι καθαίρονται.

埃厄忒斯得知美狄亚所犯下的胆大妄为之事后,便动身追赶船只。美狄亚见他逼近,杀死了弟弟,将其分尸并抛入深海。埃厄忒斯在收集儿子的肢体时追赶落后;因此他折返回去,安葬了收集到的孩子肢体,并将该地命名为托弥。他派遣了许多科尔喀斯人去搜寻阿耳戈船,并威胁说,如果他们带不回美狄亚,他们自己就要承受她本应遭受的惩罚。他们分散开来,各处去进行搜寻。 正当阿耳戈船英雄们航经厄里达诺斯河时,宙斯因阿普叙耳托斯被杀而发怒,降下狂暴的风暴,使他们陷入迷途。当他们航经阿普叙耳提得斯群岛时,船开口说话,宣布宙斯的怒火不会平息,除非他们前往奥索尼亚,由喀耳刻净化杀害阿普叙耳托斯的罪孽。他们航行经过利古里亚人和凯尔特人的部落,穿过撒丁海,绕过梯耳塞尼亚,来到了埃埃亚岛,在那里作为喀耳刻的祈求者得到了净化。

§1.9.25

παραπλεόντων δὲ Σειρῆνας αὐτῶν, Ὀρφεὺς τὴν ἐναντίαν μοῦσαν μελῳδῶν τοὺς Ἀργοναύτας κατέσχε. μόνος δὲ Βούτης ἐξενήξατο πρὸς αὐτάς, ὃν ἁρπάσασα Ἀφροδίτη ἐν Λιλυβαίῳ κατῴκισε. μετὰ δὲ τὰς Σειρῆνας τὴν ναῦν Χάρυβδις ἐξεδέχετο καὶ Σκύλλα καὶ πέτραι πλαγκταί, ὑπὲρ ὧν φλὸξ πολλὴ καὶ καπνὸς ἀναφερόμενος ἑωρᾶτο. ἀλλὰ διὰ τούτων διεκόμισε τὴν ναῦν σὺν Νηρηίσι Θέτις παρακληθεῖσα ὑπὸ Ἥρας. παραμειψάμενοι δὲ Θρινακίαν νῆσον Ἡλίου βοῦς ἔχουσαν εἰς τὴν Φαιάκων νῆσον Κέρκυραν ἧκον, ἧς βασιλεὺς ἦν Ἀλκίνοος. τῶν δὲ Κόλχων τὴν ναῦν εὑρεῖν μὴ δυναμένων οἱ μὲν τοῖς Κεραυνίοις ὄρεσι παρῴκησαν, οἱ δὲ εἰς τὴν Ἰλλυρίδα κομισθέντες ἔκτισαν Ἀψυρτίδας νήσους· ἔνιοι δὲ πρὸς Φαίακας ἐλθόντες τὴν Ἀργὼ κατέλαβον καὶ τὴν Μήδειαν ἀπῄτουν παρʼ Ἀλκινόου. ὁ δὲ εἶπεν, εἰ μὲν ἤδη συνελήλυθεν Ἰάσονι, δώσειν αὐτὴν ἐκείνῳ, εἰ δʼ ἔτι παρθένος ἐστί, τῷ πατρὶ ἀποπέμψειν. Ἀρήτη δὲ ἡ Ἀλκινόου γυνὴ φθάσασα Μήδειαν Ἰάσονι συνέζευξεν· ὅθεν οἱ μὲν Κόλχοι μετὰ Φαιάκων κατῴκησαν, οἱ δὲ Ἀργοναῦται μετὰ τῆς Μηδείας ἀνήχθησαν.

当他们航经塞壬们时,俄耳甫斯吟唱起与之抗衡的旋律,止住了阿耳戈船英雄们。唯独布忒斯向她们游去,阿佛洛狄忒将他掳走,安置在利吕拜翁。 在塞壬之后,卡律布狄斯、斯库拉以及游岩等待着船只,在这些岩石上方可见烈火熊熊、浓烟升腾。但在赫拉的请求下,忒提斯与涅瑞伊得斯仙女们一同护送船只穿过了这些险境。 他们航经拥有赫利俄斯牛群的特里纳客亚岛,来到了费阿克斯人的岛屿科耳库拉,那里的国王是阿尔基诺俄斯。科尔喀斯人无法找到船只,一部分人定居在刻劳尼俄斯山脉旁,另一部分人前往伊利里亚,建立了阿普叙耳提得斯群岛;还有一些人来到费阿克斯人那里,找到了阿耳戈船,并向阿尔基诺俄斯索要美狄亚。阿尔基诺俄斯说,如果她已同伊阿宋同房,就将她交给伊阿宋;如果她仍是处女,就将她送回给其父亲。阿尔基诺俄斯的妻子阿瑞忒抢先一步,将美狄亚与伊阿宋撮合成婚;因此这些科尔喀斯人留下来与费阿克斯人同住,而阿耳戈船英雄们则带着美狄亚启航出海了。

§1.9.26

πλέοντες δὲ νυκτὸς σφοδρῷ περιπίπτουσι χειμῶνι. Ἀπόλλων δὲ στὰς ἐπὶ τὰς Μελαντίους δειράς, τοξεύσας τῷ βέλει εἰς τὴν θάλασσαν κατήστραψεν. οἱ δὲ πλησίον ἐθεάσαντο νῆσον, τῷ δὲ παρὰ προσδοκίαν ἀναφανῆναι προσορμισθέντες Ἀνάφην ἐκάλεσαν·2 ἱδρυσάμενοι δὲ βωμὸν Ἀπόλλωνος αἰγλήτου καὶ θυσιάσαντες ἐπʼ εὐωχίαν ἐτράπησαν. δοθεῖσαι δʼ ὑπὸ Ἀρήτης Μηδείᾳ δώδεκα θεράπαιναι τοὺς ἀριστέας ἔσκωπτον μετὰ παιγνίας· ὅθεν ἔτι καὶ νῦν ἐν τῇ θυσίᾳ σύνηθές ἐστι σκώπτειν ταῖς γυναιξίν. ἐντεῦθεν ἀναχθέντες κωλύονται Κρήτῃ προσίσχειν ὑπὸ Τάλω. τοῦτον οἱ μὲν τοῦ χαλκοῦ γένους εἶναι λέγουσιν, οἱ δὲ ὑπὸ Ἡφαίστου Μίνωι δοθῆναι· ὃς ἦν χαλκοῦς ἀνήρ, οἱ δὲ ταῦρον αὐτὸν λέγουσιν. εἶχε δὲ φλέβα μίαν ἀπὸ αὐχένος κατατείνουσαν ἄχρι σφυρῶν· κατὰ δὲ τὸ τέρμα τῆς φλεβὸς ἧλος διήρειστο χαλκοῦς. οὗτος ὁ Τάλως τρὶς ἑκάστης ἡμέρας τὴν νῆσον περιτροχάζων ἐτήρει· διὸ καὶ τότε τὴν Ἀργὼ προσπλέουσαν θεωρῶν τοῖς λίθοις ἔβαλλεν. ἐξαπατηθεὶς δὲ ὑπὸ Μηδείας ἀπέθανεν, ὡς μὲν ἔνιοι λέγουσι, διὰ φαρμάκων αὐτῷ μανίαν Μηδείας ἐμβαλούσης, ὡς δέ τινες, ὑποσχομένης ποιήσειν ἀθάνατον καὶ τὸν ἧλον ἐξελούσης, ἐκρυέντος τοῦ παντὸς ἰχῶρος αὐτὸν ἀποθανεῖν.3 τινὲς δὲ αὐτὸν τοξευθέντα ὑπὸ Ποίαντος εἰς τὸ σφυρὸν τελευτῆσαι λέγουσι. μίαν δὲ ἐνταῦθα νύκτα μείναντες Αἰγίνῃ προσίσχουσιν ὑδρεύσασθαι θέλοντες, καὶ γίνεται περὶ τῆς ὑδρείας αὐτοῖς ἅμιλλα. ἐκεῖθεν δὲ διὰ τῆς Εὐβοίας καὶ τῆς Λοκρίδος πλεύσαντες εἰς Ἰωλκὸν ἦλθον, τὸν πάντα πλοῦν ἐν τέτταρσι μησὶ τελειώσαντες.

夜间航行时,他们遭遇了猛烈的风暴。阿波罗立于墨兰提俄斯山脊之上,向海中射出一箭,闪烁出光芒。他们看见附近有一座岛屿,因它出乎意料地显现,在泊船后将其命名为阿纳菲;他们建立了光明阿波罗的祭坛并献祭,随后尽情欢宴。阿瑞忒赐予美狄亚的十二名女仆戏谑地嘲弄英雄们;因此直到如今,妇女们在献祭时进行嘲弄仍是一种习俗。 他们从那里启航,在克里特岛受到塔罗斯的阻拦而无法靠岸。有人说他是青铜世代的遗民,也有人说他是赫淮斯托斯赐给米诺斯的礼物;他是一个青铜人,但也有人说他是一头公牛。他有一根静脉从颈部一直延伸到脚踝;在静脉的末端钉有一枚青铜钉。这个塔罗斯每天绕岛跑三圈巡视;因此当时他看见阿耳戈船驶近,就投掷石块。他受美狄亚欺骗而死,如某些人所说,是美狄亚用魔药使他陷入疯狂;又如另一些人所说,是美狄亚许诺使他长生不死并拔出了铜钉,他因全部神血流尽而死。还有人说他是被珀阿斯射中脚踝而死的。 他们在那里停留了一夜,随后为了取水在埃癸娜岛靠岸,他们之间展开了取水比赛。他们从那里航行穿过厄俄玻亚和洛克里斯,抵达了约尔科斯,在四个月内完成了整个航程。

语法注3 条
  1. 1.9.24αὐτοὺς πείσεσθαι τὰ ἐκείνης

    τὰ ἐκείνης(“属于她的遭遇/惩罚”)充当 πείσεσθαι(πάσχω 的将来时不定式)的同族宾格/内向宾格,αὐτούς 为不定式的逻辑主语,整体意为“他们自己将承受她应受的惩罚”。

  2. 1.9.26τῷ δὲ παρὰ προσδοκίαν ἀναφανῆναι προσορμισθέντες Ἀνάφην ἐκάλεσαν

    带冠词不定式与格 τῷ... ἀναφανῆναι 作原因与格,意为“因它出乎意料地显现(ἀναφαίνω)”,交代了该岛命名为阿纳菲(Ἀνάφη)的词源由来。

  3. 1.9.26ὡς δέ τινες, ὑποσχομένης ποιήσειν ἀθάνατον καὶ τὸν ἧλον ἐξελούσης, ἐκρυέντος τοῦ παντὸς ἰχῶρος αὐτὸν ἀποθανεῖν

    承接前文的 ὡς μὲν ἔνιοι λέγουσι,此处在 ὡς δέ τινες 之后省略了动词 λέγουσι,其所引出的间接引语以宾格加不定式(αὐτὸν ἀποθανεῖν)为主干;其中嵌套了两个属格独立结构:以美狄亚为逻辑主语的 ὑποσχομένης... καὶ... ἐξελούσης 以及以神血为主语的 ἐκρυέντος τοῦ παντὸς ἰχῶρος。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:1.9.24-1.9.26